Complete Works of Euripides
Page 145
σωθεῖσα δ᾽, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
σώσω σ᾽ ἐς Ἑλλάδ᾽. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων 1070
μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
τί φατέ; Τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν —
φθέγξασθε — ταῦτα; Μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός
Θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· 1075
ὡς ἔκ γ᾽ ἐμοῦ σοι πάντα σιγηθήσεται —
ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.
Ἰφιγένεια
Ὄναισθε μύθων καὶ γένοισθ᾽ εὐδαίμονες. [1078]
Σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
ὡς αὐτίχ᾽ ἥξει τῆσδε κοίρανος χθονός, 1080
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
Ὦ πότνι᾽, ἥπερ μ᾽ Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τ᾽· ἢ τὸ Λοξίου
οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. 1085
Αλλ᾽ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ᾽ οὐ πρέπει
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
Χορός
Ὄρνις, ἃ παρὰ πετρίνας [1089]
πόντου δειράδας, ἀλκυών, 1090
ἔλεγον οἶτον ἀείδεις,
εὐξύνετον ξυνετοῖς βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
θρήνους, ἄπτερος ὅρνις, 1095
ποθοῦσ᾽ Ἑλλάνων ἀγόρους,
ποθοῦσ᾽ Ἄρτεμιν λοχίαν,
ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
κεῖ φοίνικά θ᾽ ἁβροκόμαν
δάφναν τ᾽ εὐερνέα καὶ 1100
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
ας, Λατοῦς ὠδῖνα φίλαν,
λίμναν θ᾽ εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελῳ-
δὸς Μούσας θεραπεύει. 1105
Ὦ πολλαὶ δακρύων λιβάδες,
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον, ἁνίκα πύργων
ὀλομένων ἐν ναυσὶν ἔβαν
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις. 1110
Ζαχρύσου δὲ δι᾽ ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
παῖδ᾽ Ἀγαμεμνονίαν λατρεύ- 1115
ω βωμούς τ᾽ οὐ μηλοθύτας,
ζηλοῦσ᾽ ἄταν διὰ παν-
τὸς δυσδαίμον᾽· ἐν γὰρ ἀνάγ-
καις οὐ κάμνεις σύντροφος ὤν.
Μεταβάλλει δυσδαιμονία· 1120
τὸ δὲ μετ᾽ εὐτυχίας κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.
Καὶ σὲ μέν, πότνι᾽, Ἀργεία
πεντηκόντορος οἶκον ἄξει·
συρίζων θ᾽ ὁ κηροδέτας 1125
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,
ὁ Φοῖβός θ᾽ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
ἀείδων ἄξει λιπαρὰν 1130
εὖ σ᾽ Ἀθηναίων ἐπὶ γᾶν.
Ἐμὲ δ᾽ αὐτοῦ λιποῦσα
βήσῃ ῥοθίοισι πλάταις·
ἀέρι δὲ [ἱστία] πρότονοι κατὰ πρῷραν ὑ-
πὲρ στόλον ἐκπετάσουσι πόδα 1135
ναὸς ὠκυπόμπου.
Λαμπροὺς ἱπποδρόμους βαίην,
ἔνθ᾽ εὐάλιον ἔρχεται πῦρ·
οἰκείων δ᾽ ὑπὲρ θαλάμων 1140
πτέρυγας ἐν νώτοις ἁμοῖς
λήξαιμι θοάζουσα·
χοροῖς δ᾽ ἑσταίην, ὅθι καὶ
παρθένος, εὐδοκίμων γάμων,
παρὰ πόδ᾽ εἱλίσσουσα φίλας 1145
ματρὸς ἡλίκων θιάσους,
χαρίτων εἰς ἁμίλλας,
χαίτας ἁβρόπλουτον ἔριν,
ὀρνυμένα, πολυποίκιλα φάρεα
καὶ πλοκάμους περιβαλλομένα 1150
γένυσιν ἐσκίαζον.
Θόας
Ποῦ ᾽σθ᾽ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ [1153]
Ἑλληνίς; Ἤδη τῶν ξένων κατήρξατο;
Ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; 1155
Χορός
Ἥδ᾽ ἐστίν, ἥ σοι πάντ᾽, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
Ἔα·
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ᾽ ἐν ὠλέναις;
Ἰφιγένεια
Ἄναξ, ἔχ᾽ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας
Τί δ᾽ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; 1160
Ἰφιγένεια
Ἀπέπτυσ᾽· Ὁσίᾳ γὰρ δίδωμ᾽ ἔπος τόδε.
Θόας
Τί φροιμιάζῃ νεοχμόν; Ἐξαύδα σαφῶς.
Ἰφιγένεια
Οὐ καθαρά μοι τὰ θύματ᾽ ἠγρεύσασθ᾽, ἄναξ.
Θόας
Τί τοὐκδιδάξαν τοῦτό σ᾽; Ἢ δόξαν λέγεις;
Ἰφιγένεια
Βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. [1165]
Θόας
Αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια
Αὐτόματον· ὄψιν δ᾽ ὀμμάτων ξυνήρμοσεν.
Θόας
Ἡ δ᾽ αἰτία τίς; Ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια
Ἥδ᾽, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
Θόας
Ἀλλ᾽ ἦ τιν᾽ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; 1170
Ἰφιγένεια
Οἰκεῖον ἦλθον τὸν φόνον �
�εκτημένοι.
Θόας
Τίν᾽; Εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια
Μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θόας
Ἄπολλον, οὐδ᾽ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια
Πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. 1175
Θόας
Ἦ τῶνδ᾽ ἕκατι δῆτ᾽ ἄγαλμ᾽ ἔξω φέρεις;
Ἰφιγένεια
Σεμνόν γ᾽ ὑπ᾽ αἰθέρ᾽, ὡς μεταστήσω φόνου.
Θόας
Μίασμα δ᾽ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
Ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
Σοφήν σ᾽ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. [1180]
Ἰφιγένεια
Καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας
Τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια
Τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας
Ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ἰφιγένεια
Καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. 1185
Θόας
Σὺ δ᾽ ἐς τὸ τῆς θεοῦ γ᾽ ἐξένευσας εἰκότως.
Ἰφιγένεια
Πᾶσάν γε μισοῦσ᾽ Ἑλλάδ᾽, ἥ μ᾽ ἀπώλεσεν.
Θόας
Τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια
Τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας
Οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν; 1190
Ἰφιγένεια
Ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας
Πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
Ἰφιγένεια
Θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας
Ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ἰφιγένεια
Καὶ τἀμά γ᾽ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. [1195]
Θόας
Οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ἰφιγένεια
Ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
Θόας
Ἄγ᾽ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθ᾽ ὁρᾶν.
Ἰφιγένεια
Ἀγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας
Εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. 1200
Ἰφιγένεια
Οὐ γάρ ποτ᾽ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας
Δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ἰφιγένεια
Οἶσθά νυν ἅ μοι γενέσθω;
Θόας
Σὸν τὸ σημαίνειν τόδε.
Ἰφιγένεια
Δεσμὰ τοῖς ξένοισι πρόσθες.
Θόας
Ποῖ δέ σ᾽ ἐκφύγοιεν ἄν;
Ἰφιγένεια
Πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. 1205
Θόας
Ἴτ᾽ ἐπὶ δεσμά, πρόσπολοι.
Ἰφιγένεια
Κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους —
Θόας
Ἔσται τάδε.
Ἰφιγένεια
Κρᾶτα κρύψαντες πέπλοισιν.
Θόας
Ἡλίου πρόσθεν φλογός.
Ἰφιγένεια
Σῶν τέ μοι σύμπεμπ᾽ ὀπαδῶν.
Θόας
Οἵδ᾽ ὁμαρτήσουσί σοι.
Ἰφιγένεια
Καὶ πόλει πέμψον τιν᾽ ὅστις σημανεῖ —
Θόας
Ποίας τύχας;
Ἰφιγένεια
Ἐν δόμοις μίμνειν ἅπαντας. [1210]
Θόας
Μὴ συναντῷεν φόνῳ;
Ἰφιγένεια
Μυσαρὰ γὰρ τὰ τοιάδ᾽ ἐστί.
Θόας
Στεῖχε καὶ σήμαινε σύ —
Ἰφιγένεια
Μηδέν᾽ εἰς ὄψιν πελάζειν.
Θόας
Εὖ γε κηδεύεις πόλιν.
Ἰφιγένεια
Καὶ φίλων γ᾽ οὓς δεῖ μάλιστα.
Θόας
Τοῦτ᾽ ἔλεξας εἰς ἐμέ.
Ἰφιγένεια
. . .
Θόας
Ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
Ἰφιγένεια
Σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ — 1215
Θόας
Τί χρῆμα δρῶ;
Ἰφιγένεια
Ἄγνισον πυρσῷ μέλαθρον.
Θόας
Καθαρὸν ὡς μόλῃς πάλιν.
Ἰφιγένεια
Ἡνίκ᾽ ἂν δ᾽ ἔξω περῶσιν οἱ ξένοι —
Θόας
Τί χρή με δρᾶν;
Ἰφιγένεια
Πέπλον ὀμμάτων προθέσθαι.
Θόας
Μὴ παλαμναῖον λάβω.
Ἰφιγένεια
Ἤν δ᾽ ἄγαν δοκῶ χρονίζειν —
Θόας
Τοῦδ᾽ ὅρος τίς ἐστί μοι;
Ἰφιγένεια
Θαυμάσῃς μηδέν. 1220
Θόας
Τὰ τῆς θεοῦ πρᾶσσ᾽ — ἐπεὶ σχολή — καλῶς.
Ἰφιγένεια
Εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
Θόας
Συνεύχομαι.
Ἰφιγένεια
Τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους [1222]
καὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσα
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. 1225
Ἐκποδὼν δ᾽ αὐδῶ πολίταις τοῦδ᾽ ἔχειν μιάσματος,
εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,
φεύγετ᾽, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
&n
bsp; Ὦ Διὸς Λητοῦς τ᾽ ἄνασσα παρθέν᾽, ἢν νίψω φόνον 1230
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δ᾽ ἡμεῖς ἐσόμεθα. Τἄλλα δ᾽ οὐ λέγουσ᾽, ὅμως
τοῖς τὰ πλείον᾽ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.
Χορός
Εὔπαις ὁ Λατοῦς γόνος, [1234]
τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις 1235
<ἔτικτε,> χρυσοκόμαν
ἐν κιθάρᾳ σοφόν, ἅ τ᾽ ἐπὶ τόξων 1238
εὐστοχίᾳ γάνυται· φέρε <δ᾽ αὐτά>
νιν ἀπὸ δειράδος εἰναλίας, 1240
λοχεῖα κλεινὰ λιποῦσα μά-
τηρ, τὰν ἀστάκτων ὑδάτων
βακχεύουσαν Διονύ-
σῳ Παρνάσιον κορυφάν·
ὅθι ποικιλόνωτος οἰ-
νωπὸς δράκων, 1245
σκιερᾷ κατάχαλκος εὐ-
φύλλῳ δάφνᾳ,
γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ-
ον Χθόνιον.
Ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας
ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων 1250
ἔκανες, ὦ Φοῖβε, μαντείων δ᾽ ἐπέβας ζαθέων,
τρίποδί τ᾽ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ 1254
μαντείας βροτοῖς θεσφάτων νέμων 1255
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον 1257
γᾶς ἔχων μέλαθρον.
Θέμιν δ᾽ ἐπεὶ γᾶς ἰὼν
παῖδ᾽ ἀπενάσσατο <Πυθῶνος> ἀπὸ ζαθέων 1260
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματ᾽ ὀ<νείρων>,
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τ᾽
ἔπειθ᾽, ὅσσα τ᾽ ἔμελλε τυχεῖν, 1265
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
νὰς ἔφραζον· Γαῖα δὲ τὰν
μαντεῖον ἀφείλετο τι-
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
Ταχύπους δ᾽ ἐς Ὄλυμπον ὁρ- 1270
μαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ
Διὸς θρόνων