Complete Works of Euripides
Page 147
Παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
ναῶν τ᾽ ἐρετμά, σοὶ τάδ᾽ ὡς δοκεῖ, θεά. 1485
Ἀθήνα
Αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
Ἴτ᾽, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
παῖδ᾽ εἰς Ἀθήνας· συμπορεύσομαι δ᾽ ἐγὼ
σῴζουσ᾽ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
Χορός
Ἴτ᾽ ἐπ᾽ εὐτυχίᾳ τῆς σῳζομένης [1490]
μοίρας εὐδαίμονες ὄντες.
Ἀλλ᾽, ὦ σεμνὴ παρά τ᾽ ἀθανάτοις
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
Μάλα γὰρ τερπνὴν κἀνέλπιστον 1495
φήμην ἀκοαῖσι δέδεγμαι.
—— —
Ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.
ION
Ἑρμῆς
Ἄτλας, ὁ χαλκέοισι † νώτοις οὐρανὸν
θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
μιᾶς † ἔφυσε Μαῖαν, ἣ ‘μ’ ἐγείνατο
Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
[5] Ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν’ ὀμφαλὸν
μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
τά τ’ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
[10] Οὗ παῖδ’ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπ’ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
Ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —
[15] γαστρὸς διήνεγκ’ ὄγκον. Ὡς δ’ ἦλθεν χρόνος,
τεκοῦσ’ ἐν οἴκοις παῖδ’ ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
[20] προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
Ἐριχθονίου. Κείνῳ γὰρ ἡ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
[25] νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
τρέφειν τέκνα. Ἀλλ’ ἣν εἶχε παρθένος χλιδὴν
τέκνῳ προσάψασ’ ἔλιπεν ὡς θανουμένῳ.
Κἄμ’ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
[29] ὦ σύγγον’, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
[30] κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ’ οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
[35] Τὰ δ’ ἄλλ’ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
ἡμῖν μελήσει. Λοξίᾳ δ’ ἐγὼ χάριν
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδ’, ἀναπτύξας κύτος
[40 ]ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ’ ὁ παῖς.
[41] Κυρεῖ δ’ ἅμ’ ἱππεύοντος ἡλίου κύκλῳ
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
ἐθαύμασ’ εἴ τις Δελφίδων τλαίη κόρη
[45] λαθραῖον ὠδῖν’ ἐς θεοῦ ῥῖψαι δόμον,
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
οἴκτῳ δ’ ἀφῆκεν ὠμότητα καὶ θεὸς
συνεργὸς ἦν τῷ παιδὶ μὴ ‘κπεσεῖν δόμων
τρέφει δέ νιν λαβοῦσα. Τὸν σπείραντα δὲ
[50] οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ’ ἧς ἔφυ,
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
[52] Νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
ἠλᾶτ’ ἀθύρων· ὡς δ’ ἀπηνδρώθη δέμας,
Δελφοί σφ’ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
[55] ταμίαν τε πάντων πιστόν, ἐν δ’ ἀνακτόροις
θεοῦ καταζῇ δεῦρ’ ἀεὶ σεμνὸν βίον.
Κρέουσα δ’ ἡ τεκοῦσα τὸν νεανίαν
Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ’ ὕπο·
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
[60] οἳ γῆν ἔχουσ’ Εὐβοῖδα, πολέμιος κλύδων·
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
γάμων Κρεούσης ἀξίωμ’ ἐδέξατο,
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
γεγὼς Ἀχαιός. Χρόνια δὲ σπείρας λέχη
[65] ἄτεκνός ἐστι, καὶ Κρέουσ’· ὧν οὕνεκα
ἥκουσι πρὸς μαντεῖ’ Ἀπόλλωνος τάδε
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
ἐς τοῦτ’ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
Δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
[70] Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
κρυπτοὶ γένωνται παῖς τ’ ἔχῃ τὰ πρόσφορα.
Ἴωνα δ’ αὐτόν, κτίστορ’ Ἀσιάδος χθονός,
[75] ὄνομα κεκλῆσθαι θήσεται καθ’ Ἑλλάδα.
[76] Ἀλλ’ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
Ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
τόνδ’, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ π�
�λώματα
[80] δάφνης κλάδοισιν. Ὄνομα δ’, οὗ μέλλει τυχεῖν,
Ἴων’ ἐγώ <νιν> πρῶτος ὀνομάζω θεῶν.
Ἴων
[82] Ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πυρὶ τῷδ’ αἰθέρος
[85] ἐς νύχθ’ ἱεράν·
Παρνησιάδες δ’ ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν
ἁψῖδα βροτοῖσι δέχονται.
Σμύρνης δ’ ἀνύδρου καπνὸς εἰς ὀρόφους
[90] Φοίβου πέταται.
Θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσ’ Ἕλλησι βοάς,
ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
Ἀλλ’, ὦ Φοίβου Δελφοὶ θέραπες,
[95] τὰς Κασταλίας ἀργυροειδεῖς
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς·
στόμα τ’ εὔφημον φρουρεῖν ἀγαθόν,
φήμας τ’ ἀγαθὰς
[100] τοῖς ἐθέλουσιν μαντεύεσθαι
γλώσσης ἰδίας ἀποφαίνειν.
Ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θ’ ἱεροῖς ἐσόδους Φοίβου
[105] καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον
ῥανίσιν νοτερόν· πτηνῶν τ’ ἀγέλας,
αἳ βλάπτουσιν σέμν’ ἀναθήματα,
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
[110] τοὺς θρέψαντας
Φοίβου ναοὺς θεραπεύω.
Ἄγ’, ὦ νεηθαλὲς ὦ
καλλίστας προπόλευμα δά-
φνας, ἃ τὰν Φοίβου θυμέλαν
[115] σαίρεις ὑπὸ ναοῖς,
κήπων ἐξ ἀθανάτων,
ἵνα δρόσοι τέγγουσ’ ἱεραί,
<ῥοὰν> ἀέναον
παγᾶν ἐκπροι¨εῖσαι,
[120] μυρσίνας ἱερὰν φόβαν·
ᾇ σαίρω δάπεδον θεοῦ
παναμέριος ἅμ’ ἁλίου
πτέρυγι θοᾷ
λατρεύων τὸ κατ’ ἦμαρ.
[125] Ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.
[128] Καλόν γε τὸν πόνον, ὦ
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
[130] ω τιμῶν μαντεῖον ἕδραν·
κλεινὸς δ’ ὁ πόνος μοι
θεοῖσιν δούλαν χέρ’ ἔχειν
οὐ θνατοῖς, ἀλλ’ ἀθανάτοις·
εὐφάμους δὲ πόνους
[135] μοχθεῖν οὐκ ἀποκάμνω.
Φοῖβός μοι γενέτωρ πατήρ·
τὸν βόσκοντα γὰρ εὐλογῶ,
τὸ δ’ ὠφέλιμον ἐμοὶ πατέρος
ὄνομα λέγω
[140] Φοίβου τοῦ κατὰ ναόν.
Ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.
Ἀλλ’ ἐκπαύσω γὰρ μόχθους
[145] δάφνας ὁλκοῖς,
χρυσέων δ’ ἐκ τευχέων ῥίψω
Γαίας παγάν,
ἃν ἀποχεύονται
Κασταλίας δῖναι,
[150] νοτερὸν ὕδωρ βάλλων,
ὅσιος ἀπ’ εὐνᾶς ὤν.
Εἴθ’ οὕτως αἰεὶ Φοίβῳ
λατρεύων μὴ παυσαίμαν,
ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
Ἔα ἔα·
φοιτῶσ’ ἤδη λείπουσίν τε
[155] πτανοὶ Παρνασοῦ κοίτας·
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδ’ ἐς χρυσήρεις οἴκους
μάρψω σ’ αὖ τόξοις, ὦ Ζηνὸς
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
[160] ἰσχὺν νικῶν.
Ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
κύκνος. Οὐκ ἄλλᾳ
φοινικοφαῆ πόδα κινήσεις;
Οὐδέν σ’ ἁ φόρμιγξ ἁ Φοίβου
[165] σύμμολπος τόξων ῥύσαιτ’ ἄν.
Πάραγε πτέρυγας·
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
αἱμάξεις, εἰ μὴ πείσῃ,
τὰς καλλιφθόγγους ᾠδάς.
[170] Ἔα ἔα·
τίς ὅδ’ ὀρνίθων καινὸς προσέβα;
Μῶν ὑπὸ θριγκοὺς εὐναίας
καρφυρὰς θήσων τέκνοις;
Ψαλμοί σ’ εἴρξουσιν τόξων.
Οὐ πείσῃ; Χωρῶν δίναις
[175] ταῖς Ἀλφειοῦ παιδούργει,
ἢ νάπος Ἴσθμιον,
ὡς ἀναθήματα μὴ βλάπτηται
ναοί θ’ οἱ Φοίβου. . . .
Κτείνειν δ’ ὑμᾶς αἰδοῦμαι
[180] τοὺς θεῶν ἀγγέλλοντας φήμας
θνατοῖς· οἷς δ’ ἔγκειμαι μόχθοις,
Φοίβῳ δουλεύσω, κοὐ λήξω
τοὺς βόσκοντας θεραπεύων.
Χορός
[184] Οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
[185] ναις εὐκίονες ἦσαν αὐ-
λαὶ θεῶν μόνον, οὐδ’ ἀγυι-
άτιδες θεραπεῖαι·
ἀλλὰ καὶ παρὰ Λοξίᾳ
τῷ Λατοῦς διδύμων προσώ-
πων καλλιβλέφαρον φῶς.
[190] Ἰδοὺ τάνδ’, ἄθρησον,
Λερναῖον ὕδραν ἐναίρει
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
φίλα, πρόσιδ’ ὄσσοις.
Ὁρῶ. Καὶ πέλας ἄλλος αὐ-
[195] τοῦ πανὸν πυρίφλεκτον αἴ-
ρει τις ἆρ’ ὃς ἐμαῖσι μυ-
θεύεται παρὰ πήναις,
ἀσπιστὰς Ἰόλαος, ὃς
κοινοὺς αἰρόμενος πόνους
[200] Δίῳ παιδὶ συναντλεῖ;
Καὶ μὰν τόνδ’ ἄθρησον
πτεροῦντος ἔφεδρον ἵππου·
τὰν πῦρ πνέουσαν ἐναίρει
τρισώματον ἀλκάν.
[205] Πάντᾳ τοι βλέφαρον διώ-
&n
bsp; κω. Σκέψαι κλόνον ἐν τείχεσ-
σι λαί¨νοισι Γιγάντων.
[208] Ὦ φίλαι, ὧδε δερκόμεσθα.
Λεύσσεις οὖν ἐπ’ Ἐγκελάδῳ
[210] γοργωπὸν πάλλουσαν ἴτυν
λεύσσω Παλλάδ’, ἐμὰν θεόν.
Τί γάρ; Κεραυνὸν ἀμφίπυρον
ὄβριμον ἐν Διὸς
ἑκηβόλοισι χερσίν;
[215] ὁρῶ· τὸν δάι¨ον
Μίμαντα πυρὶ καταιθαλοῖ.
Καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
[217β] σι κισσίνοισι βάκτροις
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
Σέ τοι, τὸν παρὰ ναὸν αὐ-
[220] δῶ· θέμις γυάλων ὑπερ-
βῆναι, λευκῷ ποδί γ’ ;
Ἴων
[222] Οὐ θέμις, ὦ ξέναι.
Χορός
Οὐδ’ ἂν
ἐκ σέθεν ἂν πυθοίμεθ’ αὐδάν;
Ἴων
Τίνα τήνδε θέλεις;
Χορός
Ἆρ’ ὄντως μέσον ὀμφαλὸν
γᾶς Φοίβου κατέχει δόμος;
Ἴων
Στέμμασί γ’ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορός
[225] Οὕτω καὶ φάτις αὐδᾷ.
Ἴων
Εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
καί τι πυθέσθαι χρῄζετε Φοίβου,
πάριτ’ ἐς θυμέλας· ἐπὶ δ’ ἀσφάκτοις
μήλοισι δόμων μὴ πάριτ’ ἐς μυχόν.
Χορός
[230] Ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον
οὐ παραβαίνομεν,
ἃ δ’ ἐκτός, ὄμμα τέρψει.
Ἴων
Πάντα θεᾶσθ’, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορός
Μεθεῖσαν δεσπόται
με θεοῦ γύαλα τάδ’ εἰσιδεῖν.
Ἴων
Δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορός
[235] Παλλάδι σύνοικα τρόφιμα μέλα-
[235β] θρα τῶν ἐμῶν τυράννων·