Complete Works of Euripides
Page 149
Ἴων
Ἡμεῖς τά γ’ ἔξω, τῶν ἔσω δ’ ἄλλοις μέλει,
[415] οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
[417] Καλῶς· ἔχω δὴ πάνθ’ ὅσων ἐχρῄζομεν.
Στείχοιμ’ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
[420] κοινὸν πρὸ ναοῦ· βούλομαι δ’ ἐν ἡμέρᾳ
τῇδ’ αἰσία γάρ θεοῦ λαβεῖν μαντεύματα.
Σὺ δ’ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μ’ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα
[425] Ἔσται τάδ’, ἔσται. Λοξίας δ’ ἐὰν θέλῃ
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτ’ ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρῄζει θεὸς γάρ ἐστι δέξομαι.
Ἴων
[429] Τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
[430] κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ’ αἰνίσσεται;
Ἤτοι φιλοῦσά γ’ ἧς ὕπερ μαντεύεται,
ἢ καί τι σιγῶσ’ ὧν σιωπᾶσθαι χρεών;
Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; Προσήκει γ’ οὐδέν. Ἀλλὰ χρυσέαις
[435] πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
δρόσον καθήσω. Νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει· Παρθένους βίᾳ γαμῶν
προδίδωσι; Παῖδας ἐκτεκνούμενος λάθρᾳ
θνῄσκοντας ἀμελεῖ; Μὴ σύ γ’· ἀλλ’, ἐπεὶ κρατεῖς,
[440] ἀρετὰς δίωκε. Καὶ γὰρ ὅστις ἂν βροτῶν
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
Πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
Εἰ δ’ οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι
[445] δίκας βιαίων δώσετ’ ἀνθρώποις γάμων,
σὺ καὶ Ποσειδῶν Ζεύς θ’ ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
Τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
σπεύδοντες ἀδικεῖτ’. οὐκέτ’ ἀνθρώπους κακῶς
[450] λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
μιμούμεθ’, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Χορός
[452] Σὲ τὰν ὠδίνων λοχιᾶν
ἀνειλείθυιαν, ἐμὰν
Ἀθάναν, ἱκετεύω,
[455] Προμηθεῖ Τιτᾶνι λοχευ-
θεῖσαν κατ’ ἀκροτάτας
κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
μόλε Πύθιον οἶκον,
Ὀλύμπου χρυσέων θαλάμων
[460] πταμένα πρὸς ἀγυιάς,
Φοιβήιος ἔνθα γᾶς
μεσσόμφαλος ἑστία
παρὰ χορευομένῳ τρίποδι
μαντεύματα κραίνει,
[465] σὺ καὶ παῖς ἁ Λατογενής,
δύο θεαὶ δύο παρθένοι,
κασίγνηται σεμναὶ Φοίβου.
ἱκετεύσατε δ’, ὦ κόραι,
τὸ παλαιὸν Ἐρεχθέως
[470] γένος εὐτεκνίας χρονίου καθαροῖς
μαντεύμασι κῦρσαι.
Ὑπερβαλλούσας γὰρ ἔχει
θνατοῖς εὐδαιμονίας
ἀκίνητον ἀφορμάν,
[475] τέκνων οἷς ἂν καρποτρόφοι
λάμπωσιν ἐν θαλάμοις
πατρίοισι νεάνιδες ἧβαι,
διαδέκτορα πλοῦτον
ὡς ἕξοντες ἐκ πατέρων
[480] ἑτέροις ἐπὶ τέκνοις.
Ἀλκά τε γὰρ ἐν κακοῖς
σύν τ’ εὐτυχίαις φίλον,
δορί τε γᾷ πατρίᾳ φέρει
σωτήριον ἀλκάν.
[485] Ἐμοὶ μὲν πλούτου τε πάρος
βασιλικῶν τ’ εἶεν θαλάμων
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
τὸν ἄπαιδα δ’ ἀποστυγῶ
βίον, ᾧ τε δοκεῖ ψέγω·
[490] μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
εὔπαιδος ἐχοίμαν.
[492] Ὦ Πανὸς θακήματα καὶ
παραυλίζουσα πέτρα
μυχώδεσι Μακραῖς,
[495] ἵνα χοροὺς στείβουσι ποδοῖν
Ἀγλαύρου κόραι τρίγονοι
στάδια χλοερὰ πρὸ Παλλάδος
ναῶν, συρίγγων
ὑπ’ αἰόλας ἰαχᾶς
[500] ὕμνων, ὅτ’ ἀναλίοις
συρίζεις, ὦ Πάν,
τοῖς σοῖσιν ἐν ἄντροις,
ἵνα τεκοῦσά τις Φοίβῳ
παρθένος, ὦ μελέα, βρέφος,
πτανοῖς ἐξόρισεν θοίναν
[505] θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων
ὕβριν· οὔτ’ ἐπὶ κερκίσιν οὔτε λόγοις
φάτιν ἄιον εὐτυχίας μετέχειν
θεόθεν τέκνα θνατοῖς.
Ἴων
[510] Πρόσπολοι γυναῖκες, αἳ τῶνδ’ ἀμφὶ κρηπῖδας δόμων
θυοδόκων φρούρημ’ ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπ’ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος, ἢ μίμνει κατ’ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός
Ἐν δόμοις ἔστ’, ὦ ξέν’· οὔπω δῶμ’ ὑπερβαίνει τόδε.
[515] ὡς δ’ ἐπ’ ἐξόδοισιν ὄντος, τῶνδ’ ἀκούομεν πυλῶν
δοῦπον, ἐξιόντα τ’ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος
Ὦ τέκνον, χαῖρ’· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων
Χαίρομεν· σὺ δ’ εὖ φρόνει γε, καὶ δύ’ ὄντ’ εὖ πράξομεν.
Ξοῦθος
Δὸς χερὸς φίλημά μοι σῆς σώματ�
�ς τ’ ἀμφιπτυχάς.
Ἴων
[520] Εὖ φρονεῖς μέν; Ἤ σ’ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;
Ξοῦθος
Σωφρονῶ· τὰ φίλταθ’ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
Ἴων
Παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
Ξοῦθος
Ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δ’ εὑρίσκω φίλα.
Ἴων
Οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξοῦθος
[525] Ὡ τί δὴ φεύγεις με; Σαυτοῦ γνωρίσας τὰ φίλτατα
Ἴων
Οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος
Κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ἴων
Ποῦ δέ μοι πατὴρ σύ; Ταῦτ’ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξοῦθος
Οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων
[530] Καὶ τί μοι λέξεις;
Ξοῦθος
Πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ἴων
Τίς λέγει τάδε;
Ξοῦθος
Ὅς σ’ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴων
Μαρτυρεῖς σαυτῷ.
Ξοῦθος
Τὰ τοῦ θεοῦ γ’ ἐκμαθὼν χρηστήρια.
Ἴων
Ἐσφάλης αἴνιγμ’ ἀκούσας.
Ξοῦθος
Οὐκ ἄρ’ ὄρθ’ ἀκούομεν.
Ἴων
Ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξοῦθος
Τὸν συναντήσαντά μοι
Ἴων
[535] Τίνα συνάντησιν;
Ξοῦθος
Δόμων τῶνδ’ ἐξιόντι τοῦ θεοῦ
Ἴων
Συμφορᾶς τίνος κυρῆσαι;
Ξοῦθος
Παῖδ’ ἐμὸν πεφυκέναι.
Ἴων
Σὸν γεγῶτ’, ἢ δῶρον ἄλλως;
Ξοῦθος
Δῶρον, ὄντα δ’ ἐξ ἐμοῦ.
Ἴων
Πρῶτα δῆτ’ ἐμοὶ ξυνάπτεις πόδα σόν;
Ξοῦθος
Οὐκ ἄλλῳ, τέκνον.
Ἴων
Ἡ τύχη πόθεν ποθ’ ἥκει;
Ξοῦθος
Δύο μίαν θαυμάζομεν.
Ἴων
[540] Ἔα. τίνος δέ σοι πέφυκα μητρός;
Ξοῦθος
Οὐκ ἔχω φράσαι.
Ἴων
Οὐδὲ Φοῖβος εἶπε;
Ξοῦθος
Τερφθεὶς τοῦτο, κεῖν’ οὐκ ἠρόμην.
Ἴων
Γῆς ἄρ’ ἐκπέφυκα μητρός.
Ξοῦθος
Οὐ πέδον τίκτει τέκνα.
Ἴων
Πῶς ἂν οὖν εἴην σός;
Ξοῦθος
Οὐκ οἶδ’, ἀναφέρω δ’ ἐς τὸν θεόν.
Ἴων
Φέρε λόγων ἁψώμεθ’ ἄλλων.
Ξοῦθος
Ταῦτ’ ἀμείνον’, ὦ τέκνον.
Ἴων
[545] Ἦλθες ἐς νόθον τι λέκτρον;
Ξοῦθος
Μωρίᾳ γε τοῦ νέου.
Ἴων
Πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
Ξοῦθος
Οὐ γὰρ ὕστερόν γέ πω.
Ἴων
Ἆρα δῆτ’ ἐκεῖ μ’ ἔφυσας;
Ξοῦθος
Τῷ χρόνῳ γε συντρέχει.
Ἴων
Κᾆτα πῶς ἀφικόμεσθα δεῦρο
Ξοῦθος
Ταῦτ’ ἀμηχανῶ.
Ἴων
Διὰ μακρᾶς ἐλθὼν κελεύθου;
Ξοῦθος
Τοῦτο κἄμ’ ἀπαιολεῖ.
Ἴων
[550] Πυθίαν δ’ ἦλθες πέτραν πρίν;
Ξοῦθος
Ἐς φανάς γε Βακχίου.
Ἴων
Προξένων δ’ ἔν του κατέσχες;
Ξοῦθος
Ὅς με Δελφίσιν κόραις . . .
Ἴων
Ἐθιάσευσ’, ἢ πῶς τάδ’ αὐδᾷς;
Ξοῦθος
Μαινάσιν γε Βακχίου.
Ἴων
Ἔμφρον’ ἢ κάτοινον ὄντα;
Ξοῦθος
Βακχίου πρὸς ἡδοναῖς.
Ἴων
Τοῦτ’ ἐκεῖν’ ἵν’ ἐσπάρημεν.
Ξοῦθος
Ὁ πότμος ἐξηῦρεν, τέκνον.
Ἴων
[555] Πῶς δ’ ἀφικόμεσθα ναούς;
Ξοῦθος
Ἔκβολον κόρης ἴσως.
Ἴων
Ἐκπεφεύγαμεν τὸ δοῦλον.
Ξοῦθος
Πατέρα νυν δέχου, τέκνον.
Ἴων
Τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
Ξοῦθος
Εὖ φρονεῖς ἄρα.
Ἴων
Καὶ τί βουλόμεσθά γ’ ἄλλο
Ξοῦθος
Νῦν ὁρᾷς ἃ χρή σ’ ὁρᾶν.
Ἴων
Ἢ Διὸς παιδὸς γενέσθαι παῖς;
Ξοῦθος
Ὃ σοί γε γίγνεται.
Ἴων
[560] Ἦ θίγω δῆθ’ οἵ μ’ ἔφυσαν;
Ξοῦθος
Πιθόμενός γε τῷ θεῷ.
Ἴων
Χαῖρέ μοι, πάτερ
Ξοῦθος
Φίλον γε φθέγμ’ ἐδεξάμην τόδε.
Ἴων
Ἡμέρα θ’ ἡ νῦν παροῦσα.
Ξοῦθος
Μακάριόν γ’ ἔθηκέ με.
Ἴων
Ὦ φίλη μῆτερ, πότ’ ἆρα καὶ σὸν ὄψομαι δέμας;
Νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ’, εἰσιδεῖν.
[565] Ἀλλ’ ἴσως τέθνηκας, ἡμεῖς δ’ οὐδὲν ἂν δυναίμεθα.
Χορός
Κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν’ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τ’ Ἐρεχθέως δόμους.
Ξοῦθος
[569] Ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
[570] ὀρθῶς ἔκρανε, καὶ συνῆψ’ ἐμοί τε σέ,
σύ τ’ αὖ τὰ φίλταθ’ ηὗ
ρες οὐκ εἰδὼς πάρος.
Ὃ δ’ ᾖξας ὀρθῶς, τοῦτο κἄμ’ ἔχει πόθος,
ὅπως σύ τ’, ὦ παῖ, μητέρ’ εὑρήσεις σέθεν,
ἐγώ θ’ ὁποίας μοι γυναικὸς ἐξέφυς.
[575] Χρόνῳ δὲ δόντες ταῦτ’ ἴσως εὕροιμεν ἄν.
Ἀλλ’ ἐκλιπὼν θεοῦ δάπεδ’ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σ’ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
[580] δυοῖν κεκλήσῃ δυσγενὴς πένης θ’ ἅμα,
ἀλλ’ εὐγενής τε καὶ πολυκτήμων βίου.
Σιγᾷς; Τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
Ἐς φροντίδας δ’ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
[585] Οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
πρόσωθεν ὄντων ἐγγύθεν θ’ ὁρωμένων.
Ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σ’ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. Εἶναί φασι τὰς αὐτόχθονας
[590] κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
ἵν’ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τ’ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
Καὶ τοῦτ’ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
[595] ἢν δ’ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ’ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
[600] γέλωτ’ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
Τῶν δ’ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. Οὕτω γὰρ τάδ’, ὦ πάτερ, φιλεῖ·