Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 150
Complete Works of Euripides Page 150

by Euripides


  [605] οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,

  τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.

  [607] Ἐλθὼν δ’ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν

  γυναῖκά θ’ ὡς ἄτεκνον, ἣ κοινουμένη

  τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν

  [610] αὐτὴ καθ’ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,

  πῶς οὐχ ὑπ’ αὐτῆς εἰκότως μισήσομαι,

  ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,

  ἣ δ’ οὖσ’ ἄτεκνος τὰ σὰ φίλ’ εἰσορᾷ πικρῶς,

  κᾆτ’ ἢ προδοὺς σύ μ’ ἐς δάμαρτα σὴν βλέπῃς

  [615] ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;

  Ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων

  γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.

  Ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,

  ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία

  [620] πατέρων ἀπ’ ἐσθλῶν οὖσ’ ἀπαιδίᾳ νοσεῖν.

  Τυραννίδος δὲ τῆς μάτην αἰνουμένης

  τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ

  λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,

  ὅστις δεδοικὼς καὶ παραβλέπων βίον

  [625] αἰῶνα τείνει; Δημότης ἂν εὐτυχὴς

  ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,

  ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,

  ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.

  Εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,

  [630] πλουτεῖν τε τερπνόν; Οὐ φιλῶ ψόφους κλύειν

  ἐν χερσὶ σῴζων ὄλβον οὐδ’ ἔχειν πόνους·

  εἴη γ’ ἐμοὶ <μὲν> μέτρια μὴ λυπουμένῳ.

  Ἃ δ’ ἐνθάδ’ εἶχον ἀγάθ’ ἄκουσόν μου, πάτερ·

  τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν

  [635] ὄχλον τε μέτριον, οὐδέ μ’ ἐξέπληξ’ ὁδοῦ

  πονηρὸς οὐδείς· κεῖνο δ’ οὐκ ἀνασχετόν,

  εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.

  Θεῶν δ’ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,

  ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.

  [640] Καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ’ ἧκον ξένοι,

  ὥσθ’ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.

  Ὃ δ’ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,

  δίκαιον εἶναί μ’ ὁ νόμος ἡ φύσις θ’ ἅμα

  παρεῖχε τῷ θεῷ. Ταῦτα συννοούμενος

  [645] κρείσσω νομίζω τἀνθάδ’ ἢ τἀκεῖ, πάτερ.

  Ἔα δ’ ἔμ’ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,

  μεγάλοισι χαίρειν σμικρά θ’ ἡδέως ἔχειν.

  Χορός

  [648] Καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ

  ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.

  Ξοῦθος

  [650] Παῦσαι λόγων τῶνδ’, εὐτυχεῖν δ’ ἐπίστασο·

  θέλω γὰρ οὗπέρ σ’ ηὗρον ἄρξασθαι, τέκνον,

  κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,

  θῦσαί θ’ ἅ σου πρὶν γενέθλι’ οὐκ ἐθύσαμεν.

  Καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ’ ἐφέστιον

  [655] δείπνοισι τέρψω, τῆς δ’ Ἀθηναίων χθονὸς

  ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντ’ ἐμόν.

  Καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι

  λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.

  Χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι

  [660] δάμαρτ’ ἐᾶν σε σκῆπτρα τἄμ’ ἔχειν χθονός.

  Ἴωνα δ’ ὀνομάζω σε τῇ τύχῃ πρέπον,

  ὁθούνεκ’ ἀδύτων ἐξιόντι μοι θεοῦ

  ἴχνος συνῆψας πρῶτος. Ἀλλὰ τῶν φίλων

  πλήρωμ’ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ

  [665] πρόσειπε, μέλλων Δελφίδ’ ἐκλιπεῖν πόλιν.

  Ὑμῖν δὲ σιγᾶν, δμωί¨δες, λέγω τάδε,

  ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ’ ἐμήν.

  Ἴων

  [668] Στείχοιμ’ ἄν. Ἓν δὲ τῆς τύχης ἄπεστί μοι·

  εἰ μὴ γὰρ ἥτις μ’ ἔτεκεν εὑρήσω, πάτερ,

  [670] ἀβίωτον ἡμῖν. Εἰ δ’ ἐπεύξασθαι χρεών,

  ἐκ τῶν Ἀθηνῶν μ’ ἡ τεκοῦσ’ εἴη γυνή,

  ὥς μοι γένηται μητρόθεν παρρησία.

  Καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,

  κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα

  [675] δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.

  Χορός

  [676] Ὁρῶ δάκρυα καὶ πενθίμους

  <ἀλαλαγὰς> στεναγμάτων τ’ ἐσβολάς,

  ὅταν ἐμὰ τύραννος εὐπαιδίαν

  πόσιν ἔχοντ’ εἰδῇ,

  [680] αὐτὴ δ’ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.

  Τίν’, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-

  σας ὑμνῳδίαν;

  Πόθεν ὁ παῖς ὅδ’ ἀμφὶ ναοὺς σέθεν

  τρόφιμος ἐξέβα; Γυναικῶν τίνος;

  [685] Οὐ γάρ με σαίνει θέσφατα μή τιν’ ἔχῃ δόλον.

  [688] Δειμαίνω συμφοράν,

  ἐφ’ ὅ ποτε βάσεται.

  [690] Ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,

  τὸ δ’ ἔτ’ εὔφημ’ ἔχει,

  δόλον τύχαν θ’, ὁ παῖς

  ἄλλων τραφεὶς ἐξ αἱμάτων.

  Τίς οὐ τάδε ξυνοίσεται;

  [695] Φίλαι, πότερ’ ἐμᾷ δεσποίνᾳ

  τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;

  Πόσιν, ἐν ᾧ τὰ πάντ’ ἔχουσ’ ἐλπίδων

  μέτοχος ἦν, τλάμων, . . .

  Νῦν δ’ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δ’ εὐτυχεῖ.

  [700] Πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δ’ . . .

  Ἀτίετος φίλων.

  Μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,

  μέγαν ἐς ὄλβο�
�, οὐκ ἴσωσεν τύχης . . .

  ὄλοιτ’, ὄλοιτοπότνιαν ἐξαπαφὼν ἐμάν.

  [705] Καὶ θεοῖσιν μὴ τύχοι

  καλλίφλογα πέλανον ἐπὶ

  πυρὶ καθαγνίσας· τὸ δ’ ἐμὸν εἴσεται,

  <ὅσον ἀμᾶς ἔφυν>

  [710] τυραννίδος φίλα.

  Ἦ δὴ πέλας δείπνων κυρεῖ

  [713] παῖς καὶ πατὴρ νέος νέων.

  Ἰὼ δειράδες Παρνασοῦ πέτρας

  [715] ἔχουσαι σκόπελον οὐράνιόν θ’ ἕδραν,

  ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας

  λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,

  [719] μή ποτ’ εἰς ἐμὰν πόλιν ἵκοιθ’ ὁ παῖς,

  [720] νέαν δ’ ἁμέραν ἀπολιπὼν θάνοι.

  Στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν

  ξενικὸν ἐσβολὰν . . .

  [γαπ ιν τεχτ· ]

  ἁΛίσας ὁ πάρος ἀρχαγὸς ὢν

  Ἐρεχθεὺς ἄναξ.

  Κρέουσα

  [725] ὦ πρέσβυ παιδαγώγ’ Ἐρεχθέως πατρὸς

  τοὐμοῦ ποτ’ ὄντος, ἡνίκ’ ἦν ἔτ’ ἐν φάει,

  ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,

  ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ

  θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.

  [730] σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·

  ἃ μὴ γένοιτο δ’, εἴ τι τυγχάνοι κακόν,

  ἐς ὄμματ’ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.

  ἐγὼ δέ σ’, ὥσπερ καὶ σὺ πατέρ’ ἐμόν ποτε,

  δέσποιν’ ὅμως οὖσ’ ἀντικηδεύω πατρός.

  Πρεσβύτης

  [735] Ὦ θύγατερ, ἄξι’ ἀξίων γεννητόρων

  ἤθη φυλάσσεις, κοὐ καταισχύνασ’ ἔχεις

  τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.

  Ἕλχ’ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.

  Αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι

  [740] συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.

  Κρέουσα

  Ἕπου νυν· ἴχνος δ’ ἐκφύλασσ’ ὅπου τίθης.

  Πρεσβύτης

  Ἰδού.

  τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.

  Κρέουσα

  Βάκτρῳ δ’ ἐρείδου περιφερῆ στίβον χθονός.

  Πρεσβύτης

  Ναὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.

  Κρέουσα

  [745] Ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.

  Πρεσβύτης

  Οὔκουν ἑκών γε· τοῦ δ’ ἀπόντος οὐ κρατῶ.

  Κρέουσα

  [747] Γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος

  δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις

  βέβηκε παίδων, ὧνπερ οὕνεχ’ ἥκομεν;

  [750] Σημήνατ’· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,

  οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.

  Χορός

  Ἰὼ δαῖμον.

  Πρεσβύτης

  Τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.

  Χορός

  Ἰὼ τλᾶμον.

  Πρεσβύτης

  [755] Ἀλλ’ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;

  Χορός

  Εἶἑν· τί δρῶμεν; Θάνατος ὧν κεῖται πέρι . . .

  Κρέουσα

  Τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;

  Χορός

  Εἴπωμεν ἢ σιγῶμεν; Ἢ τί δράσομεν;

  Κρέουσα

  Εἴφ’· ὡς ἔχεις γε συμφοράν τιν’ εἰς ἐμέ.

  Χορός

  [760 ]Εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.

  οὐκ ἔστι σοι, δέσποιν’, ἐπ’ ἀγκάλαις λαβεῖν

  τέκν’, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.

  Κρέουσα

  Ὤμοι, θάνοιμι.

  Πρεσβύτης

  Θύγατερ.

  Κρέουσα

  Ὦ τάλαιν’

  ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος

  ἀβίοτον, φίλαι.

  [765] διοιχόμεσθα.

  Πρεσβύτης

  Τέκνον.

  Κρέουσα

  Αἰαῖ αἰαῖ·

  [767] διανταῖος ἔτυπεν ὀδύνα με πλευ-

  μόνων τῶνδ’ ἔσω.

  Πρεσβύτης

  Μήπω στενάξῃς

  Κρέουσα

  Ἀλλὰ πάρεισι γόοι.

  Πρεσβύτης

  [770] Πρὶν ἂν μάθωμεν

  Κρέουσα

  Ἀγγελίαν τίνα μοι;

  Πρεσβύτης

  Εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς

  κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.

  Χορός

  Κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας

  [775] ἔδωκεν, ἰδίᾳ δ’ εὐτυχεῖ ταύτης δίχα.

  Κρέουσα

  Τόδ’ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες

  ἄχος ἐμοὶ στένειν.

  Πρεσβύτης

  Πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος

  τὸν παῖδ’ ὃν εἶπας, ἢ γεγῶτ’ ἐθέσπισεν;

  Χορός

  [780] Ἤδη πεφυκότ’ ἐκτελῆ νεανίαν

  δίδωσιν αὐτῷ Λοξίας· παρῆ δ’ ἐγώ.

  Κρέουσα

  Πῶς φῄς; Ἄφατον ἄφατον ἀναύδητον

  λόγον ἐμοὶ θροεῖς.

  Πρεσβύτης

  [785] Κἄμοιγε. πῶς δ’ ὁ χρησμὸς ἐκπεραίνεται,

  σαφέστερόν μοι φράζε, χὥστις ἔσθ’ ὁ παῖς.

  Χορός

  Ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς

  πρώτῳ πόσις σός, παῖδ’ ἔδωκ’ αὐτῷ θεός.

  Κρέουσα

  Ὀττοτοττοτοῖ· τὸν δ’ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν

  [790] ἄρα βίοτον; Ἐρημίᾳ δ’ ὀρφανοὺς

  δόμους οἰκήσω.

  Πρεσβύτης

  Τίς οὖν ἐχρήσθη; Τῷ συνῆψ’ ἴχνος ποδὸς

  πόσις ταλα�
��νης; Πῶς δὲ ποῦ νιν εἰσιδών;

  Χορός

  Οἶσθ’, ὦ φίλη δέσποινα, τὸν νεανίαν

  [795] ὃς τόνδ’ ἔσαιρε ναόν; Οὗτος ἔσθ’ ὁ παῖς.

  Κρέουσα

  Ἀν’ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-

  ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,

  [799] οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.

  Πρεσβύτης

  [800] Ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;

  Οἶσθ’, ἢ σιωπῇ τοῦτ’ ἀκύρωτον μένει;

  Χορός

  Ἴων’, ἐπείπερ πρῶτος ἤντησεν πατρί.

  Πρεσβύτης

  Μητρὸς δ’ ὁποίας ἐστὶν

  Χορός

  Οὐκ ἔχω φράσαι.

  Φροῦδος δ’ ἵν’ εἰδῇς πάντα τἀπ’ ἐμοῦ, γέρον

  [805] παιδὸς προθύσων ξένια καὶ γενέθλια

  σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,

  κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.

  Πρεσβύτης

  [808] Δέσποινα, προδεδόμεσθα σὺν γάρ σοι νοσῶ

  τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως

  [810] ὑβριζόμεσθα δωμάτων τ’ Ἐρεχθέως

  ἐκβαλλόμεσθα. Καὶ σὸν οὐ στυγῶν πόσιν

  λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·

  ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν

  καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,

  [815] ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος

  λάθρα πέφηνεν· ὡς λάθρα δ’, ἐγὼ φράσω.

  Ἐπεί σ’ ἄτεκνον ᾔσθετ’, οὐκ ἔστεργέ σοι

  ὅμοιος εἶναι τῆς τύχης τ’ ἴσον φέρειν,

  λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα

  [820] τὸν παῖδ’ ἔφυσεν, ἐξενωμένον δέ τῳ

  Δελφῶν δίδωσιν ἐκτρέφειν. Ὃ δ’ ἐν θεοῦ

  δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.

  Νεανίαν δ’ ὡς ᾔσθετ’ ἐκτεθραμμένον,

 

‹ Prev