Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 151
Complete Works of Euripides Page 151

by Euripides


  ἐλθεῖν σ’ ἔπεισε δεῦρ’ ἀπαιδίας χάριν.

  [825] Κᾆθ’ ὁ θεὸς οὐκ ἐψεύσαθ’, ὅδε δ’ ἐψεύσατο

  πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς

  τοιάσδ’· ἁλοὺς μὲν ἀνέφερ’ ἐς τὸν δαίμονα,

  ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων

  τυραννίδ’ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.

  [830] Καινὸν δὲ τοὔνομ’ ἀνὰ χρόνον πεπλασμένον

  Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.

  Χορός

  [832] Οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,

  οἳ συντιθέντες τἄδικ’ εἶτα μηχαναῖς

  κοσμοῦσι. Φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον

  [835] θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.

  Πρεσβύτης

  Καὶ τῶνδ’ ἁπάντων ἔσχατον πείσῃ κακόν·

  ἀμήτορ’, ἀναρίθμητον, ἐκ δούλης τινὸς

  γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.

  Ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ’ εὐγενοῦς

  [840] μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,

  ἐσῴκισ’ οἴκους· εἰ δὲ σοὶ τόδ’ ἦν πικρόν,

  τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.

  Ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·

  ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ

  [845] ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν

  καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.

  Εἰ γάρ γ’ ὑφήσεις τοῦδ’, ἀπαλλάξῃ βίου.

  Δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,

  ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.

  [850] Ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,

  καὶ συμφονεύειν παῖδ’ ἐπεισελθὼν δόμους

  οὗ δαῖθ’ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις

  ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.

  Ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,

  [855] τοὔνομα· τὰ δ’ ἄλλα πάντα τῶν ἐλευθέρων

  οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.

  Χορός

  Κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω

  κοινουμένη τήνδ’ ἢ θανεῖν ἢ ζῆν καλῶς.

  Κρέουσα

  [859] Ὦ ψυχά, πῶς σιγάσω;

  [860] Πῶς δὲ σκοτίας ἀναφήνω

  εὐνάς, αἰδοῦς δ’ ἀπολειφθῶ;

  Τί γὰρ ἐμπόδιον κώλυμ’ ἔτι μοι;

  Πρὸς τίν’ ἀγῶνας τιθέμεσθ’ ἀρετῆς;

  Οὐ πόσις ἡμῶν προδότης γέγονεν,

  [865] στέρομαι δ’ οἴκων, στέρομαι παίδων,

  φροῦδαι δ’ ἐλπίδες, ἃς διαθέσθαι

  χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,

  σιγῶσα γάμους,

  σιγῶσα τόκους πολυκλαύτους;

  [870] Ἀλλ’ οὐ τὸ Διὸς πολύαστρον ἕδος

  καὶ τὴν ἐπ’ ἐμοῖς σκοπέλοισι θεὰν

  λίμνης τ’ ἐνύδρου Τριτωνιάδος

  πότνιαν ἀκτάν,

  οὐκέτι κρύψω λέχος, ὡς στέρνων

  [875] ἀπονησαμένη ῥᾴων ἔσομαι.

  Στάζουσι κόραι δακρύοισιν ἐμαί,

  ψυχὴ δ’ ἀλγεῖ κακοβουλευθεῖσ’

  ἔκ τ’ ἀνθρώπων ἔκ τ’ ἀθανάτων,

  οὓς ἀποδείξω

  [880] λέκτρων προδότας ἀχαρίστους.

  Ὦ τᾶς ἑπταφθόγγου μέλπων

  κιθάρας ἐνοπάν, ἅτ’ ἀγραύλοις

  κέρασιν ἐν ἀψύχοις ἀχεῖ

  μουσᾶν ὕμνους εὐαχήτους,

  [885] σοὶ μομφάν, ὦ Λατοῦς παῖ,

  πρὸς τάνδ’ αὐγὰν αὐδάσω.

  Ἦλθές μοι χρυσῷ χαίταν

  μαρμαίρων, εὖτ’ ἐς κόλπους

  κρόκεα πέταλα φάρεσιν ἔδρεπον,

  [890] ἀνθίζειν χρυσανταυγῆ·

  λευκοῖς δ’ ἐμφὺς καρποῖσιν

  χειρῶν εἰς ἄντρου κοίτας

  κραυγὰν Ὦ μᾶτέρ μ’ αὐδῶσαν

  θεὸς ὁμευνέτας

  [895] ἆγες ἀναιδείᾳ

  Κύπριδι χάριν πράσσων.

  Τίκτω δ’ ἁ δύστανός σοι

  κοῦρον, τὸν φρίκᾳ ματρὸς

  εἰς εὐνὰν βάλλω τὰν σάν,

  [900] ἵνα με λέχεσι μελέαν μελέοις

  ἐζεύξω τὰν δύστανον.

  Οἴμοι μοι· καὶ νῦν ἔρρει

  πτανοῖς ἁρπασθεὶς θοίνα

  παῖς μοι καὶ σός, τλάμων·

  [905] σὺ δὲ κιθάρᾳ κλάζεις

  παιᾶνας μέλπων.

  Ὠή,

  τὸν Λατοῦς αὐδῶ <σ’>,

  ὅστ’ ὀμφὰν κληροῖς

  πρὸς χρυσέους θάκους

  [910] καὶ γαίας μεσσήρεις ἕδρας,

  εἰς οὖς αὐδὰν καρύξω·

  Ἰὼ κακὸς εὐνάτωρ,

  ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ

  χάριν οὐ προλαβὼν

  [915] παῖδ’ εἰς οἴκους οἰκίζεις·

  ὁ δ’ ἐμὸς γενέτας καὶ σός γ’, ἀμαθής,

  οἰωνοῖς ἔρρει συλαθείς,

  σπάργανα ματέρος ἐξαλλάξας.

  Μισεῖ σ’ ἁ Δᾶλος καὶ δάφνας

  [920] ἔρνεα φοίνικα παρ’ ἁβροκόμαν,

  ἔνθα λοχεύματα σέμν’ ἐλοχεύσατο

  Λατὼ Δίοισί σε καρποῖς.

  Χορός

  Οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται

  κακῶν, ἐφ’ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.

  Πρεσβύτης

  [925] Ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι

  πρόσωπον, ἔξω δ’ ἐγενόμην γνώμης ἐμῆς.

  Κακῶν γὰρ ἄρτι κῦμ’ ὑπεξαντλῶν φρενί,

  πρύμνηθεν αἴρει μ’ ἄλλο σῶν λόγων ὕπο,

  Οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν

  [930] μετῆλθε
ς ἄλλων πημάτων κακὰς ὁδούς.

  τί φῄς; Τίνα λόγον Λοξίου κατηγορεῖς;

  Ποῖον τεκεῖν φῂς παῖδα; Ποῦ θεῖναι πόλεως

  θηρσὶν φίλον τύμβευμ’; Ἄνελθέ μοι πάλιν.

  Κρέουσα

  Αἰσχύνομαι μέν σ’, ὦ γέρον, λέξω δ’ ὅμως.

  Πρεσβύτης

  [935] Ὡς συστενάζειν γ’ οἶδα γενναίως φίλοις.

  Κρέουσα

  Ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας

  πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;

  Πρεσβύτης

  Οἶδ’, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.

  Κρέουσα

  Ἐνταῦθ’ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.

  Πρεσβύτης

  [940] Τίν’; Ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.

  Κρέουσα

  Φοίβῳ ξυνῆψ’ ἄκουσα δύστηνον γάμον.

  Πρεσβύτης

  Ὦ θύγατερ, ἆρ’ ἦν ταῦθ’ ἅ γ’ ᾐσθόμην ἐγώ;

  Κρέουσα

  Οὐκ οἶδ’· ἀληθῆ δ’ εἰ λέγεις φαίημεν ἄν.

  Πρεσβύτης

  Νόσον κρυφαίαν ἡνίκ’ ἔστενες λάθρα;

  Κρέουσα

  [945] Τότ’ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.

  Πρεσβύτης

  Κᾆτ’ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;

  Κρέουσα

  Ἔτεκον ἀνάσχου ταῦτ’ ἐμοῦ κλύων, γέρον.

  Πρεσβύτης

  Ποῦ; Τίς λοχεύει σ’; Ἢ μόνη μοχθεῖς τάδε;

  Κρέουσα

  Μόνη κατ’ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.

  Πρεσβύτης

  [950] Ὁ παῖς δὲ ποῦ ‘στιν; Ἵνα σὺ μηκέτ’ ᾖς ἄπαις.

  Κρέουσα

  Τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.

  Πρεσβύτης

  Τέθνηκ’; Ἀπόλλων δ’ ὁ κακὸς οὐδὲν ἤρκεσεν;

  Κρέουσα

  Οὐκ ἤρκεσ’· Ἅιδου δ’ ἐν δόμοις παιδεύεται.

  Πρεσβύτης

  Τίς γάρ νιν ἐξέθηκεν; Οὐ γὰρ δὴ σύ γε.

  Κρέουσα

  [955] Ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.

  Πρεσβύτης

  Οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;

  Κρέουσα

  Αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.

  Πρεσβύτης

  Καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;

  Κρέουσα

  Πῶς δ’ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ’ ἔπη

  Πρεσβύτης

  [960] Φεῦ·

  τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.

  Κρέουσα

  Εἰ παῖδά γ’ εἶδες χεῖρας ἐκτείνοντά μοι.

  Πρεσβύτης

  μαστὸν διώκοντ’ ἦ πρὸς ἀγκάλαις πεσεῖν;

  Κρέουσα

  Ἐνταῦθ’, ἵν’ οὐκ ὢν ἄδικ’ ἔπασχεν ἐξ ἐμοῦ.

  Πρεσβύτης

  Σοὶ δ’ ἐς τί δόξ’ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;

  Κρέουσα

  [965] Ὡς τὸν θεὸν σῴζοντα τόν γ’ αὑτοῦ γόνον.

  Πρεσβύτης

  Οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.

  Κρέουσα

  Τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;

  Πρεσβύτης

  Σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.

  Κρέουσα

  Τὰ θνητὰ τοιαῦτ’· οὐδὲν ἐν ταὐτῷ μένει.

  Πρεσβύτης

  [970] Μή νυν ἔτ’ οἴκτων, θύγατερ, ἀντεχώμεθα.

  Κρέουσα

  Τί γάρ με χρὴ δρᾶν; Ἀπορία τὸ δυστυχεῖν.

  Πρεσβύτης

  Τὸν πρῶτον ἀδικήσαντά σ’ ἀποτίνου θεόν.

  Κρέουσα

  Καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσ’ ὑπερδράμω;

  Πρεσβύτης

  Πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.

  Κρέουσα

  [975] Δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.

  Πρεσβύτης

  Τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.

  Κρέουσα

  Οἰδούμεθ’ εὐνὰς τὰς τόθ’ ἡνίκ’ ἐσθλὸς ἦν.

  Πρεσβύτης

  Νῦν δ’ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.

  Κρέουσα

  Πῶς; Εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γ’ ἄν.

  Πρεσβύτης

  [980] Ξιφηφόρους σοὺς ὁπλίσασ’ ὀπάονας.

  Κρέουσα

  Στείχοιμ’ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;

  Πρεσβύτης

  Ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.

  Κρέουσα

  Ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.

  Πρεσβύτης

  Ὢμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.

  Κρέουσα

  [985] Καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.

  Πρεσβύτης

  Ἀμφοῖν ἂν εἴην τοῖνδ’ ὑπηρέτης ἐγώ.

  Κρέουσα

  Ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;

  Πρεσβύτης

  Οἶδ’, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.

  Κρέουσα

  Ἐνταῦθα Γοργόν’ ἔτεκε Γῆ, δεινὸν τέρας.

  Πρεσβύτης

  [990] Ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;

  Κρέουσα

  Ναί· καί νιν ἔκτειν’ ἡ Διὸς Παλλὰς θεά.

  Πρεσβύτης

  Ποῖόν τι μορφῆς σχῆμ’ ἔχουσαν ἀγρίας;

  Κρέουσα

  Θώρακ’ ἐχίδνης περιβόλοις ὡπλισμένον.

  Πρεσβύτης

  Ἆρ’ οὗτός ἐσθ’ ὁ μῦθος ὃν κλύω πάλαι;

  Κρέουσα

  [995] Ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.

  Πρεσβύτης

  Ἣν αἰγίδ’ ὀνομάζουσι, Παλλάδος στολήν;

  Κρέου�
�α

  Τόδ’ ἔσχεν ὄνομα θεῶν ὅτ’ ᾖξεν ἐς δόρυ.

  Πρεσβύτης

  Τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;

  Κρέουσα

  Ἐριχθόνιον οἶσθ’, ἢ ; Τί δ’ οὐ μέλλεις, γέρον;

  Πρεσβύτης

  [1000] Ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;

  Κρέουσα

  Τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ

  Πρεσβύτης

  Τί χρῆμα; Μέλλον γάρ τι προσφέρεις ἔπος.

  Κρέουσα

  Δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.

  Πρεσβύτης

  Ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;

  Κρέουσα

  [1005] Τὸν μὲν θανάσιμον, τὸν δ’ ἀκεσφόρον νόσων.

  Πρεσβύτης

  Ἐν τῷ καθάψασ’ ἀμφὶ παιδὶ σώματος;

  Κρέουσα

  Χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσ’ ἐμῷ πατρί.

  Πρεσβύτης

  Κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;

  Κρέουσα

  Ναί· κἀπὶ καρπῷ γ’ αὔτ’ ἐγὼ χερὸς φέρω.

  Πρεσβύτης

  [1010] Πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;

  Κρέουσα

  Κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ

  Πρεσβύτης

  Τί τῷδε χρῆσθαι; Δύνασιν ἐκφέρει τίνα;

  Κρέουσα

  Νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.

  Πρεσβύτης

  Ὁ δεύτερος δ’ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;

  Κρέουσα

  [1015] Κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.

  Πρεσβύτης

  Ἐς ἓν δὲ κραθέντ’ αὐτὸν ἢ χωρὶς φορεῖς;

  Κρέουσα

  Χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.

  Πρεσβύτης

  Ὦ φιλτάτη παῖ, πάντ’ ἔχεις ὅσων σε δεῖ.

  Κρέουσα

  Τούτῳ θανεῖται παῖς· σὺ δ’ ὁ κτείνων ἔσῃ.

 

‹ Prev