by Euripides
Πρεσβύτης
[1020] Ποῦ καὶ τί δράσας; Σὸν λέγειν, τολμᾶν δ’ ἐμόν.
Κρέουσα
Ἐν ταῖς Ἀθήναις, δῶμ’ ὅταν τοὐμὸν μόλῃ.
Πρεσβύτης
Οὐκ εὖ τόδ’ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.
Κρέουσα
Πῶς; Ἆρ’ ὑπείδου τοῦθ’ ὃ κἄμ’ ἐσέρχεται;
Πρεσβύτης
Σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.
Κρέουσα
[1025] Ὁρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
Πρεσβύτης
Αὐτοῦ νυν αὐτὸν κτεῖν’, ἵν’ ἀρνήσῃ φόνους.
Κρέουσα
Προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
Πρεσβύτης
Καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρέουσα
[1029] Οἶσθ’ οὖν ὃ δρᾶσον; Χειρὸς ἐξ ἐμῆς λαβὼν
[1030] χρύσωμ’ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
ἐλθὼν ἵν’ ἡμῖν βουθυτεῖ λάθρα πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ
[1035] ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
Κἄνπερ διέλθῃ λαιμόν, οὔποθ’ ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δ’ αὐτοῦ μενεῖ.
Πρεσβύτης
Σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
[1040] ἡμεῖς δ’ ἐφ’ ᾧ τετάγμεθ’ ἐκπονήσομεν.
Ἄγ’, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
Ἐχθρὸν δ’ ἐπ’ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
[1045] Τὴν δ’ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Χορός
[1048] Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν
νυκτιπόλων ἐφόδων ἀνάσσεις
[1050] καὶ μεθαμερίων, ὅδωσον
δυσθανάτων κρατήρων πλη-
ρώματ’ ἐφ’ οἷσι πέμπει
πότνια πότνι’ ἐμὰ χθονίας
Γοργοῦς λαιμοτόμων ἀπὸ
[1055] σταλαγμῶν
τῷ τῶν Ἐρεχθει¨δᾶν
δόμων ἐφαπτομένῳ·
μηδέ ποτ’ ἄλλος ἄλλων ἀπ’ οἴ-
κων πόλεως ἀνάσσοι
[1060] πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
Εἰ δ’ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
ᾇ νῦν ἐλπὶς ἐφαίνετ’, ἢ θη-
κτὸν ξίφος ἢ δαίμων ἐξά-
[1065] ψει βρόχον ἀμφὶ δειρήν,
πάθεσι πάθεα δ’ ἐξανύτουσ’
εἰς ἄλλας βιότου κάτει-
σι μορφάς.
Οὐ γὰρ δόμων γ’ ἑτέρους
[1070] ἄρχοντας ἀλλοδαποὺς
ζῶσά ποτ’ ὄμμασι ἐν φαεν-
ναῖς ἀνέχοιτ’ ἂν αὐγαῖς
ἁ τῶν εὐπατριδᾶν γεγῶσ’ οἴκων.
Αἰσχύνομαι τὸν πολύυ-
[1075] μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
λαμπάδα θεωρὸν εἰκάδων
ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
[1080] χορεύει δὲ σελάνα
καὶ πεντήκοντα κόραι
Νηρέος, αἱ κατὰ πόντον
ἀενάων τε ποταμῶν
δίνας, χορευόμεναι
[1085] τὰν χρυσοστέφανον κόραν
καὶ ματέρα σεμνάν·
ἵν’ ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
ὁ Φοίβειος ἀλάτας.
[1090] Ὁρᾶθ’ ὅσοι δυσκελάδοι-
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθ’ ὕμνοις
ἁμέτερα λέχεα καὶ γάμους
Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
εὐσεβίᾳ κρατοῦμεν
[1095] ἄδικον ἄροτον ἀνδρῶν.
Παλίμφαμος ἀοιδὰ
καὶ μοῦσ’ εἰς ἄνδρας ἴτω
δυσκέλαδος ἀμφὶ λέκτρων.
Δείκνυσι γὰρ ὁ Διὸς ἐκ
[1100] παίδων ἀμνημοσύναν,
οὐ κοινὰν τεκέων τύχαν
οἴκοισι φυτεύσας
δεσποίνᾳ· πρὸς δ’ Ἀφροδί-
ταν ἄλλαν θέμενος χάριν
[1105] νόθου παιδὸς ἔκυρσεν.
Θεράπων
[1106] Κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,
δέσποιναν εὕρω; Πανταχῇ γὰρ ἄστεως
ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.
Χορός
Τί δ’ ἔστιν, ὦ ξύνδουλε; Τίς προθυμία
[1110] ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;
Θεράπων
Θηρώμεθ’· ἀρχαὶ δ’ ἁπιχώριοι χθονὸς
ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
Χορός
[1113] Οἴμοι, τί λέξεις; Οὔτι που λελήμμεθα
κρυφαῖον ἐς παῖδ’ ἐκπορίζουσαι φόνον;
Θεράπων
[1115] Ἔγνως; Μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.
Χορός
Ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
Θεράπων
Τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
Χορός
Πῶς; Ἀντιάζω σ’ ἱκέτις ἐξειπεῖν τάδε.
[1120] Πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,
ἥδιον ἂν θάνοιμεν, εἴθ’ ὁρᾶν φάος.
Θεράπ�
�ν
[1122] Ἐπεὶ θεοῦ μαντεῖον ᾤχετ’ ἐκλιπὼν
πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
πρὸς δεῖπνα θυσίας θ’ ἃς θεοῖς ὡπλίζετο,
[1125] Ξοῦθος μὲν ᾤχετ’ ἔνθα πῦρ πηδᾷ θεοῦ
βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
δεύσειε δισσὰς παιδὸς ἀντ’ ὀπτηρίων,
λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων
σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
[1130] Θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον
μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
Λαβὼν δὲ μόσχους ᾤχεθ’· ὁ δὲ νεανίας
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
ὀρθοστάταις ἱδρύεθ’, ἡλίου βολὰς
[1135] καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
ἀκτῖνας, οὔτ’ αὖ πρὸς τελευτώσας βίον,
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
μέτρημ’ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
[1140] ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
Λαβὼν δ’ ὑφάσμαθ’ ἱερὰ θησαυρῶν πάρα
κατεσκίαζε, θαύματ’ ἀνθρώποις ὁρᾶν.
Πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
[1145] Ἀμαζόνων σκυλεύματ’ ἤνεγκεν θεῷ.
Ἐνῆν δ’ ὑφανταὶ γράμμασιν τοιαίδ’ ὑφαί,
Οὐρανὸς ἀθροίζων ἄστρ’ ἐν αἰθέρος κύκλῳ.
Ἵππους μὲν ἤλαυν’ ἐς τελευταίαν φλόγα
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
[1150] μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
ὄχημ’ ἔπαλλεν, ἄστρα δ’ ὡμάρτει θεᾷ·
Πλειὰς μὲν ᾔει μεσοπόρου δι’ αἰθέρος
ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
Ἄρκτος στρέφουσ’ οὐραῖα χρυσήρη πόλῳ·
[1155] κύκλος δὲ πανσέληνος ἠκόντιζ’ ἄνω
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
Ἕως διώκουσ’ ἄστρα. Τοίχοισιν δ’ ἔπι
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
[1160] εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
καὶ μιξόθηρας φῶτας, ἱππείας τ’ ἄγρας
ἐλάφων, λεόντων τ’ ἀγρίων θηράματα.
Κατ’ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
σπείραισιν εἱλίσσοντ’, Ἀθηναίων τινὸς
[1165] ἀνάθημα· χρυσέους τ’ ἐν μέσῳ συσσιτίῳ
κρατῆρας ἔστησ’. Ἐν δ’ ἄκροισι βὰς ποσὶ
κῆρυξ ἀνεῖπε τὸν θέλοντ’ ἐγχωρίων
ἐς δαῖτα χωρεῖν. Ὡς δ’ ἐπληρώθη στέγη,
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
[1170] ψυχὴν ἐπλήρουν. Ὡς δ’ ἀνεῖσαν ἡδονήν,
παρελθὼν πρέσβυς ἐς μέσον πέδον
ἔστη, γέλων δ’ ἔθηκε συνδείπνοις πολύν,
πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
[1175] σμύρνης ἱδρῶτα, χρυσέων τ’ ἐκπωμάτων
ἦρχ’, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
Ἐπεὶ δ’ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
κοινόν, γέρων ἔλεξ’· Ἀφαρπάζειν χρεὼν
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ’ ἐσφέρειν,
[1180] ὡς θᾶσσον ἔλθωσ’ οἵδ’ ἐς ἡδονὰς φρενῶν.
Ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
[1185] ὅ φασι δοῦναι φάρμακον δραστήριον
δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
κοὐδεὶς τάδ’ ᾔδειν. Ἐν χεροῖν ἔχοντι δὲ
σπονδὰς μετ’ ἄλλων παιδὶ τῷ πεφηνότι
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·
[1190] ὁ δ’, ὡς ἐν ἱερῷ μάντεσίν τ’ ἐσθλοῖς τραφείς,
οἰωνὸν ἔθετο, κἀκέλευσ’ ἄλλον νέον
κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
δίδωσι γαίᾳ, πᾶσί τ’ ἐκσπένδειν λέγει.
Σιγὴ δ’ ὑπῆλθεν. Ἐκ δ’ ἐπίμπλαμεν δρόσου
[1195] κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.
Κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
κῶμος πελειῶν Λοξίου γὰρ ἐν δόμοις
ἄτρεστα ναίουσ’ ὡς δ’ ἀπέσπεισαν μέθυ,
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
[1200] καθῆκαν, εἷλκον δ’ εὐπτέρους ἐς αὐχένας.
Καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
ἣ δ’ ἕζετ’ ἔνθ’ ὁ καινὸς ἔσπεισεν γόνος,
ποτοῦ τ’ ἐγεύσατ’, εὐθὺς εὔπτερον δέμας
ἔσεισε κἀβάκχευσεν, ἐκ δ’ ἔκλαγξ’ ὄπα
[1205] ἀξύνετον αἰάζουσ’· ἐθάμβησεν δὲ πᾶς
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
Θνῄσκει δ’ ἀπασπαίρουσα, φοινικοσκελεῖς
χηλὰς παρεῖσα. Γυμνὰ δ’ ἐκ πέπλων μέλη
ὑπὲρ τραπέζης ἧχ’ ὁ μαντευτὸς γόνος,
[1210] βοᾷ δέ· Τίς μ’ ἔμελλεν ἀνθρώπων κτενεῖν;
Σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
Εὐθὺς δ’ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
ἐπ’ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθ’ ἕλοι.
[1215] ὤφθη δὲ καὶ κατεῖπ’
ἀναγκασθεὶς μόγις
τόλμας Κρεούσης πώματός τε μηχανάς.
Θεῖ δ’ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
ὁ πυθόχρηστος Λοξίου νεανίας,
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
[1220] Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
Δελφῶν δ’ ἄνακτες ὥρισαν πετρορριφῆ
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τ’ ἀνακτόροις
[1225] φόνον τιθεῖσαν. Πᾶσα δὲ ζητεῖ πόλις
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
παίδων γὰρ ἐλθοῦσ’ εἰς ἔρον Φοίβου πάρα,
τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
Χορός
[1229] Οὐκ ἔστ’ οὐκ ἔστιν θανάτου
[1230] παρατροπὰ μελέᾳ μοι·
φανερὰ γὰρ φανερὰ τάδ’ ἤδη,
σπονδᾶς ἐκ Διονύσου,
βοτρύων θοᾶς ἐχίδνας
σταγόσι μειγνυμένας φόνῳ
[1235] φανερὰ θύματα νερτέρων,
συμφοραὶ μὲν ἐμῷ βίῳ,
λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
τίνα φυγὰν πτερόεσσαν ἢ
χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
[1240] θανάτου λεύσιμον ἄταν
ἀποφεύγουσα, τεθρίππων
ὠκιστᾶν χαλᾶν ἐπιβᾶσ’,
ἢ πρύμνας ἐπὶ ναῶν;
Οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
[1245] θεὸς ἐκκλέπτει.
τί ποτ’, ὦ μελέα δέσποινα, μένει
ψυχῇ σε παθεῖν; Ἆρα θέλουσαι
δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
πεισόμεθ’, ὥσπερ τὸ δίκαιον;
Κρέουσα
[1250] Πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
Πυθίᾳ ψήφῳ κρατηθεῖσ’, ἔκδοτος δὲ γίγνομαι.