Complete Works of Euripides
Page 153
Χορός
Ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν’ εἶ τύχης.
Κρέουσα
Ποῖ φύγω δῆτ’; Ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
μὴ θανεῖν, κλοπῇ δ’ ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
Χορός
[1255] Ποῖ δ’ ἂν ἄλλοσ’ ἢ ‘πὶ βωμόν;
Κρέουσα
Καὶ τί μοι πλέον τόδε;
Χορός
Ἱκέτιν οὐ θέμις φονεύειν.
Κρέουσα
Τῷ νόμῳ δέ γ’ ὄλλυμαι.
Χορός
Χειρία γ’ ἁλοῦσα.
Κρέουσα
Καὶ μὴν οἵδ’ ἀγωνισταὶ πικροὶ
δεῦρ’ ἐπείγονται ξιφήρεις.
Χορός
Ἵζε νυν πυρᾶς ἔπι.
κἂν θάνῃς γὰρ ἐνθάδ’ οὖσα, τοῖς ἀποκτείνασί σε
[1260] προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
Ἴων
[1261] Ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
οἵαν ἔχιδναν τήνδ’ ἔφυσας ἢ πυρὸς
δράκοντ’ ἀναβλέποντα φοινίαν φλόγα,
ᾗ τόλμα πᾶσ’ ἔνεστιν, οὐδ’ ἥσσων ἔφυ
[1265] Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
Λάζυσθ’, ἵν’ αὐτῆς τοὺς ἀκηράτους πλόκους
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
Ἐσθλοῦ δ’ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
[1270] μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
Ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ’ ἔφυς·
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
[1275] Ἀλλ’ οὔτε βωμὸς οὔτ’ Ἀπόλλωνος δόμος
σώσει σ’· ὁ δ’ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
ἄπεστιν αὐτῆς, τοὔνομ’ οὐκ ἄπεστί πω.
Ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
[1280] οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρέουσα
Ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
ὑπέρ τ’ ἐμαυτῆς τοῦ θεοῦ θ’ ἵν’ ἕσταμεν.
Ἴων
Τί δ’ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;
Κρέουσα
[1285] Ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμ’ ἔχειν.
Ἴων
Κἄπειτ’ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρέουσα
Ἀλλ’ οὐκέτ’ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ἴων
Ἀλλ’ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.
Κρέουσα
Οὐκοῦν τότ’ ἦσθα· νῦν δ’ ἐγώ, σὺ δ’ οὐκέτι.
Ἴων
[1290] Οὐκ εὐσεβεῖς γε· τἀμὰ δ’ εὐσεβῆ τότ’ ἦν.
Κρέουσα
Ἔκτεινά σ’ ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ἴων
Οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρέουσα
Μάλιστα· κἀπίμπρης γ’ Ἐρεχθέως δόμους.
Ἴων
Ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;
Κρέουσα
[1295] Ἔμελλες οἰκεῖν τἄμ’, ἐμοῦ βίᾳ λαβών.
Ἴων
Πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
Κρέουσα
Τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
Ἴων
Ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
Κρέουσα
Ἐπίκουρος οἰκήτωρ γ’ ἂν οὐκ εἴη χθονός.
Ἴων
[1300] Κἄπειτα τοῦ μέλλειν μ’ ἀπέκτεινες φόβῳ;
Κρέουσα
Ὡς μὴ θάνοιμί γ’, εἰ σὺ μὴ μέλλων τύχοις.
Ἴων
Φθονεῖς ἄπαις οὖσ’, εἰ πατὴρ ἐξηῦρέ με.
Κρέουσα
Σὺ τῶν ἀτέκνων δῆτ’ ἀναρπάσεις δόμους;
Ἴων
Ἡμῖν δέ γ’ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
Κρέουσα
[1305] Ὅσ’ ἀσπὶς ἔγχος θ’· ἥδε σοι παμπησία.
Ἴων
Ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρέουσα
Τὴν σὴν ὅπου σοι μητέρ’ ἐστὶ νουθέτει.
Ἴων
Σὺ δ’ οὐχ ὑφέξεις ζημίαν, κτείνουσ’ ἐμέ;
Κρέουσα
Ἥν γ’ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
Ἴων
[1310] Τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;
Κρέουσα
Λυπήσομέν τιν’, ὧν λελυπήμεσθ’ ὕπο.
Ἴων
Φεῦ.
Δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
ἔθηκεν ὁ θεὸς οὐδ’ ἀπὸ γνώμης σοφῆς·
τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν,
[1315] ἀλλ’ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν
θεῶν πονηρὰν χεῖρα· τοῖσι δ’ ἐνδίκοις
ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτ’, ἐχρῆν·
καὶ μὴ ‘πὶ ταὐτὸ τοῦτ’ ἰόντ’ ἔχειν ἴσον
τόν τ’ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.
Προφῆτις
[1320] Ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον
λιποῦσα θριγκοῦ τοῦδ’ ὑπερβάλλω πόδα
Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
Ἴων
Χαῖρ’, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφῆτις
[1325] Ἀλλ’ οὖν λεγώμεθ’· ἡ φάτις δ’ οὔ μοι πικρά.
Ἴων
Ἤκουσας ὥς μ’ ἔκτειν�
�ν ἥδε μηχαναῖς;
Προφῆτις
Ἤκουσα· καὶ σὺ δ’ ὠμὸς ὢν ἁμαρτάνεις.
Ἴων
Οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφῆτις
Προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ἴων
[1330] Ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
Προφῆτις
Μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν
Ἴων
Τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφῆτις
Καθαρὸς Ἀθήνας ἔλθ’ ὑπ’ οἰωνῶν καλῶν.
Ἴων
Καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφῆτις
[1335] Μὴ σύ γε· παρ’ ἡμῶν δ’ ἔκλαβ’ οὓς ἔχω λόγους.
Ἴων
Λέγοις ἄν· εὔνους δ’ οὖσ’ ἐρεῖς ὅσ’ ἂν λέγῃς.
Προφῆτις
Ὁρᾷς τόδ’ ἄγγος χερὸς ὑπ’ ἀγκάλαις ἐμαῖς;
Ἴων
Ὁρῶ παλαιὰν ἀντίπηγ’ ἐν στέμμασιν.
Προφῆτις
Ἐν τῇδέ σ’ ἔλαβον νεόγονον βρέφος ποτέ.
Ἴων
[1340] Τί φῄς; Ὁ μῦθος εἰσενήνεκται νέος.
Προφῆτις
Σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.
Ἴων
Πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσ’ ἡμᾶς πάλαι;
Προφῆτις
Ὁ θεός σ’ ἐβούλετ’ ἐν δόμοις ἔχειν λάτριν.
Ἴων
Νῦν δ’ οὐχὶ χρῄζει; Τῷ τόδε γνῶναί με χρή;
Προφῆτις
[1345] Πατέρα κατειπὼν τῆσδέ σ’ ἐκπέμπει χθονός.
Ἴων
Σὺ δ’ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
Προφῆτις
ἐνθύμιόν μοι τότε τίθησι Λοξίας
Ἴων
Τί χρῆμα δρᾶσαι; Λέγε, πέραινε σοὺς λόγους.
Προφῆτις
Σῶσαι τόδ’ εὕρημ’ ἐς τὸν ὄντα νῦν χρόνον.
Ἴων
[1350] Ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;
Προφῆτις
Ἐνθάδε κέκρυπται σπάργαν’ οἷς ἐνῆσθα σύ.
Ἴων
Μητρὸς τάδ’ ἡμῖν ἐκφέρεις ζητήματα;
Προφῆτις
Ἐπεί γ’ ὁ δαίμων βούλεται· πάροιθε δ’ οὔ.
Ἴων
Ὦ μακαρίων μοι φασμάτων ἥδ’ ἡμέρα.
Προφῆτις
[1355] Λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
Ἴων
Πᾶσάν γ’ ἐπελθὼν Ἀσιάδ’ Εὐρώπης θ’ ὅρους.
Προφῆτις
Γνώσῃ τάδ’ αὐτός. Τοῦ θεοῦ δ’ ἕκατί σε
ἔθρεψά τ’, ὦ παῖ, καὶ τάδ’ ἀποδίδωμί σοι,
ἃ κεῖνος ἀκέλευστόν μ’ ἐβουλήθη λαβεῖν
[1360] σῶσαί θ’· ὅτου δ’ ἐβούλεθ’ οὕνεκ’, οὐκ ἔχω λέγειν.
ᾜδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
ἔχοντας ἡμᾶς, οὐδ’ ἵν’ ἦν κεκρυμμένα.
Καὶ χαῖρ’· ἴσον γάρ σ’ ὡς τεκοῦσ’ ἀσπάζομαι.
Ἄρξαι δ’ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
[1365] πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
ἔπειτα δ’ εἴ τις Ἑλλάς. Ἐξ ἡμῶν δ’ ἔχεις
ἅπαντα Φοίβου θ’, ὃς μετέσχε τῆς τύχης.
Ἴων
[1369] Φεῦ φεῦ· κατ’ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
[1370] ἐκεῖσε τὸν νοῦν δούς, ὅθ’ ἡ τεκοῦσά με
κρυφαῖα νυμφευθεῖσ’ ἀπημπόλα λάθρα
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλ’ ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
Τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
[1375] βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
Τλήμων δὲ χἡ τεκοῦσά μ’· ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
[1380] Καὶ νῦν λαβὼν τήνδ’ ἀντίπηγ’ οἴσω θεῷ
ἀνάθημ’, ἵν’ εὕρω μηδὲν ὧν οὐ βούλομαι.
Εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρ’ ἢ σιγῶντ’ ἐᾶν.
Ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
[1385] καίτοι τί πάσχω; Τοῦ θεοῦ προθυμίᾳ
πολεμῶ, τὰ μητρὸς σύμβολ’ ὃς σέσωκέ μοι.
Ἀνοικτέον τάδ’ ἐστὶ καὶ τολμητέον·
τὰ γὰρ πεπρωμέν’ οὐχ ὑπερβαίην ποτ’ ἄν.
Ὦ στέμμαθ’ ἱερά, τί ποτέ μοι κεκεύθατε,
[1390] καὶ σύνδεθ’, οἷσι τἄμ’ ἐφρουρήθη φίλα;
ἰδοὺ περίπτυγμ’ ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακ’ ἔκ τινος θεηλάτου,
εὐρώς τ’ ἄπεστι πλεγμάτων· ὁ δ’ ἐν μέσῳ
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρέουσα
[1395] Τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
Ἴων
σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι
Κρέουσα
[1397] Οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.
Ὁρῶ γὰρ ἄγγος οὗ ‘ξέθηκ’ ἐγώ ποτε
σέ γ’, ὦ τέκνον μοι, βρέφος ἔτ’ ὄντα νήπιον,
[1400] Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
Λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.
Ἴων
Λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
βωμοῦ λιποῦσα ξόανα· δεῖτε δ’ ὠλένας.
Κρέουσα
Σφάζοντες οὐ λήγοιτ’ ἄν· ὡς ἀνθέξομαι
[1405] καὶ τῆσδε κ
αὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.
Ἴων
Τάδ’ οὐχὶ δεινά; Ῥυσιάζομαι λόγῳ.
Κρέουσα
Οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
Ἴων
Ἐγὼ φίλος σός; Κᾆτά μ’ ἔκτεινες λάθρα;
Κρέουσα
Παῖς γ’, εἰ τόδ’ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ἴων
[1410] Παῦσαι πλέκουσα. Λήψομαί σ’ ἐγὼ καλῶς.
Κρέουσα
Ἐς τοῦθ’ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ἴων
Κενὸν τόδ’ ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρέουσα
Σά γ’ ἔνδυθ’, οἷσί σ’ ἐξέθηκ’ ἐγώ ποτε.
Ἴων
Καὶ τοὔνομ’ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρέουσα
[1415] Κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
Ἴων
Λέγ’· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρέουσα
Σκέψασθ’· ὃ παῖς ποτ’ οὖσ’ ὕφασμ’ ὕφην’ ἐγὼ
Ἴων
Ποῖόν τι; Πολλὰ παρθένων ὑφάσματα.
Κρέουσα
Οὐ τέλεον, οἷον δ’ ἐκδίδαγμα κερκίδος.
Ἴων
[1420] Μορφὴν ἔχον τίν’; Ὥς με μὴ ταύτῃ λάβῃς.
Κρέουσα
Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ἴων
Ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρέουσα
Κεκρασπέδωται δ’ ὄφεσιν αἰγίδος τρόπον.
Ἴων
Ἰδού·
τόδ’ ἔσθ’ ὕφασμα, θέσφαθ’ ὡς εὑρίσκομεν.
Κρέουσα
[1425] Ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
Ἴων
Ἔστιν τι πρὸς τῷδ’, ἢ μόνῳ τῷδ’ εὐτυχεῖς;
Κρέουσα
Δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
δώρημ’ Ἀθάνας, ἣ τέκν’ ἐντρέφειν λέγει
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.