Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 155
Complete Works of Euripides Page 155

by Euripides

ἐπεὶ δ’ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,

  καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ

  τά τ’ ὄντα καὶ μέλλοντα πάντ’ ἠπίστατο,

  [15] προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.

  Ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος

  Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ

  λόγος τις ὡς Ζεὺς μητέρ’ ἔπτατ’ εἰς ἐμὴν

  Λήδαν κύκνου μορφώματ’ ὄρνιθος λαβών,

  [20] ὃς δόλιον εὐνὴν ἐξέπραξ’ ὑπ’ αἰετοῦ

  δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·

  Ἑλένη δ’ ἐκλήθην. Ἃ δὲ πεπόνθαμεν κακὰ

  λέγοιμ’ ἄν. Ἦλθον τρεῖς θεαὶ κάλλους πέρι

  Ἰδαῖον ἐς κευθμῶν’ Ἀλέξανδρον πάρα,

  [25] Ἥρα Κύπρις τε διογενής τε παρθένος,

  μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.

  Τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,

  Κύπρις προτείνασ’ ὡς Ἀλέξανδρος γαμεῖ,

  νικᾷ. Λιπὼν δὲ βούσταθμ’ Ἰδαῖος Πάρις

  [30] Σπάρτην ἀφίκεθ’ ὡς ἐμὸν σχήσων λέχος.

  Ἥρα δὲ μεμφθεῖσ’ οὕνεκ’ οὐ νικᾷ θεάς,

  ἐξηνέμωσε τἄμ’ Ἀλεξάνδρῳ λέχη,

  δίδωσι δ’ οὐκ ἔμ’, ἀλλ’ ὁμοιώσασ’ ἐμοὶ

  εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ’ ἄπο,

  [35] Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ’ ἔχειν

  κενὴν δόκησιν, οὐκ ἔχων. Τὰ δ’ αὖ Διὸς

  βουλεύματ’ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·

  πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ

  καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν

  [40] πλήθους τε κουφίσειε μητέρα χθόνα

  γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.

  Φρυγῶν δ’ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,

  τὸ δ’ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.

  Λαβὼν δέ μ’ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος

  [45] νεφέλῃ καλύψας οὐ γὰρ ἠμέλησέ μου

  Ζεύς τόνδ’ ἐς οἶκον Πρωτέως ἱδρύσατο,

  πάντων προκρίνας σωφρονέστατον βροτῶν,

  ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.

  Κἀγὼ μὲν ἐνθάδ’ εἴμ’, ὁ δ’ ἄθλιος πόσις

  [50] στράτευμ’ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς

  θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.

  Ψυχαὶ δὲ πολλαὶ δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις

  ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσ’ ἐγὼ

  κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ’ ἐμὸν

  [55] πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.

  Τί δῆτ’ ἔτι ζῶ; Θεοῦ τόδ’ εἰσήκουσ’ ἔπος

  Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον

  Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον

  οὐκ ἦλθον, ἵνα μὴ λέκτρ’ ὑποστρώσω τινί.

  [60] Ἕως μὲν οὖν φῶς ἡλίου τόδ’ ἔβλεπεν

  Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς

  σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος

  θηρᾷ γαμεῖν με. Τὸν πάλαι δ’ ἐγὼ πόσιν

  τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε

  [65] ἱκέτις, ἵν’ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,

  ὡς, εἰ καθ’ Ἑλλάδ’ ὄνομα δυσκλεὲς φέρω,

  μή μοι τὸ σῶμά γ’ ἐνθάδ’ αἰσχύνην ὄφλῃ.

  Τεῦκρος

  [68] Τίς τῶνδ’ ἐρυμνῶν δωμάτων ἔχει κράτος;

  Πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,

  [70] βασίλειά τ’ ἀμφιβλήματ’ εὔθριγκοί θ’ ἕδραι.

  Ἔα·

  ὦ θεοί, τίν’ εἶδον ὄψιν; Ἐχθίστην ὁρῶ

  γυναικὸς εἰκὼ φόνιον, ἥ μ’ ἀπώλεσεν

  πάντας τ’ Ἀχαιούς. Θεοί σ’, ὅσον μίμημ’ ἔχεις

  [75] Ἑλένης, ἀποπτύσειαν. Εἰ δὲ μὴ ‘ν ξένῃ

  γαίᾳ πόδ’ εἶχον, τῷδ’ ἂν εὐστόχῳ πτερῷ

  ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

  Ἑλένη

  Τί δ’, ὦ ταλαίπωρ’ ὅστις ὤν μ’ ἀπεστράφης

  καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

  Τεῦκρος

  [80] Ἥμαρτον· ὀργῇ δ’ εἶξα μᾶλλον ἤ με χρῆν·

  μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.

  Σύγγνωθι δ’ ἡμῖν τοῖς λελεγμένοις, γύναι.

  Ἑλένη

  Τίς δ’ εἶ; Πόθεν γῆς τῆσδ’ ἐπεστράφης πέδον;

  Τεῦκρος

  Εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.

  Ἑλένη

  [85] Οὐ τἄρα σ’ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.

  Ἀτὰρ τίς εἶ πόθεν; Τίνος δ’ αὐδᾶν σε χρή;

  Τεῦκρος

  Ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ

  Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.

  Ἑλένη

  Τί δῆτα Νείλου τούσδ’ ἐπιστρέφῃ γύας;

  Τεῦκρος

  [90] Φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.

  Ἑλένη

  Τλήμων ἂν εἴης· Τίς δέ σ’ ἐκβάλλει πάτρας;

  Τεῦκρος

  Τελαμὼν ὁ φύσας. Τίν’ ἂν ἔχοις μᾶλλον φίλον;

  Ἑλένη

  Ἐκ τοῦ; Τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

  Τεῦκρος

  Αἴας μ’ ἀδελφὸς ὤλεσ’ ἐν Τροίᾳ θανών.

  Ἑλένη

  [95] Πῶς; Οὔ τί που σῷ φασγάνῳ βίον στερείς;

  Τεῦκρος

  Οἰκεῖον αὐτὸν ὤλεσ’ ἅλμ’ ἐπὶ ξίφος.

  Ἑλένη

  Μανέντ’; Ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ’ ἄν;

  Τεῦκρος

  Τὸν Πηλέως τιν’ οἶσ
θ’ Ἀχιλλέα γόνον;

  Ἑλένη

  Ναί·

  μνηστήρ ποθ’ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.

  Τεῦκρος

  [100] Θανὼν ὅδ’ ὅπλων ἔριν ἔθηκε συμμάχοις.

  Ἑλένη

  Καὶ δὴ τί τοῦτ’ Αἴαντι γίγνεται κακόν;

  Τεῦκρος

  Ἄλλου λαβόντος ὅπλ’ ἀπηλλάχθη βίου.

  Ἑλένη

  Σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

  Τεῦκρος

  Ὁθούνεκ’ αὐτῷ γ’ οὐ ξυνωλόμην ὁμοῦ.

  Ἑλένη

  [105] Ἦλθες γάρ, ὦ ξέν’, Ἰλίου κλεινὴν πόλιν;

  Τεῦκρος

  Καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

  Ἑλένη

  Ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

  Τεῦκρος

  Ὥστ’ οὐδ’ ἴχνος γε τειχέων εἶναι σαφές.

  Ἑλένη

  Ὦ τλῆμον Ἑλένη, διὰ σ’ ἀπόλλυνται Φρύγες.

  Τεῦκρος

  [110] Καὶ πρός γ’ Ἀχαιοί· μεγάλα δ’ εἴργασται κακά.

  Ἑλένη

  Πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

  Τεῦκρος

  Ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.

  Ἑλένη

  Χρόνον δ’ ἐμείνατ’ ἄλλον ἐν Τροίᾳ πόσον;

  Τεῦκρος

  Πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

  Ἑλένη

  [115] Ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;

  Τεῦκρος

  Μενέλαος αὐτὴν ἦγ’ ἐπισπάσας κόμης.

  Ἑλένη

  Εἶδες σὺ τὴν δύστηνον; Ἢ κλύων λέγεις;

  Τεῦκρος

  Ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.

  Ἑλένη

  Σσκοπεῖτε μὴ δόκησιν εἴχετ’ ἐκ θεῶν.

  Τεῦκρος

  [120] Ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.

  Ἑλένη

  Οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;

  Τεῦκρος

  Οὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.

  Ἑλένη

  Ἤδη δ’ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;

  Τεῦκρος

  Οὔκουν ἐν Ἄργει <γ’> οὐδ’ ἐπ’ Εὐρώτα ῥοαῖς.

  Ἑλένη

  [125] Αἰαῖ· κακὸν τόδ’ εἶπας οἷς κακὸν λέγεις.

  Τεῦκρος

  Ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.

  Ἑλένη

  Οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;

  Τεῦκρος

  Ἦν, ἀλλὰ χειμὼν ἄλλοσ’ ἄλλον ὥρισεν.

  Ἑλένη

  Ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;

  Τεῦκρος

  [130] Μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.

  Ἑλένη

  Κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ’ ἀφιγμένον;

  Τεῦκρος

  Οὐδείς· θανὼν δὲ κλῄζεται καθ’ Ἑλλάδα.

  Ἑλένη

  Ἀπωλόμεσθα· Θεστιὰς δ’ ἔστιν κόρη;

  Τεῦκρος

  Λήδαν ἔλεξας; Οἴχεται θανοῦσα δή.

  Ἑλένη

  [135] Οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;

  Τεῦκρος

  Φασίν, βρόχῳ γ’ ἅψασαν εὐγενῆ δέρην.

  Ἑλένη

  Οἱ Τυνδάρειοι δ’ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;

  Τεῦκρος

  Τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δ’ ἐστὸν λόγω.

  Ἑλένη

  Πότερος ὁ κρείσσων; Ὦ τάλαιν’ ἐγὼ κακῶν.

  Τεῦκρος

  [140] Ἄστροις σφ’ ὁμοιωθέντε φάσ’ εἶναι θεώ.

  Ἑλένη

  Καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;

  Τεῦκρος

  [141] Σφαγαῖς ἀδελφῆς οὕνεκ’ ἐκπνεῦσαι βίον.

  Ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.

  Ὧν δ’ οὕνεκ’ ἦλθον τούσδε βασιλείους δόμους,

  [145] τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,

  σὺ προξένησον, ὡς τύχω μαντευμάτων

  ὅπῃ νεὼς στείλαιμ’ ἂν οὔριον πτερὸν

  ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ’ ἐθέσπισεν

  οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν

  [150] Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.

  Ἑλένη

  Πλοῦς, ὦ ξέν’, αὐτὸς σημανεῖ· σὺ δ’ ἐκλιπὼν

  γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως

  ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ

  κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·

  [155] κτείνει γὰρ Ἕλλην’ ὅντιν’ ἂν λάβῃ ξένον.

  Ὅτου δ’ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν

  ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;

  Τεῦκρος

  [158]`Καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι

  ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.

  [160] Ἑλένῃ δ’ ὅμοιον σῶμ’ ἔχουσ’ οὐ τὰς φρένας

  ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.

  Κακῶς δ’ ὄλοιτο μηδ’ ἐπ’ Εὐρώτα ῥοὰς

  ἔλθοι· σὺ δ’ εἴης εὐτυχὴς ἀεί, γύναι.

  Ἑλένη

  [164] Ὢ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον

  [165] ποῖον ἁμιλλαθῶ γόον; Ἢ τίνα μοῦσαν ἐπέλθω

  δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; Αἰαῖ.

  Πτεροφόροι νεάνιδες,

  παρθένοι Χθονὸς κόραι

  Σειρῆνες, εἴθ’ ἐμοῖς γόοις

  [170] μόλοιτ’ ἔχουσαι Λίβυν

  λωτὸν ἢ σύριγγας ἢ

  φόρμιγγας, αἰλίνοις κακοῖς

  τοῖς ἐμοῖσι σύνοχα δάκρυα·

  πάθεσι πάθεα, μέλεσι μέλεα,

  μουσεῖα θρηνήμα-

  σι ξυνῳδὰ πέμψειε

  [175] Φερσέφασσα

  φό�
�ια, χάριτας ἵν’ ἐπὶ δάκρυσι

  παρ’ ἐμέθεν ὑπὸ μέλαθρα νύχια

  [177β] παιᾶνα

  νέκυσιν ὀλομένοις λάβῃ.

  Χορός

  [179] Κυανοειδὲς ἀμφ’ ὕδωρ

  [180] ἔτυχον ἕλικά τ’ ἀνὰ χλόαν

  φοίνικας ἁλίου πέπλους

  αὐγαῖσιν ἐν χρυσέαις

  ἀμφὶ δόνακος ἔρνεσιν

  θάλπουσα· <ποτνίας δ’ ἐμᾶς,>

  ἔνθεν οἰκτρὸν ἀνεβόασεν,

  [185] ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,

  ὅτι ποτ’ ἔλακεν αἰάγμα

  σι στένουσα, Νύμφα τις

  [187β] οἷα Ναὶ¨ς

  ὄρεσι φυγάδα νόμον ἱεῖσα

  γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα

  [189β] κλαγγαῖσι

  [190] Πανὸς ἀναβοᾷ γάμους.

  Ἑλένη

  [191] Ἰὼ ἰώ·

  θήραμα βαρβάρου πλάτας,

  Ἑλλανίδες κόραι,

  ναύτας Ἀχαιῶν

  [195] τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.

  Ἰλίου κατασκαφαὶ

  πυρὶ μέλουσι δαί¨ῳ

  δι’ ἐμὲ τὰν πολυκτόνον,

  δι’ ἐμὸν ὄνομα πολύπονον.

  [200] Λήδα δ’ ἐν ἀγχόναις

  θάνατον ἔλαβεν αἰσχύ-

  νας ἐμᾶς ὑπ’ ἀλγέων.

  Ὁ δ’ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς

  πόσις ὀλόμενος οἴχεται,

  [205] Κάστορός τε συγγόνου τε

  διδυμογενὲς ἄγαλμα πατρίδος

  ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-

  λοιπε δάπεδα γυμνάσιά τε

  [210] δονακόεντος Εὐρώ-

  [210β] τα, νεανιᾶν πόνον.

  Χορός

  [211] Οἰαῖ αἰαῖ·

  ὦ δαίμονος πολυστόνου

  μοίρας τε σᾶς, γύναι.

  Αἰὼν δυσαίων

  τις ἔλαχεν ἔλαχεν, ὅτε σ’ ἐτέκετο ματρόθεν

  [215] χιονόχρως κύκνου πτερῷ

  Ζεὺς πρέπων δι’ αἰθέρος·

 

‹ Prev