by Euripides
τί γὰρ ἄπεστί σοι κακῶν;
Τίνα δὲ βίοτον οὐκ ἔτλας;
Μάτηρ μὲν οἴχεται,
[220] δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
[225] πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτ’ ἔτι
πάτρια μέλαθρα καὶ τὰν
[228β] Χαλκίοικον ὀλβιεῖς.
Ἑλένη
[229] Φεῦ φεῦ, τίς ἢ Φρυγῶν
[230] ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίῳ πεύκαν;
Ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
[235] τὰν ἐμὰν ἐφ’ ἑστίαν,
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν· ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναί¨δαις ἄγουσα θάνατον Πριαμίδαις,
[240] ὦ τάλαινα συμφορᾶς.
Ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον·
ὅς με χλοερὰ δρεπομέναν
[245] ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμ’,
ἀναρπάσας δι’ αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
Τὸ δ’ ἐμὸν ὄνομα
[250] παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
Χορός
Ἔχεις μὲν ἀλγείν’, οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
[255] Φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
Ἆρ’ ἡ τεκοῦσά μ’ ἔτεκεν ἀνθρώποις τέρας;
Γυνὴ γὰρ οὔθ’ Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
[260] Τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ’ ἐστί μου,
τὰ μὲν δι’ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
Εἴθ’ ἐξαλειφθεῖσ’ ὡς ἄγαλμ’ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
[265] Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
Ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ’ ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
[270] Πρῶτον μὲν οὐκ οὖσ’ ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
Ἔπειτα πατρίδος θεοί μ’ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρ’ ἤθη, καὶ φίλων τητωμένη
[275] δούλη καθέστηκ’ οὖσ’ ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
Ἄγκυρα δ’ ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθ’ ἥξειν καί μ’ ἀπαλλάξειν κακῶν
οὗτος τέθνηκεν, οὗτος οὐκέτ’ ἔστι δή.
[280] Μήτηρ δ’ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ’ ἔστ’ ἐμόν·
ὃ δ’ ἀγλάισμα δωμάτων ἐμοῦ τ’ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
[285] οὐκ ἐστόν. Ἀλλὰ πάντ’ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ’ ἔργοισιν οὔ.
Τὸ δ’ ἔσχατον τοῦτ’, εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθα τὴν ὑπ’ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μ’ ἐλθεῖν μέτα.
[290] Εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρ’ ἦν μόνοις, ἐς ξύμβολα.
Νῦν δ’ οὔτε τοῦτ’ ἔστ’ οὔτε μὴ σωθῇ ποτε.
Τί δῆτ’ ἔτι ζῶ; Τίν’ ὑπολείπομαι τύχην;
Γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
[295] μετ’ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσ’; Ἀλλ’ ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμ’ ἐστιν πικρόν.
Θανεῖν κράτιστον· πῶς θάνοιμ’ ἂν οὐ καλῶς;
Ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
[300] κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δ’ ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δ’ ὁ καιρὸς σάρκ’ ἀπαλλάξαι βίου.
Ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
[305] γυναῖκες, ἡμᾶς δ’ αὐτὸ τοῦτ’ ἀπώλεσεν.
Χορός
[306] Ἑλένη, τὸν ἐλθόνθ’, ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντ’ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
Καὶ μὴν σαφῶς γ’ ἔλεξ’ ὀλωλέναι πόσιν.
Χορός
Πόλλ’ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
[310] Καὶ τἄμπαλίν γε τῶνδ’ ἀληθείᾳ σαφῆ.
Χορός
Ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
Φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ’ ἄγει.
Χορός
Πῶς δ’ εὐμενεία
ς τοισίδ’ ἐν δόμοις ἔχεις;
Ἑλένη
Πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός
[315] Οἶσθ’ οὖν ὃ δρᾶσον; Μνήματος λιποῦσ’ ἕδραν
Ἑλένη
Ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός
[317] Ἐλθοῦσ’ ἐς οἴκους, ἣ τὰ πάντ’ ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ’ ἔστ’ ἔτι
[320] εἴτ’ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ’ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ’ ἔχε.
Πρὶν δ’ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτ’ ἄν; Ἀλλ’ ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
[325] ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσ’ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
Θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ἑλένη
[330] Φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δ’ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
Θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
[335] Ἰὼ μέλεος ἁμέρα.
Τίν’ ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
Χορός
Μὴ πρόμαντις ἀλγέων
προλάμβαν’, ὦ φίλα, γόους.
Ἑλένη
[340] Τί μοι πόσις μέλεος ἔτλα;
Πότερα δέρκεται φάος
τέθριππά θ’ ἁλίου κέλευθά τ’ ἀστέρων,
[344] ἢ ‘ν νέκυσι κατὰ χθονὸς
[345] τὰν χρόνιον ἔχει τύχαν;
Χορός
Ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
Σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
[350] Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι τί τάδ’ ἀσύνετα;
Φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
[355] λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί
ας ἐνίζοντι Πριαμί
δᾳ ποτ’ ἀμφὶ βουστάθμους.
Χορός
[360] Ἄλλοσ’ ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
[362] Ἰὼ Τροία τάλαινα,
[362β] δι’ ἔργ’ ἄνεργ’ ὄλλυσαι
μέλεά τ’ ἔτλας· τὰ δ’ ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
[365] πολὺ δὲ δάκρυον· ἄχεά τ’ ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα. . . .
Ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
[370] Βοὰν βοὰν δ’ Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δ’ ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.
[375] Ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
ἁ μορφᾷ θηρῶν λαχνογυίων
ὄμματι λάβρῷ σχῆμα λεαίνης
[380] ἐξαλλάξασ’ ἄχθεα λύπης·
ἅν τέ ποτ’ Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατ’ ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δ’ ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
[385] ὀλομένους τ’ Ἀχαιούς.
Μενελέως
[386] Ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθ’ ὤφελες τόθ’, ἡνίκ’ ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
[390] πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνον’ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαι καὶ τόδ’ οὐ κόμπῳ λέγω
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
[395] τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δ’ ἄρξας Ἑλλάδος νεανίαις.
Καὶ τοὺς μὲν οὐκέτ’ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δ’ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματ’ εἰς οἴκους πάλιν.
[400] Ἐγὼ δ’ ἐπ’ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τ’ ἐρήμους ἀξένους τ’ ἐπιδρομὰς
[405] πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μ’ ἀπωθεῖ πνεῦμα, κοὔποτ’ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μ’ ἐς πάτραν μολεῖν.
Καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
[410] πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
Τρόπις δ’ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφ’ ἧς ἐσώθην μόλι
ς ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
Ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
[415] οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθ’ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπ’ αἰδοῦς τῆς τύχης. Ὅταν δ’ ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
[420] Χρεία δὲ τείρει μ’· οὔτε γὰρ σῖτος πάρα
οὔτ’ ἀμφὶ χρῶτ’ ἐσθῆτες· αὐτὰ δ’ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
Πέπλους δὲ τοὺς πρὶν λαμπρά τ’ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασ’· ἐν δ’ ἄντρου μυχοῖς
[425] κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμ’ ἀναγκάσας λέχη.
Μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορ’ ἤν πως ἐξερευνήσας λάβω.
[430] Ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δ’ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον
οὐδ’ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
[435] Ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμ’ ἔσω κακά;
Γραῦς
[437] Τίς πρὸς πύλαισιν; Οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; Ἢ κατθανῇ
[440] Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
Ὦ γραῖα, ταὐτὰ ταῦτ’ ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ· ἀλλ’ ἄνες λόγον.
Γραῦς