Complete Works of Euripides
Page 161
Θεοκλύμενος
Οὐ δῆτα. Πῶς οὖν; Τόνδ’ ἔτ’ οἰκήσεις τάφον;
Ἑλένη
Τί κερτομεῖς με, τὸν θανόντα δ’ οὐκ ἐᾷς;
Θεοκλύμενος
[1230] Πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
Ἑλένη
Ἀλλ’ οὐκέτ’· ἤδη δ’ ἄρχε τῶν ἐμῶν γάμων.
Θεοκλύμενος
Χρόνια μὲν ἦλθεν, ἀλλ’ ὅμως αἰνῶ τάδε.
Ἑλένη
Οἶσθ’ οὖν ὃ δρᾶσον; Τῶν πάρος λαθώμεθα.
Θεοκλύμενος
Ἐπὶ τῷ; Χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ἑλένη
[1235] Σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
Θεοκλύμενος
Μεθίημι νεῖκος τὸ σόν, ἴτω δ’ ὑπόπτερον.
Ἑλένη
Πρός νύν σε γονάτων τῶνδ’, ἐπείπερ εἶ φίλος
Θεοκλύμενος
Τί χρῆμα θηρῶσ’ ἱκέτις ὠρέχθης ἐμοῦ;
Ἑλένη
Τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θεοκλύμενος
[1240] Τί δ’; Ἔστ’ ἀπόντων τύμβος; Ἢ θάψεις σκιάν;
Ἑλένη
Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ
Θεοκλύμενος
Τί δρᾶν; Σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ἑλένη
Κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θεοκλύμενος
Κτέριζ’· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
Ἑλένη
[1245] Οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
Θεοκλύμενος
Πῶς δαί; Λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ἑλένη
Ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θεοκλύμενος
Τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;
Ἑλένη
Ὅδ’ οἶδ’, ἐγὼ δ’ ἄπειρος, εὐτυχοῦσα πρίν.
Θεοκλύμενος
[1250] Ὦ ξένε, λόγων μὲν κληδόν’ ἤνεγκας φίλην.
Μενελέως
Οὔκουν ἐμαυτῷ γ’ οὐδὲ τῷ τεθνηκότι.
Θεοκλύμενος
Πῶς τοὺς θανόντας θάπτετ’ ἐν πόντῳ νεκρούς;
Μενελέως
Ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
Θεοκλύμενος
Πλούτου λέγ’ οὕνεχ’ ὅ τι θέλεις ταύτης χάριν.
Μενελέως
[1255] Προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θεοκλύμενος
Τίνος; Σύ μοι σήμαινε, πείσομαι δ’ ἐγώ.
Μενελέως
Αὐτὸς σὺ γίγνωσκ’· ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλύμενος
Ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελέως
Διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλύμενος
[1260] Οὐ τῶνδ’ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελέως
Καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλύμενος
Ἔσται· τί δ’ ἄλλο προσφέρειν νομίζεται;
Μενελέως
Χαλκήλαθ’ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλύμενος
Ἄξια τάδ’ ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελέως
[1265] Καὶ τἄλλ’ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
Πῶς οὖν; Ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
Ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
Πόσον δ’ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
Ὥστ’ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
[1270] Τί δή; Τόδ’ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
Ὡς μὴ πάλιν γῇ λύματ’ ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
Καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.
Θεοκλύμενος
Οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελέως
[1275] Μητρὸς τόδ’ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλύμενος
Ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενελέως
Ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θεοκλύμενος
[1278] Ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
Ἐλθὼν δ’ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·
[1280] καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῇδε πρὸς χάριν· φήμας δ’ ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψῃ σῖτά θ’, ὥστε σ’ ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γ’ ἀθλίως ἔχονθ’ ὁρῶ.
[1285] Σὺ δ’, ὦ τάλαινα, μὴ ‘πὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήν Μενέλεως δ’ ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
Σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ’ ὄντ’ ἐᾶν·
[1290] ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
Ἢν δ’ Ἑλλάδ’ ἔλθω καὶ τύχω σωτηρίας,
[1293] παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
[1292] οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ἑλένη
[1294] Ἔσται τάδ’· οὐδὲ μέμψεται πόσις ποτὲ
[1295] ἡμῖν· σὺ δ’ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
Ἀλλ’, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τ’ ἐξάλλαξον. Οὐ�
� ἐς ἀμβολὰς
εὐεργετήσω σ’· εὐμενέστερον γὰρ ἂν
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
[1300] δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
Χορός
[1301] Ὀρεία ποτὲ δρομάδι κώ-
λῳ μάτηρ θεῶν ἐσύθη ἀν’
ὑλάεντα νάπη
ποτάμιόν τε χεῦμ’ ὑδάτων
[1305] βαρύβρομόν τε κῦμ’ ἅλιον
πόθῳ τᾶς ἀποιχομένας
ἀρρήτου κούρας.
Κρόταλα δὲ βρόμια διαπρύσιον
ἱέντα κέλαδον ἀνεβόα,
[1310] θηρῶν ὅτε ζυγίους
ζευξάσᾳ θεᾷ σατίνας
τὰν ἁρπασθεῖσαν κυκλίων
χορῶν ἔξω παρθενίων
μετὰ κούραν, ἀελλόποδες,
[1315] ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δ’
ἔγχει Γοργῶπις πάνοπλος,
<συνείποντο. Ζεὺς δ’ ἑδράνων>
αὐγάζων ἐξ οὐρανίων
[1318β] ἄλλαν μοῖραν ἔκραινε.
Δρομαῖον δ’ ὅτε πολυπλάνη-
[1320] τον μάτηρ ἔπαυσε πόνον,
μαστεύουσα πόνους
θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονάς γ’ ἐπέρασ’
Ἰδαιᾶν Νυμφᾶν σκοπιάς·
[1325] ῥίπτει δ’ ἐν πένθει
πέτρινα κατὰ δρία πολυνιφέα·
βροτοῖσι δ’ ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσ’ ἀρότοις
λαῶν δὲ φθείρει γενεάν·
[1330] ποίμναις δ’ οὐχ ἵει θαλερὰς
βοσκὰς εὐφύλλων ἑλίκων,
πόλεων δ’ ἀπέλειπε βίος·
οὐδ’ ἦσαν θεῶν θυσίαι,
βωμοῖς δ’ ἄφλεκτοι πέλανοι·
[1335] πηγὰς δ’ ἀμπαύει δροσερὰς
λευκῶν ἐκβάλλειν ὑδάτων
πένθει παιδὸς ἀλάστωρ.
Ἐπεὶ δ’ ἔπαυσ’ εἰλαπίνας
θεοῖς βροτείῳ τε γένει,
Ζεὺς μειλίσσων στυγίους
[1340] Ματρὸς ὀργὰς ἐνέπει·
Βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τᾷ περὶ παρθένῳ
Δηοῖ θυμωσαμένᾳ
λύπαν ἐξαλλάξατ’ ἀλαλᾷ,
[1345] Μοῦσαί θ’ ὕμνοισι χορῶν.
Χαλκοῦ δ’ αὐδὰν χθονίαν
τύπανά τ’ ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά
ρων Κύπρις· γέλασέν τε θεὰ
[1350] δέξατό τ’ ἐς χέρας
βαρύβρομον αὐλὸν
τερφθεῖσ’ ἀλαλαγμῷ.
Ὧν οὐ θέμις <σ’> οὔθ’ ὁσία
‘πύρωσας ἐν <θεῶν> θαλάμοις,
[1355] μῆνιν δ’ ἔσχες μεγάλας
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
Μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
[1360] κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θ’ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τ’ ἔθειρα Βρομί
[1365] ῳ καὶ παννυχίδες θεᾶς.
Εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾷ μόνον ηὔχεις.
Ἑλένη
[1369] Τὰ μὲν κατ’ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
[1370] ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
οὐκ εἶπ’ ἀδελφῷ· κατθανόντα δ’ ἐν χθονὶ
οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
< [γαπ ιν τεχτ· ] >
Κάλλιστα δῆτ’ ἀνήρπασ’ ἐν τύχῃ πόσις·
[1375] ἃ γὰρ καθήσειν ὅπλ’ ἔμελλεν εἰς ἅλα,
ταῦτ’ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
Προύργου δ’ ἐς ἀλκὴν σῶμ’ ὅπλοις ἠσκήσατο,
[1380] ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
πέπλους δ’ ἀμείψασ’ ἀντὶ ναυφθόρου στολῆς
ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
[1385] Ἀλλ’, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
σιγητέον μοι· καὶ σὲ προσποιούμεθα
εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλύμενος
[1390] Χωρεῖτ’ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
δμῶες, φέροντες ἐνάλια κτερίσματα.
Ἑλένη, σὺ δ’, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
πείθου, μέν’ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε
πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
[1395] Δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
πείσῃ μεθεῖναι σῶμ’ ἐς οἶδμα πόντιον
τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ’ ὅμως στένεις.
Ἑλένη
[1399] Ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
[1400] τὰ πρῶτα λέκτρα νυμφικάς θ’ ὁμιλίας
τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
καὶ ξυνθάνοιμ’ ἄν· ἀλλὰ τίς κείνῳ χάρις
ξὺν κατθανόντι κατθανεῖν; Ἔα δέ με
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
[1405] Θεοὶ δὲ σοί τε δοῖεν οἷ’ ἐγὼ θέλω,
καὶ τῷ ξένῳ τῷδ’, ὅτι συνεκπονεῖ τάδε.
Ἕξεις δέ μ’ οἵαν χρή σ’ ἔχειν ἐν δώμασι
γυναῖκ’, ἐπειδ�
� Μενέλεων εὐεργετεῖς
κἄμ’· ἔρχεται γὰρ δή τιν’ ἐς τύχην τάδε.
[1410] Ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδ’ ἄξομεν,
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
Χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
Οὔκουν ὅδ’ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
[1415] Μάλιστ’· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ἑλένη
Αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
Αὖθις κελεύω καὶ τρίτον γ’, εἴ σοι φίλον.
Ἑλένη
Ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
Μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
[1420] Ἥδ’ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θεοκλύμενος
Τὰ τῶν θανόντων οὐδέν, ἀλλ’ ἄλλως πόνος.
Ἑλένη
Ἔστιν τι κἀκεῖ κἀνθάδ’ ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
Οὐδὲν κακίω Μενέλεώ μ’ ἕξεις πόσιν.
Ἑλένη
Οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
[1425] Ἐν σοὶ τόδ’, ἢν σὴν εἰς ἔμ’ εὔνοιαν διδῷς.
Ἑλένη
Οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
Βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη
Ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
[1429] Ἀλλ’ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
[1430] καθαρὰ γὰρ ἡμῖν δώματ’· οὐ γὰρ ἐνθάδε
ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματ’ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ