Book Read Free

Complete Works of Euripides

Page 163

by Euripides


  ἀδικεῖ σ’ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν

  τιμῶσα πατρός τ’ ἐνδίκους ἐπιστολάς.

  [1650] Ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον

  κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·

  ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,

  καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ’, οὐκέτι·

  ἐν τοῖσι δ’ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις

  [1655] ἐλθεῖν τ’ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.

  Ἀλλ’ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,

  νόμιζε δ’ αὐτὴν σωφρόνως πράσσειν τάδε.

  Πάλαι δ’ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,

  ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·

  [1660] ἀλλ’ ἥσσον’ ἦμεν τοῦ πεπρωμένου θ’ ἅμα

  καὶ τῶν θεῶν, οἷς ταῦτ’ ἔδοξεν ὧδ’ ἔχειν.

  Σοὶ μὲν τάδ’ αὐδῶ, συγγόνῳ δ’ ἐμῇ λέγω·

  πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δ’ ἕξετ’ οὔριον·

  σωτῆρε δ’ ἡμεῖς σὼ κασιγνήτω διπλῶ

  [1665] πόντον παριππεύοντε πέμψομεν πάτραν.

  Ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,

  θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα

  σπονδῶν μεθέξεις ξένιά τ’ ἀνθρώπων πάρα

  ἕξεις μεθ’ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.

  [1670] Οὗ δ’ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,

  Σπάρτης ἀπάρας, τὸν κατ’ οὐρανὸν δρόμον,

  κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,

  φρουρὸν παρ’ Ἀκτὴν τεταμένην νῆσον λέγω

  Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,

  [1675] ἐπεὶ κλοπαίαν σ’ ἐκ δόμων ἐδέξατο.

  Καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα

  μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·

  τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,

  τῶν δ’ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.

  Θεοκλύμενος

  [1680] Ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος

  νείκη μεθήσω σφῶν κασιγνήτης πέρι·

  ἐγὼ δ’ ἀδελφὴν οὐκέτ’ ἂν κτάνοιμ’ ἐμήν.

  Κείνη δ’ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.

  Ἴστον δ’ ἀρίστης σωφρονεστάτης θ’ ἅμα

  [1685] γεγῶτ’ ἀδελφῆς ὁμογενοῦς ἀφ’ αἵματος.

  Καὶ χαίρεθ’ Ἑλένης οὕνεκ’ εὐγενεστάτης

  γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.

  Χορός

  Πολλαὶ μορφαὶ τῶν δαιμονίων,

  πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·

  [1690] καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,

  τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.

  Τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

  PHOENICIAN WOMEN

  Ἰοκάστη

  ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν

  καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις

  Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,

  ὡς δυστυχῆ Θήβαισι τῇ τόθ᾽ ἡμέρᾳ

  5ἀκτῖν᾽ ἐφῆκας, Κάδμος ἡνίκ᾽ ἦλθε γῆν

  τήνδ᾽, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα:

  ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ

  Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον

  φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.

  10 ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,

  — Κρέων τ᾽ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —

  καλοῦσι δ᾽ Ἰοκάστην με: τοῦτο γὰρ πατὴρ

  ἔθετο. γαμεῖ δὲ Λάιός μ᾽: ἐπεὶ δ᾽ ἄπαις

  ἦν χρόνια λέκτρα τἄμ᾽ ἔχων ἐν δώμασιν,

  15 ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ᾽ ἅμα

  παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.

  ὃ δ᾽ εἶπεν: ὦ Θήβαισιν εὐίπποις ἄναξ,

  μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ:

  εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς,

  20 καὶ πᾶς σὸς οἶκος βήσεται δι᾽ αἵματος.

  ὃ δ᾽ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν

  ἔσπειρεν ἡμῖν παῖδα: καὶ σπείρας, † βρέφος †

  γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,

  λειμῶν᾽ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας

  25 δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,

  σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον:

  ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.

  Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι

  φέρουσ᾽ ἐς οἴκους ἔς τε δεσποίνης χέρας

  30 ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον

  μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.

  ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος

  παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα

  ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων

  35 πρὸς δῶμα Φοίβου, Λάιός θ᾽, οὑμὸς πόσις,

  τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν

  εἰ μηκέτ᾽ εἴη. καὶ ξυνάπτετον πόδα

  ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.

  καί νιν κελεύει Λαΐου τροχηλάτης:

  40 ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.

  ὃ δ᾽ εἷρπ᾽ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν

  χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.

  ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —

  παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα

  45 Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δ᾽ ἐπεζάρει

  Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ᾽ οὐκ ἦν πόσις,

  Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,

  ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,

  τούτῳ ξυνάψε�
�ν λέκτρα. τυγχάνει δέ πως

  50 μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών:

  [ὅθεν τύραννος τῆσδε γῆς καθίσταται]

  καὶ σκῆπτρ᾽ ἔπαθλα τῆσδε λαμβάνει χθονός.

  γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας

  οὐδ᾽ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.

  55 τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,

  Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,

  κόρας τε δισσάς: τὴν μὲν Ἰσμήνην πατὴρ

  ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.

  μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων

  60 ὁ πάντ᾽ ἀνατλὰς Οἰδίπους παθήματα

  ἐς ὄμμαθ᾽ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,

  χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.

  ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,

  κλῄθροις ἔκρυψαν πατέρ᾽, ἵν᾽ ἀμνήμων τύχη

  65 γένοιτο πολλῶν δεομένη σοφισμάτων:

  ζῶν δ᾽ ἔστ᾽ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν

  ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,

  θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.

  τὼ δ᾽ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους

  70 εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,

  ξυμβάντ᾽ ἔταξαν τὸν νεώτερον πάρος

  φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,

  Ἐτεοκλέα δὲ σκῆπτρ᾽ ἔχειν μένοντα γῆς,

  ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δ᾽ ἐπὶ ζυγοῖς

  75 καθέζετ᾽ ἀρχῆς, οὐ μεθίσταται θρόνων,

  φυγάδα δ᾽ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.

  ὃ δ᾽ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,

  πολλὴν ἀθροίσας ἀσπίδ᾽ Ἀργείων ἄγει:

  ἐπ᾽ αὐτὰ δ᾽ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,

  80 πατρῷ᾽ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.

  ἐγὼ δ᾽ ἔριν λύουσ᾽ ὑπόσπονδον μολεῖν

  ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.

  ἥξειν δ᾽ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.

  ἀλλ᾽, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς

  85 Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.

  χρὴ δ᾽, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν

  τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.

  Παιδαγωγός

  ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,

  ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν

  90 μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον

  στράτευμ᾽ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,

  ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,

  μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,

  κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,

  95 σοὶ δ᾽ ὡς ἀνάσσῃ: πάντα δ᾽ ἐξειδὼς φράσω

  ἅ τ᾽ εἶδον εἰσήκουσά τ᾽ Ἀργείων πάρα,

  σπονδὰς ὅτ᾽ ἦλθον σῷ κασιγνήτῳ φέρων

  ἐνθένδ᾽ ἐκεῖσε, δεῦρό τ᾽ αὖ κείνων πάρα.

  ἀλλ᾽ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,

  100 κέδρου παλαιὰν κλίμακ᾽ ἐκπέρα ποδί:

  σκόπει δὲ πεδία καὶ παρ᾽ Ἰσμηνοῦ ῥοὰς

  Δίρκης τε νᾶμα πολεμίων στράτευμ᾽ ὅσον.

  Ἀντιγόνη

  ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ

  χεῖρ᾽ ἀπὸ κλιμάκων

  105 ποδὸς ἴχνος ἐπαντέλλων.

  Παιδαγωγός

  ἰδοὺ ξύναψον, παρθέν᾽: ἐς καιρὸν δ᾽ ἔβης:

  κινούμενον γὰρ τυγχάνει Πελασγικὸν

  στράτευμα, χωρίζουσι δ᾽ ἀλλήλων λόχους.

  Ἀντιγόνη

  ἰὼ πότνια παῖ

  110 Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν

  πεδίον ἀστράπτει.

  Παιδαγωγός

  οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,

  πολλοῖς μὲν ἵπποις, μυρίοις δ᾽ ὅπλοις βρέμων.

  Ἀντιγόνη

  ἆρα πύλαι κλῄθροις — χαλκόδετ᾽ ἆρ᾽ ἔμβολα

  115 λαϊνέοισιν Ἀμφίονος ὀργάνοις

  τείχεος ἥρμοσται;

  Παιδαγωγός

  θάρσει: τά γ᾽ ἔνδον ἀσφαλῶς ἔχει πόλις.

  ἀλλ᾽ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.

  Ἀντιγόνη

  τίς οὗτος ὁ λευκολόφας,

  120 πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ᾽

  ἀμφὶ βραχίονι κουφίζων;

  Παιδαγωγός

  λοχαγός, ὦ δέσποινα.

  Ἀντιγόνη

  τίς, πόθεν γεγώς;

  αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;

  Παιδαγωγός

  125 οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,

  Λερναῖα δ᾽ οἰκεῖ νάμαθ᾽, Ἱππομέδων ἄναξ.

  Ἀντιγόνη

  ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,

  γίγαντι γηγενέτᾳ προσόμοιος

  ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος

  130 ἁμερίῳ γέννᾳ.

  Παιδαγωγός

  τὸν δ᾽ ἐξαμείβοντ᾽ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;

  Ἀντιγόνη

  ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.

  τίς δ᾽ ἐστὶν οὗτος;

  Παιδαγωγός

  παῖς μὲν Οἰνέως ἔφυ

  Τυδεύς, Ἄρη δ᾽ Αἰτωλὸν ἐν στέρνοις ἔχει.

  Ἀντιγόνη

  135 οὗτος ὁ τᾶς Πολυνείκεος,

  ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας

  ὁμόγαμος κυρεῖ;

  ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.

  Παιδαγωγός

  σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,

  140 λόγχαις τ᾽ ἀκοντιστῆρες εὐστοχώτατοι.

  [Ἀντιγόνη ]

  σὺ δ᾽, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;

  Παιδαγωγός

  σ�
�μεῖ᾽ ἰδὼν τότ᾽ ἀσπίδων ἐγνώρισα,

  σπονδὰς ὅτ᾽ ἦλθον σῷ κασιγνήτῳ φέρων

  ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.]

  Ἀντιγόνη

  145 τίς δ᾽ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ

  καταβόστρυχος, ὄμμασι γοργὸς

  εἰσιδεῖν νεανίας,

  λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ

  πάνοπλος ἀμφέπει;

  Παιδαγωγός

  150 ὅδ᾽ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.

  Ἀντιγόνη

  ἀλλά νιν ἁ κατ᾽ ὄρη μετὰ ματέρος

  Ἄρτεμις ἱεμένα τόξοις δαμάσασ᾽ ὀλέσειεν,

  ὃς ἐπ᾽ ἐμὰν πόλιν ἔβα πέρσων.

  Παιδαγωγός

  εἴη τάδ᾽, ὦ παῖ. σὺν δίκῃ δ᾽ ἥκουσι γῆν:

  155 ὃ καὶ δέδοικα μὴ σκοπῶσ᾽ ὀρθῶς θεοί.

  Ἀντιγόνη

  ποῦ δ᾽ ὃς ἐμοὶ μιᾶς ἐγένετ᾽ ἐκ ματρὸς

  πολυπόνῳ μοίρᾳ;

  ὦ φίλτατ᾽, εἰπέ, ποῦ ‘στι Πολυνείκης, γέρον.

  Παιδαγωγός

  ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας

  160 Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.

  ὁρᾷς;

  Ἀντιγόνη

  ὁρῶ δῆτ᾽ οὐ σαφῶς, ὁρῶ δέ πως

  μορφῆς τύπωμα στέρνα τ᾽ ἐξῃκασμένα.

  ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι

  δι᾽ αἰθέρος

  165 πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ᾽ ὠλένας

  δέρᾳ φιλτάτᾳ βάλοιμ᾽ <ἐν> χρόνῳ

  φυγάδα μέλεον. ὡς

  ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,

  ἑῴοις ὅμοια φλεγέθων βολαῖς [ἀελίου].

  Παιδαγωγός

  170 ἥξει δόμους τούσδ᾽, ὥστε σ᾽ ἐμπλῆσαι χαρᾶς,

  ἔνσπονδος.

  Ἀντιγόνη

  οὗτος δ᾽, ὦ γεραιέ, τίς κυρεῖ,

  ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;

 

‹ Prev