Complete Works of Euripides
Page 170
ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
οἳ δ᾽ ὡς ἐκεῖνον. ἦν δ᾽ ἔρις στρατηλάταις,
οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,
οἳ δ᾽ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.
1465 κἀν τῷδ᾽ ὑπεξῆλθ᾽ Ἀντιγόνη στρατοῦ δίχα.
οἳ δ᾽ εἰς ὅπλ᾽ ᾖσσον: εὖ δέ πως προμηθίᾳ
καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι:
κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον
Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
1470 κοὐδεὶς ὑπέστη, πεδία δ᾽ ἐξεπίμπλασαν
φεύγοντες, ἔρρει δ᾽ αἷμα μυρίων νεκρῶν
λόγχαις πιτνόντων. ὡς δ᾽ ἐνικῶμεν μάχῃ,
οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
οἳ δ᾽ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
1475 σκυλεύματ᾽ εἴσω τειχέων ἐπέμπομεν.
ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
νεκροὺς φέρουσιν ἐνθάδ᾽ οἰκτίσαι φίλοις.
πόλει δ᾽ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι
τῇδ᾽ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.
Χορός
1480 οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία
δώματος ἥκει: πάρα γὰρ λεύσσειν
πτώματα νεκρῶν τρισσῶν ἤδη
τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ
σκοτίαν αἰῶνα λαχόντων.
Ἀντιγόνη
1485 οὐ προκαλυπτομένα βοτρυχώδεος
ἁβρὰ παρηίδος οὐδ᾽ ὑπὸ παρθενί-
ας τὸν ὑπὸ βλεφάροις φοίνικ᾽, ἐρύθημα προσώπου,
αἰδομένα φέρομαι βάκχα νεκύ-
1490 ων, κράδεμνα δικοῦσα κόμας ἀπ᾽ ἐ-
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
ὦ Πολύνεικες, ἔφυς ἄρ᾽ ἐπώνυμος: ὤμοι μοι, Θῆβαι:
1495 σὰ δ᾽ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —
Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσ᾽
αἵματι δεινῷ, αἵματι λυγρῷ.
τίνα προσῳδὸν
ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
1500 δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
ἀγκαλέσωμαι,
τρισσὰ φέρουσα τάδ᾽ αἵματα σύγγονα,
ματέρα καὶ τέκνα, χάρματ᾽ Ἐρινύος;
ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
1505 τᾶς ἀγρίας ὅτε
δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
ἰώ μοί μοι, πάτερ,
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
1510 τῶν προπάροιθ᾽ εὐγενετᾶν
ἕτερος ἔτλα κακῶν τοσῶνδ᾽
αἵματος ἁμερίου
τοιάδ᾽ ἄχεα φανερά;
τάλαιν᾽, ὡς ἐλελίζει —
1515 τίς ἄρ᾽ ὄρνις, ἢ δρυὸς ἢ
ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
μονομάτορσιν ὀδυρμοῖς
ἐμοῖς ἄχεσι συνῳδός;
αἴλινον αἰάγμασιν ἃ
1520 τοῖσδε προκλαίω μονάδ᾽ αἰ-
ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
λειβομένοισιν δάκρυσιν [ἰαχήσω].
τίν᾽ ἐπὶ πρῶτον ἀπὸ χαί-
1525 τας σπαραγμοῖς ἀπαρχὰς βάλω;
ματρὸς ἐμᾶς ἢ διδύμοι-
σι γάλακτος παρὰ μαστοῖς
ἢ πρὸς ἀδελ-
φῶν οὐλόμεν᾽ αἰκίσματα νεκρῶν;
1530
ὀτοτοτοῖ λεῖπε σοὺς
δόμους, ἀλαὸν ὄμμα φέρων,
πάτερ γεραιέ, δεῖξον,
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς † ἐπὶ
δώμασιν ἀέριον σκότον ὄμμασι †
1535 σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
κλύεις, ὦ κατ᾽ αὐλὰν
ἀλαίνων γεραιὸν
πόδ᾽ ἢ δεμνίοις δύ-
στανος ἰαύων;
Οἰδίπους
τί μ᾽, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
1540 ποδὸς ἐξάγαγες ἐς φῶς
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
τροτάτοισιν δακρύοισιν,
πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
νέκυν ἔνερθεν ἢ
1545 πτανὸν ὄνειρον;
Ἀντιγόνη
δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
φάος οὐδ᾽ ἄλοχος, παραβάκτροις
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
1550 <ὦ> πάτερ, ὤμοι.
Οἰδίπους
ὤμοι ἐμῶν παθέων: πάρα γὰρ στενάχειν τάδ᾽, ἀυτεῖν.
τρισσαὶ ψυχαί: ποίᾳ μοίρᾳ
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
Ἀντιγόνη
1555 οὐκ ἐπ᾽ ὀνείδεσιν οὐδ᾽ ἐπιχάρμασιν,
ἀλλ᾽ ὀδύναισι λέγω: σὸς ἀλάστωρ
ξίφεσιν βρίθων
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
ὦ πάτερ, ὤ μοι.
Οἰδίπους
1560 αἰαῖ.
Ἀντιγόνη
τί τάδε καταστένεις,
Οἰδίπους
τέκνα.
Ἀντιγόνη
δι᾽ ὀδύνας ἔβας:
εἰ δὲ τέθριππά γ᾽ ἔθ᾽ ἅρματα λεύσσων
ἀελίου τάδε σώματα νεκρῶν
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —
Οἰδίπους
1565 τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν:
ἁ δὲ τάλαιν᾽ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
Ἀντιγόνη
δάκρυα γοερὰ
φανερὰ πᾶσι τιθεμένα,
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
ἱκέτις ἱκέτιν ὀρομένα.
1570 ηὗρε δ᾽ ἐν Ἠλέκτραισι πύλαις τέκνα
λωτοτρόφον κατ�
�� λείμακα λόγχαις,
κοινὸν ἐνυάλιον,
μάτηρ, ὥστε λέοντας ἐναύλους,
μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
1575 ἤδη ψυχρὰν λοιβὰν φονίαν,
ἃν ἔλαχ᾽ Ἅιδας, ὤπασε δ᾽ Ἄρης:
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσ᾽ ἀμφὶ τέκνοισι.
πάντα δ᾽ ἐν ἄματι τῷδε συνάγαγεν,
1580 ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
τάδε τελευτᾷ.
Χορός
πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
τόδ᾽ ἦμαρ: εἴη δ᾽ εὐτυχέστερος βίος.
Κρέων
οἴκτων μὲν ἤδη λήγεθ᾽, ὡς ὥρα τάφου
1585 μνήμην τίθεσθαι: τόνδε δ᾽, Οἰδίπου, λόγον
ἄκουσον: ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
οὐκ οὖν σ᾽ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι:
1590 σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
ἀλλ᾽ ἐκκομίζου. καὶ τάδ᾽ οὐχ ὕβρει λέγω
οὐδ᾽ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
Οἰδίπους
1595 ὦ μοῖρ᾽, ἀπ᾽ ἀρχῆς ὥς μ᾽ ἔφυσας ἄθλιον
καὶ τλήμον᾽, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ:
ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
ἄγονον Ἀπόλλων Λαΐῳ μ᾽ ἐθέσπισεν
φονέα γενέσθαι πατρός: ὦ τάλας ἐγώ.
1600 ἐπεὶ δ᾽ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
κτείνει με νομίσας πολέμιον πεφυκέναι:
χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ: πέμπει δέ με
μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν:
οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
1605 ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
ὅς μ᾽ οὐ διώλεσ᾽, ἀλλὰ . . . . .
. . . . . . δουλεῦσαί τέ μοι
δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
κτανὼν δ᾽ ἐμαυτοῦ πατέρ᾽ ὁ δυσδαίμων ἐγὼ
ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
1610 παῖδάς τ᾽ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ᾽ ἐγὼ
ὥστ᾽ εἰς ἔμ᾽ ὄμματ᾽ ἔς τ᾽ ἐμῶν παίδων βίον
ἄνευ θεῶν του ταῦτ᾽ ἐμηχανησάμην.
1615
εἶἑν: τί δράσω δῆθ᾽ ὁ δυσδαίμων ἐγώ;
τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
ἥδ᾽ ἡ θανοῦσα; ζῶσά γ᾽ ἂν σάφ᾽ οἶδ᾽ ὅτι.
ἀλλ᾽ εὔτεκνος ξυνωρίς; ἀλλ᾽ οὐκ ἔστι μοι.
ἀλλ᾽ ἔτι νεάζων αὐτὸς εὕροιμ᾽ ἂν βίον;
1620 πόθεν; τί μ᾽ ἄρδην ὧδ᾽ ἀποκτείνεις, Κρέον;
ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
οὐ μὴν ἑλίξας γ᾽ ἀμφὶ σὸν χεῖρας γόνυ
κακὸς φανοῦμαι: τὸ γὰρ ἐμόν ποτ᾽ εὐγενὲς
οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
Κρέων
1625 σοί τ᾽ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
ἐγὼ δὲ ναίειν σ᾽ οὐκ ἐάσαιμ᾽ ἂν χθόνα.
νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
ἤδη κομίζειν, τόνδε δ᾽, ὃς πέρσων πόλιν
πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
1630 ἐκβάλετ᾽ ἄθαπτον τῆσδ᾽ ὅρων ἔξω χθονός.
κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε:
ὃς ἂν νεκρὸν τόνδ᾽ ἢ καταστέφων ἁλῷ
ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
[ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.]
1635 σὺ δ᾽ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
μένουσ᾽, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
Ἀντιγόνη
ὦ πάτερ, ἐν οἵοις κείμεθ᾽ ἄθλιοι κακοῖς.
1640 ὥς σε στενάζω τῶν τεθνηκότων πλέον:
οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ᾽ οὐ βαρύ,
ἀλλ᾽ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
ἀτὰρ σ᾽ ἐρωτῶ τὸν νεωστὶ κοίρανον:
τί τόνδ᾽ ὑβρίζεις πατέρ᾽ ἀποστέλλων χθονός;
1645 τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
Κρέων
Ἐτεοκλέους βουλεύματ᾽, οὐχ ἡμῶν, τάδε.
Ἀντιγόνη
ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρέων
πῶς; τἀντεταλμέν᾽ οὐ δίκαιον ἐκπονεῖν;
Ἀντιγόνη
οὔκ, ἢν πονηρά γ᾽ ᾖ κακῶς τ᾽ εἰρημένα.
Κρέων
1650 τί δ᾽; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
Ἀντιγόνη
οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
Κρέων
εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
Ἀντιγόνη
οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
Κρέων
καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
Ἀντιγόνη
1655 τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
Κρέων
ἄταφος ὅδ᾽ ἁνήρ, ὡς μάθῃς, γενήσεται.
Ἀντιγόνη
ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.
Κρέων
σαυτὴν ἄρ᾽ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.
Ἀντιγόνη
ἀλλ᾽ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
/> Κρέων
1660 λάζυσθε τήνδε κἀς δόμους κομίζετε.
Ἀντιγόνη
οὐ δῆτ᾽, ἐπεὶ τοῦδ᾽ οὐ μεθήσομαι νεκροῦ.
Κρέων
ἔκριν᾽ ὁ δαίμων, παρθέν᾽, οὐχ ἃ σοὶ δοκεῖ.
Ἀντιγόνη
κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.
Κρέων
ὡς οὔτις ἀμφὶ τῷδ᾽ ὑγρὰν θήσει κόνιν.
Ἀντιγόνη
1665 ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
Κρέων
μάταια μοχθεῖς: οὐ γὰρ ἂν τύχοις τάδε.
Ἀντιγόνη
σὺ δ᾽ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ᾽ ἔα.
Κρέων
ἓν τοῦτ᾽ ἂν εἴη τῶν ἀπορρήτων πόλει.
Ἀντιγόνη
ἀλλ᾽ ἀμφὶ τραύματ᾽ ἄγρια τελαμῶνας βαλεῖν.
Κρέων
1670 οὐκ ἔσθ᾽ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
Ἀντιγόνη
ὦ φίλτατ᾽, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
Κρέων
οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
Ἀντιγόνη
ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
Κρέων
πολλή σ᾽ ἀνάγκη: ποῖ γὰρ ἐκφεύξῃ λέχος;
Ἀντιγόνη
1675 νὺξ ἆρ᾽ ἐκείνη Δαναΐδων μ᾽ ἕξει μίαν.
Κρέων
εἶδες τὸ τόλμημ᾽ οἷον ἐξωνείδισεν;
Ἀντιγόνη
ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
Κρέων
τί δ᾽ ἐκπροθυμῇ τῶνδ᾽ ἀπηλλάχθαι γάμων;
Ἀντιγόνη
συμφεύξομαι τῷδ᾽ ἀθλιωτάτῳ πατρί.
Κρέων
1680 γενναιότης σοι, μωρία δ᾽ ἔνεστί τις.
Ἀντιγόνη
καὶ ξυνθανοῦμαί γ᾽, ὡς μάθῃς περαιτέρω.
Κρέων
ἴθ᾽, οὐ φονεύσεις παῖδ᾽ ἐμόν, λίπε χθόνα.
Οἰδίπους
ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.