by Euripides
ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθ᾽ ἡ Φρυγῶν πόλις
Ἑλένη τε. — παύω τοὺς λόγους: ταχεῖα γὰρ
νοτὶς διώκει μ᾽ ὀμμάτων ψαύσαντά σου.
685 ἴθ᾽ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρ᾽ ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ᾽ ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
690 παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
Κλυταιμήστρα
οὐχ ὧδ᾽ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδ᾽, ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην:
ἀλλ᾽ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
695 τοὔνομα μὲν οὖν παῖδ᾽ οἶδ᾽ ὅτῳ κατῄνεσας,
γένους δ᾽ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετ᾽ Ἀσωποῦ πατρός.
Κλυταιμήστρα
ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
Ἀγαμέμνων
Ζεύς: Αἰακὸν δ᾽ ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμήστρα
700 τὰ δ᾽ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
Ἀγαμέμνων
Πηλεύς: ὁ Πηλεὺς δ᾽ ἔσχε Νηρέως κόρην.
Κλυταιμήστρα
θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;
Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσ᾽ ὁ κύριος.
Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; ἦ κατ᾽ οἶδμα πόντιον;
Ἀγαμέμνων
705 Χείρων ἵν᾽ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Ἀγαμέμνων
ἐνταῦθ᾽ ἔδαισαν Πηλέως γάμους θεοί.
Κλυταιμήστρα
Θέτις δ᾽ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵν᾽ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
710 φεῦ:
σοφός γ᾽ ὁ θρέψας χὡ διδοὺς σοφώτερος.
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δ᾽ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσ᾽ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
715 κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
Κλυταιμήστρα
ἀλλ᾽ εὐτυχοίτην. τίνι δ᾽ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δ᾽ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω: ‘πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
720 κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
Ἀγαμέμνων
θύσας γε θύμαθ᾽ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρ᾽ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε: συνενέγκοι δ᾽ ὅμως.
Ἀγαμέμνων
725 οἶσθ᾽ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδ᾽, οὗπέρ ἐσθ᾽ ὁ νυμφίος ...
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθ᾽, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
730 ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δ᾽ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ᾽ ἡγητέα.
Ἀγαμέμνων
735 οὐ καλὸν ἐν ὄχλῳ σ᾽ ἐξομιλεῖσθαι στρατοῦ.
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μ᾽ ἐκδοῦναι τέκνα.
Ἀγαμέμνων
καὶ τάς γ᾽ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμήστρα
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Ἀγαμέμνων
πιθοῦ.
Κλυταιμήστρα
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
740 ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ᾽ ἐγώ,
ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
Ἀγαμέμνων
οἴμοι: μάτην ᾖξ᾽, ἐλπίδος δ᾽ ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτ᾽ ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
745 τέχνας πορίζω, πανταχῇ νικώμενος.
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ᾽ οὐκ εὐτυχές,
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
χρὴ δ᾽ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
750 γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.
Χορός
ἥξει δὴ Σιμόεντα καὶ
δίνας ἀργυροειδεῖς
ἄγυρις Ἑλλάνων στρατιᾶς
ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις
755 Ἴλιον ἐς τὸ Τροίας
Φοιβήιον δάπεδον,
τὰν Κασάνδραν ἵν᾽ ἀκούω
ῥίπτειν ξανθοὺς πλοκάμους
χλωροκόμῳ στεφάνῳ δάφνας
760 κοσμηθεῖσαν, ὅταν θεοῦ
μαντόσυνοι πνεύσωσ᾽ ἀνάγκαι.
στάσονται δ᾽ ἐπὶ περγάμων
Τροίας ἀμφί τε τείχη
Τρῶες, ὅταν χάλκασπις Ἄρης
765 πόντιος εὐπρῴροιο πλάτας
εἰρεσίᾳ πελάζῃ
Σιμουντίοις ὀχετοῖς,
τὰν τῶν ἐν αἰθέρι δισσῶν
Διοσκούρων Ἑλέναν
770 ἐκ Πριάμου κομίσαι θέλων
ἐς γᾶν Ἑλλάδα δοριπόνοις
ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
Πέργαμον δὲ Φρυγῶν πόλιν
λαΐνους περὶ πύργους
775 κυκλώσας Ἄρει φονίῳ,
λαιμοτόμου κεφαλᾶς
σπάσας Πάριν Ἀτρεΐδας,
πέρσας κατάκρας πόλιν,
θήσει κόρας πολυκλαύτους
780 δάμαρτά τε Πριάμου.
ἁ δὲ Διὸς Ἑλένα κόρα
πολύκλαυτος ἑδεῖται
πόσιν προλιποῦσα.
μήτ᾽ ἐμοὶ
μήτ᾽ ἐμοῖσι τέκνων τέκνοις
785 ἐλπὶς ἅδε ποτ᾽ ἔλθοι,
οἵαν αἱ πολύχρυσοι
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
στήσουσι παρ᾽ ἱστοῖς
μυθεῦσαι τάδ᾽ ἐς ἀλλήλας:
790 Τίς ἄρα μ᾽ εὐπλοκάμου κόμας
ῥῦμα δακρυόεν τανύσας
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
εἰ δὴ φάτις ἔτυμος ὡς
795 ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ
Διὸς ὅτ᾽ ἠλλάχθη δέμας, εἴτ᾽
ἐν δέλτοις Πιερίσιν
μῦθοι τάδ᾽ ἐς ἀνθρώπους
800 ἤνεγκαν παρὰ καιρὸν ἄλλως. Ἀχιλλεύς
ποῦ τῶν Ἀχαιῶν ἐνθάδ᾽ ὁ στρατηλάτης;
τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως
ζητοῦντά νιν παῖδ᾽ ἐν πύλαις Ἀχιλλέα;
οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.
805 οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,
οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
θάσσουσ᾽ ἐπ᾽ ἀκταῖς, οἳ δ᾽ ἔχοντες εὔνιδας
ἄπαιδες: οὕτω δεινὸς ἐμπέπτωκ᾽ ἔρως
τῆσδε στρατείας Ἑλλάδ᾽ οὐκ ἄνευ θεῶν.
810 τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,
ἄλλος δ᾽ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
μένω ‘πὶ λεπταῖς ταισίδ᾽ Εὐρίπου πνοαῖς,
Μυρμιδόνας ἴσχων: οἳ δ᾽ ἀεὶ προσκείμενοι
815 λέγουσ᾽: Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον
ἔτ᾽ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
δρᾶ γ᾽, εἴ τι δράσεις, ἢ ἄπαγ᾽ οἴκαδε στρατόν,
τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.
Κλυταιμήστρα
ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων
820 τῶν σῶν ἀκούσασ᾽ ἐξέβην πρὸ δωμάτων.
Ἀχιλλεύς
ὦ πότνι᾽ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;
Κλυταιμήστρα
οὐ θαῦμά σ᾽ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
προσῆκες: αἰνῶ δ᾽ ὅτι σέβεις τὸ σωφρονεῖν.
Ἀχιλλεύς
825 τίς δ᾽ εἶ; τί δ᾽ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
Κλυταιμήστρα
Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
Ἀχιλλεύς
καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
830 αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
Κλυταιμήστρα
μεῖνον — τί φεύγεις; — δεξιάν τ᾽ ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.
Ἀχιλλεύς
τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθ᾽ ἂν
Ἀγαμέμνον᾽, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
Κλυταιμήστρα
835 θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
παῖδ᾽, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.
Ἀχιλλεύς
ποίους γάμους φῄς; ἀφασία μ᾽ ἔχει, γύναι:
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
Κλυταιμήστρα
πᾶσιν τόδ᾽ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
840 καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.
Ἀχιλλεύς
οὐπώποτ᾽ ἐμνήστευσα παῖδα σήν, γύναι,
οὐδ᾽ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.
Κλυταιμήστρα
τί δῆτ᾽ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
θαύμαζ᾽: ἐμοὶ γὰρ θαύματ᾽ ἐστὶ τὰ παρὰ σοῦ.
Ἀχιλλεύς
845 εἴκαζε: κοινόν ἐστιν εἰκάζειν τάδε:
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.
Κλυταιμήστρα
ἀλλ᾽ ἦ πέπονθα δεινά; μνηστεύω γάμους
οὐκ ὄντας, ὡς εἴξασιν: αἰδοῦμαι τάδε.
Ἀχιλλεύς
ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
850 ἀλλ᾽ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.
Κλυταιμήστρα
χαῖρ᾽: οὐ γὰρ ὀρθοῖς ὄμμασίν σ᾽ ἔτ᾽ εἰσορῶ,
ψευδὴς γενομένη καὶ παθοῦσ᾽ ἀνάξια.
Ἀχιλλεύς
καὶ σοὶ τόδ᾽ ἐστὶν ἐξ ἐμοῦ: πόσιν δὲ σὸν
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
Πρεσβύτης
855 ὦ ξέν᾽, Αἰακοῦ γένεθλον, μεῖνον: ὦ, σέ τοι λέγω,
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
Ἀχιλλεύς
r /> τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.
Πρεσβύτης
δοῦλος, οὐχ ἁβρύνομαι τῷδ᾽: ἡ τύχη γὰρ οὐκ ἐᾷ.
Ἀχιλλεύς
τίνος; ἐμὸς μὲν οὐχί: χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.
Πρεσβύτης
860 τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
Ἀχιλλεύς
ἕσταμεν: φράζ᾽, εἴ τι χρῄζεις, ὧν μ᾽ ἐπέσχες οὕνεκα.
Πρεσβύτης
ἦ μόνω παρόντε δῆτα ταῖσδ᾽ ἐφέστατον πύλαις;
Ἀχιλλεύς
ὡς μόνοιν λέγοις ἄν, ἔξω δ᾽ ἐλθὲ βασιλείων δόμων.
Πρεσβύτης
ὦ Τύχη πρόνοιά θ᾽ ἡμή, σῴσαθ᾽ οὓς ἐγὼ θέλω.
Ἀχιλλεύς
865 ὁ λόγος ἐς μέλλοντ᾽ † ἂν ὤση † χρόνον: ἔχει δ᾽ ὄγκον τινά.
Κλυταιμήστρα
δεξιᾶς ἕκατι μὴ μέλλ᾽, εἴ τί μοι χρῄζεις λέγειν.
Πρεσβύτης
οἶσθα δῆτ᾽ ἔμ᾽, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
Κλυταιμήστρα
οἶδά σ᾽ ὄντ᾽ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
Πρεσβύτης
χὥτι μ᾽ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
Κλυταιμήστρα
870 ἦλθες εἰς Ἄργος μεθ᾽ ἡμῶν καὶ ἐμὸς ἦσθ᾽ ἀεί ποτε.
Πρεσβύτης
ὧδ᾽ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ᾽ ἧσσον πόσει.
Κλυταιμήστρα
ἐκκάλυπτε νῦν ποθ᾽ ἡμῖν οὕστινας λέγεις λόγους.
Πρεσβύτης
παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
Κλυταιμήστρα
πῶς; ἀπέπτυσ᾽, ὦ γεραιέ, μῦθον: οὐ γὰρ εὖ φρονεῖς.
Πρεσβύτης
875 φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
Κλυταιμήστρα
ὦ τάλαιν᾽ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;
Πρεσβύτης
ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα: τοῦτο δ᾽ οὐ φρονεῖ.