Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 190
Complete Works of Euripides Page 190

by Euripides


  Κλυταιμήστρα

  ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;

  Πρεσβύτης

  θέσφαθ᾽, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.

  Κλυταιμήστρα

  880 ποῖ; τάλαιν᾽ ἐγώ, τάλαινα δ᾽ ἣν πατὴρ μέλλει κτενεῖν.

  Πρεσβύτης

  Δαρδάνου πρὸς δώμαθ᾽, Ἑλένην Μενέλεως ὅπως λάβῃ.

  Κλυταιμήστρα

  εἰς ἄρ᾽ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;

  Πρεσβύτης

  πάντ᾽ ἔχεις: Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.

  Κλυταιμήστρα

  ὁ δὲ γάμος τίν᾽ εἶχε πρόφασιν, ᾧ μ᾽ ἐκόμισεν ἐκ δόμων;

  Πρεσβύτης

  885 ἵν᾽ ἀγάγοις χαίρουσ᾽ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.

  Κλυταιμήστρα

  ὦ θύγατερ, ἥκεις ἐπ᾽ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.

  Πρεσβύτης

  οἰκτρὰ πάσχετον δύ᾽ οὖσαι: δεινὰ δ᾽ Ἀγαμέμνων ἔτλη.

  Κλυταιμήστρα

  οἴχομαι τάλαινα, δακρύων τ᾽ ὄμματ᾽ οὐκέτι στέγω.

  Πρεσβύτης

  εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.

  Κλυταιμήστρα

  890 σὺ δὲ τάδ᾽, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;

  Πρεσβύτης

  δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.

  Κλυταιμήστρα

  οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ᾽ ἄγειν θανουμένην;

  Πρεσβύτης

  μὴ μὲν οὖν ἄγειν: φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ᾽ εὖ.

  Κλυταιμήστρα

  κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;

  Πρεσβύτης

  895 Μενέλεως ἀφείλεθ᾽ ἡμᾶς, ὃς κακῶν τῶνδ᾽ αἴτιος.

  Κλυταιμήστρα

  ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;

  Ἀχιλλεύς

  ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ᾽ ἐμὸν οὐ φαύλως φέρω.

  Κλυταιμήστρα

  παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.

  Ἀχιλλεύς

  μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.

  Κλυταιμήστρα

  900 οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,

  θνητὸς ἐκ θεᾶς γεγῶτα: τί γὰρ ἐγὼ σεμνύνομαι;

  ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;

  ἀλλ᾽ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τ᾽ ἐμῇ δυσπραξίᾳ

  τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλ᾽ ὅμως.

  905 σοὶ καταστέψασ᾽ ἐγώ νιν ἦγον ὡς γαμουμένην,

  νῦν δ᾽ ἐπὶ σφαγὰς κομίζω: σοὶ δ᾽ ὄνειδος ἵξεται,

  ὅστις οὐκ ἤμυνας: εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,

  ἀλλ᾽ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.

  πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —

  910 ὄνομα γὰρ τὸ σόν μ᾽ ἀπώλεσ᾽, ᾧ σ᾽ ἀμυναθεῖν χρεών —

  οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ:

  οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι: τὰ δ᾽ Ἀγαμέμνονος κλύεις,

  ὠμὰ καὶ πάντολμ᾽: ἀφῖγμαι δ᾽, ὥσπερ εἰσορᾷς, γυνὴ

  ναυτικὸν στράτευμ᾽ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ ...

  915 χρήσιμον δ᾽, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου

  χεῖρ᾽ ὑπερτεῖναι, σεσῴσμεθ᾽: εἰ δὲ μή, οὐ σεσῴσμεθα.

  Χορός

  δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα

  πᾶσίν τε κοινὸν ὥσθ᾽ ὑπερκάμνειν τέκνων.

  Ἀχιλλεύς

  Ἀχιλλεύς

  ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω:

  920 ἐπίσταμαι δὲ τοῖς κακοῖσί τ᾽ ἀσχαλᾶν

  μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.

  λελογισμένοι γὰρ οἱ τοιοίδ᾽ εἰσὶν βροτῶν

  ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.

  ἔστιν μὲν οὖν ἵν᾽ ἡδὺ μὴ λίαν φρονεῖν,

  925 ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.

  ἐγὼ δ᾽, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς

  Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.

  καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,

  πεισόμεθ᾽, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.

  930 ἀλλ᾽ ἐνθάδ᾽ ἐν Τροίᾳ τ᾽ ἐλευθέραν φύσιν

  παρέχων, Ἄρη τὸ κατ᾽ ἐμὲ κοσμήσω δορί.

  σὲ δ᾽, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,

  ἃ δὴ κατ᾽ ἄνδρα γίγνεται νεανίαν,

  τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,

  935 κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,

  ἐμὴ φατισθεῖσ᾽: οὐ γὰρ ἐμπλέκειν πλοκὰς

  ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.

  τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,

  τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ᾽ αἴτιον

  940 πόσις σός. ἁγνὸν δ᾽ οὐκέτ᾽ ἐστὶ σῶμ᾽ ἐμόν,

  εἰ δι᾽ ἔμ᾽ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους

  ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,

  θαυμαστὰ δ᾽ ὡς ἀνάξι᾽ ἠτιμασμένη.

  ἐγὼ κάκιστος ἦν ἄρ᾽ Ἀργείων ἀνήρ,

  945 ἐγὼ τὸ μηδέν, Μενέλεως δ᾽ ἐν ἀνδράσιν,

  ὡς οὐχὶ Πηλέως, ἀλλ᾽ ἀλάστορος γεγώς,

  εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.

  μὰ τὸν δι᾽ ὑγρῶν κυμάτων τεθραμμένον

  Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ᾽ ἐγείνατο,

  950 οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,

  οὐδ᾽ εἰς ἄκραν χεῖρ᾽, ὥστε προσβαλεῖν πέπλοις:

  ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,


  ὅθεν πεφύκασ᾽ οἱ στρατηλάται γένος,

  Φθίας δὲ τοὔνομ᾽ οὐδαμοῦ κεκλήσεται.

  955 πικροὺς δὲ προχύτας χέρνιβάς τ᾽ ἀνάξεται

  Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ᾽ ἀνήρ,

  ὃς ὀλίγ᾽ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει

  τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;

  οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι

  960 θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε:

  ἀλλ᾽ ὕβριν ἐς ἡμᾶς ὕβρισ᾽ Ἀγαμέμνων ἄναξ.

  χρῆν δ᾽ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ᾽ ἐμοῦ πάρα,

  θήραμα παιδός: ἡ Κλυταιμήστρα δ᾽ ἐμοὶ

  μάλιστ᾽ ἐπείσθη θυγατέρ᾽ ἐκδοῦναι πόσει.

  965 ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον

  ἐν τῷδ᾽ ἔκαμνε νόστος: οὐκ ἠρνούμεθ᾽ ἂν

  τὸ κοινὸν αὔξειν ὧν μέτ᾽ ἐστρατευόμην.

  νῦν δ᾽ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις

  ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.

  970 τάχ᾽ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας

  ἐλθεῖν, † φόνου κηλῖσιν αἵματι † χρανῶ,

  εἴ τίς με τὴν σὴν θυγατέρ᾽ ἐξαιρήσεται.

  ἀλλ᾽ ἡσύχαζε: θεὸς ἐγὼ πέφηνά σοι

  μέγιστος, οὐκ ὤν: ἀλλ᾽ ὅμως γενήσομαι.

  Χορός

  975 ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ᾽ ἄξια

  καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

  Κλυταιμήστρα

  φεῦ:

  πῶς ἄν σ᾽ ἐπαινέσαιμι μὴ λίαν λόγοις,

  μηδ᾽ ἐνδεὴς τοῦδ᾽ ἀπολέσαιμι τὴν χάριν;

  αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ

  980 μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ᾽ ἄγαν.

  αἰσχύνομαι δὲ παραφέρουσ᾽ οἰκτροὺς λόγους,

  ἰδίᾳ νοσοῦσα: σὺ δ᾽ ἄνοσος κακῶν ἐμῶν.

  ἀλλ᾽ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ

  ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.

  985 οἴκτιρε δ᾽ ἡμᾶς: οἰκτρὰ γὰρ πεπόνθαμεν:

  ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ᾽ ἔχειν,

  κενὴν κατέσχον ἐλπίδ᾽: εἶτά σοι τάχα

  ὄρνις γένοιτ᾽ ἂν τοῖσι μέλλουσιν γάμοις

  θανοῦσ᾽ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.

  990 ἀλλ᾽ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη:

  σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.

  βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;

  ἀπαρθένευτα μὲν τάδ᾽: εἰ δέ σοι δοκεῖ,

  ἥξει, δι᾽ αἰδοῦς ὄμμ᾽ ἔχουσ᾽ ἐλεύθερον.

  995 εἰ δ᾽ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,

  μενέτω κατ᾽ οἴκους: σεμνὰ γὰρ σεμνύνεται.

  ὅμως δ᾽ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.

  Ἀχιλλεύς

  σὺ μήτε σὴν παῖδ᾽ ἔξαγ᾽ ὄψιν εἰς ἐμήν,

  μήτ᾽ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι:

  1000 στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,

  λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.

  πάντως δέ μ᾽ ἱκετεύοντέ θ᾽ ἥξετ᾽ εἰς ἴσον,

  εἴ τ᾽ ἀνικέτευτος: εἷς ἐμοὶ γάρ ἐστ᾽ ἀγὼν

  μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.

  1005 ὡς ἕν γ᾽ ἀκούσασ᾽ ἴσθι, μὴ ψευδῶς μ᾽ ἐρεῖν:

  ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,

  θάνοιμι: μὴ θάνοιμι δ᾽, ἢν σῴσω κόρην.

  Κλυταιμήστρα

  ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.

  Ἀχιλλεύς

  ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ᾽ ἔχῃ καλῶς.

  Κλυταιμήστρα

  1010 τί τοῦτ᾽ ἔλεξας; ὡς ἀκουστέον γέ σου.

  Ἀχιλλεύς

  † πειθώμεθ᾽ αὖτις † πατέρα βέλτιον φρονεῖν.

  Κλυταιμήστρα

  κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.

  Ἀχιλλεύς

  ἀλλ᾽ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.

  Κλυταιμήστρα

  ψυχρὰ μὲν ἐλπίς: ὅ τι δὲ χρή με δρᾶν φράσον.

  Ἀχιλλεύς

  1015 ἱκέτευ᾽ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα:

  ἢν δ᾽ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.

  ᾗ γὰρ τὸ χρῇζον ἐπίθετ᾽, οὐ τοὐμὸν χρεὼν

  χωρεῖν: ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.

  κἀγώ τ᾽ ἀμείνων πρὸς φίλον γενήσομαι,

  1020 στρατός τ᾽ ἂν οὐ μέμψαιτό μ᾽, εἰ τὰ πράγματα

  λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.

  † καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις

  σοί τ᾽ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. †

  Κλυταιμήστρα

  ὡς σώφρον᾽ εἶπας. δραστέον δ᾽ ἅ σοι δοκεῖ.

  1025 ἢν δ᾽ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,

  ποῦ σ᾽ αὖθις ὀψόμεσθα, ποῦ; χρή μ᾽ ἀθλίαν

  ἐλθοῦσαν εὑρεῖν σὴν χέρ᾽ ἐπίκουρον κακῶν;

  Ἀχιλλεύς

  ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,

  μή τίς σ᾽ ἴδῃ στείχουσαν ἐπτοημένην

  1030 Δαναῶν δι᾽ ὄχλου: μηδὲ πατρῷον δόμον

  αἴσχυν᾽: ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος

  κακῶς ἀκούειν: ἐν γὰρ Ἕλλησιν μέγας.

  Κλυταιμήστρα

  ἔστιν τάδ᾽: ἄρχε: σοί με δουλεύειν χρεών.

  εἰ δ᾽ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν

  1035 ἐσθλῶν κυρήσεις: εἰ δὲ μή, τί δεῖ πονεῖν;

  Χορός

  τίν᾽ ἄρ᾽ Ὑμέναιος διὰ λωτοῦ Λίβυος

  μετά τε φιλοχόρου κιθάρας

  συρίγγων θ᾽ ὑπὸ καλαμοεσ-

  σᾶν ἔστασεν ἰαχάν,

  1040 ὅτ᾽ ἀνὰ Πήλιον αἱ καλλιπλόκα
μοι

  δαιτὶ θεῶν ἔνι Πιερίδες

  χρυσεοσάνδαλον ἴχνος

  ἐν γᾷ κρούουσαι

  Πηλέως ἐς γάμον ἦλθον,

  1045 μελῳδοῖς Θέτιν ἀχήμασι τόν τ᾽ Αἰακίδαν,

  Κενταύρων ἐν ὄρεσι κλέουσαι

  Πηλιάδα καθ᾽ ὕλαν.

  ὁ δὲ Δαρδανίδας, Διὸς

  1050 λέκτρων τρύφημα φίλον,

  χρυσέοισιν ἄφυσσε λοιβὰν

  ἐν κρατήρων γυάλοις,

  ὁ Φρύγιος Γανυμήδης.

  παρὰ δὲ λευκοφαῆ ψάμαθον

  1055 εἱλισσόμεναι κύκλια

  πεντήκοντα κόραι γάμους

  Νηρέως ἐχόρευσαν.

  ἀνὰ δ᾽ ἐλάταισι στεφανώδει τε χλόᾳ

  θίασος ἔμολεν ἱπποβάτας

  1060 Κενταύρων ἐπὶ δαῖτα τὰν

  θεῶν κρατῆρά τε Βάκχου.

  μέγα δ᾽ ἀνέκλαγον: Ὦ Νηρηὶ κόρα,

  παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς

  μάντις ὁ φοιβάδα μοῦσαν

  1065 εἰδὼς γεννάσειν

  Χείρων ἐξονόμαζεν,

  ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων

  ἀσπισταῖς Πριάμοιο κλεινὰν

  1070 γαῖαν ἐκπυρώσων,

  περὶ σώματι χρυσέων

  ὅπλων Ἡφαιστοπόνων

  κεκορυθμένος ἔνδυτ᾽, ἐκ θεᾶς

  ματρὸς δωρήματ᾽ ἔχων

  1075 Θέτιδος, ἅ νιν ἔτικτεν.

  μακάριον τότε δαίμονες

  τᾶς εὐπάτριδος γάμον

  Νηρῄδων ἔθεσαν πρώτας

  Πηλέως θ᾽ ὑμεναίους.

  1080 σὲ δ᾽ ἐπὶ κάρα στέψουσι καλλικόμαν

  πλόκαμον Ἀργεῖοι, βαλιὰν

  ὥστε πετραίων ἀπ᾽ ἄντρων

  † ἐλθοῦσαν ὀρέων †

  μόσχον ἀκήρατον, βρότειον

  αἱμάσσοντες λαιμόν:

  1085 οὐ σύριγγι τραφεῖσαν οὐδ᾽

 

‹ Prev