Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 194
Complete Works of Euripides Page 194

by Euripides

Χορός

  Σὺ ταῦτ’ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

  Ἕκτωρ

  Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

  Χορός

  [85] Καὶ μὴν ὅδ’ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς

  στείχει, νέον τι πρᾶγμ’ ἔχων φίλοις φράσαι.

  Αἰνείας

  [87] Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν

  τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ

  νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;

  Ἕκτωρ

  [90] Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.

  Αἰνείας

  Τί δ’ ἔστι; Μῶν τις πολεμίων ἀγγέλλεται

  δόλος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;

  Ἕκτωρ

  Φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

  Αἰνείας

  Τί τοῦδ’ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

  Ἕκτωρ

  [95] Αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·

  καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,

  ἀλλ’ ἐκκέαντες πύρσ’ ἐπ’ εὐσέλμων νεῶν

  φυγῇ πρὸς οἴκους τῆσδ’ ἀφορμήσειν χθονός.

  Αἰνείας

  Σὺ δ’ ὡς τί δράσων πρὸς τάδ’ ὁπλίζῃ χέρας;

  Ἕκτωρ

  [100] Φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν

  λόγχῃ καθέξω κἀπικείσομαι βαρύς·

  αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,

  θεοῦ διδόντος πολεμίους ἄνευ μάχης

  φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.

  Αἰνείας

  [105] Εἴθ’ ἦσθ’ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.

  Ἀλλ’ οὐ γὰρ αὑτὸς πάντ’ ἐπίστασθαι βροτῶν

  πέφυκεν· ἄλλῳ δ’ ἄλλο πρόσκειται γέρας,

  σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς·

  ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων

  [110] φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν

  τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.

  Καίτοι περάσας κοῖλον αὐλώνων βάθος,

  εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς

  φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,

  [115] νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν·

  πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;

  Πῶς δ’ αὖ γεφύρας διαβαλοῦσ’ ἱππηλάται,

  ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;

  Νικῶν δ’ ἔφεδρον παῖδ’ ἔχεις τὸν Πηλέως,

  [120] ὅς σ’ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,

  οὐδ’ ὧδ’ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.

  Αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.

  Ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ’ ἀσπίδας

  εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,

  [125] κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,

  πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,

  στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·

  εἰ δ’ ἐς δόλον τιν’ ἥδ’ ἄγει φρυκτωρία,

  μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου

  [130] βουλευσόμεσθα· τήνδ’ ἔχω γνώμην, ἄναξ.

  Χορός

  Τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.

  Σφαλερὰ δ’ οὐ φιλῶ στρατηγῶν κράτη.

  Τί γὰρ ἄμεινον ἢ

  ταχυβάταν νεῶν κατόπταν μολεῖν

  [135] πέλας ὅ τί ποτ’ ἄρα δαί¨οις

  πυρὰ κατ’ ἀντίπρῳρα ναυστάθμων δαίεται;

  Ἕκτωρ

  [137] Νικᾶτ’, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.

  Στείχων δὲ κοίμα συμμάχους· τάχ’ ἂν στρατὸς

  κινοῖτ’ ἀκούσας νυκτέρους ἐκκλησίας.

  [140] Ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.

  Κἂν μέν τιν’ ἐχθρῶν μηχανὴν πυθώμεθα,

  σὺ πάντ’ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·

  ἐὰν δ’ ἀπαίρωσ’ ἐς φυγὴν ὁρμώμενοι,

  σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,

  [145] ὡς οὐ μενοῦντά μ’· ἀλλὰ προσμείξω νεῶν

  ὁλκοῖσι νυκτὸς τῆσδ’ ἐπ’ Ἀργείων στρατῷ.

  Αἰνείας

  Πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.

  Σὺν σοὶ δ’ ἔμ’ ὄψῃ καρτεροῦνθ’, ὅταν δέῃ.

  Ἕκτωρ

  [149] Τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ

  [150] θέλει κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν;

  Τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;

  Τίς φησιν; Οὔτοι πάντ’ ἐγὼ δυνήσομαι

  πόλει πατρῴᾳ συμμάχοις θ’ ὑπηρετεῖν.

  Δόλων

  Ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω

  [155] ῥίψας κατόπτης ναῦς ἐπ’ Ἀργείων μολεῖν,

  καὶ πάντ’ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα

  ἥξω· ἐπὶ τούτοις τόνδ’ ὑφίσταμαι πόνον.

  Ἕκτωρ

  Ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις

  Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον

  [160] νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.

  Δόλων

  Οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ’ ἄξιον

  μισθὸν φέρεσθαι. Παντὶ γὰρ προσκείμενον

  κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.

  Ἕκτωρ

  Ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.

  [165] Τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.

  Δόλων

  Οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.

  Ἕκτωρ

  Σὺ δ’ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.

  Δόλων

  Ο�
�δ’ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.

  Ἕκτωρ

  Χρυσὸς πάρεστιν, εἰ τόδ’ αἰτήσεις γέρας.

  Δόλων

  [170] Ἀλλ’ ἔστ’ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.

  Ἕκτωρ

  Τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;

  Δόλων

  Ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.

  Ἕκτωρ

  Δώσω· σὺ δ’ αἴτει πλὴν στρατηλάτας νεῶν.

  Δόλων

  Κτεῖν’, οὔ σ’ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.

  Ἕκτωρ

  [175] Οὐ μὴν τὸν Ἰλέως παῖδά μ’ ἐξαιτῇ λαβεῖν;

  Δόλων

  Κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.

  Ἕκτωρ

  Τίν’ οὖν Ἀχαιῶν ζῶντ’ ἀποινᾶσθαι θέλεις;

  Δόλων

  Καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.

  Ἕκτωρ

  Καὶ μὴν λαφύρων γ’ αὐτὸς αἱρήσῃ παρών.

  Δόλων

  [180] Θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.

  Ἕκτωρ

  Τί δῆτα μεῖζον τῶνδέ μ’ αἰτήσεις γέρας;

  Δόλων

  Ἵππους Ἀχιλλέως· χρὴ δ’ ἐπ’ ἀξίοις πονεῖν

  ψυχὴν προβάλλοντ’ ἐν κύβοισι δαίμονος.

  Ἕκτωρ

  [184] Καὶ μὴν ἐρῶντί γ’ ἀντερᾷς ἵππων ἐμοί·

  [185] ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες

  τὸν Πηλέως φέρουσι θούριον γόνον·

  δίδωσι δ’ αὐτοὺς πωλοδαμνήσας ἄναξ

  Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.

  Ἀλλ’ οὔ σ’ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,

  [190] κάλλιστον οἴκοις κτῆμ’, Ἀχιλλέως ὄχον.

  Δόλων

  Αἰνῶ· λαβὼν δ’ ἄν φημι κάλλιστον Φρυγῶν

  δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.

  Σὲ δ’ οὐ φθονεῖν χρή· μυρί’ ἔστιν ἄλλα σοι,

  ἐφ’ οἷσι τέρψῃ τῆσδ’ ἀριστεύων χθονός.

  Χορός

  [195] Μέγας ἀγών, μεγάλα δ’ ἐπινοεῖς ἑλεῖν·

  μακάριός γε μὴν κυρήσας ἔσῃ.

  Πόνος ὅδ’ εὐκλεής·

  μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.

  Τὰ θεόθεν ἐπιδέτω Δίκα,

  [200] τὰ δὲ παρ’ ἀνδράσιν τέλειά σοι φαίνεται.

  Δόλων

  Στείχοιμ’ ἄν· ἐλθὼν <δ’> ἐς δόμους ἐφέστιος

  σκευῇ πρεπόντως σῶμ’ ἐμὸν καθάψομαι,

  κἀκεῖθεν ἥσω ναῦς ἐπ’ Ἀργείων πόδα.

  Χορός

  Ἐπεὶ τίν’ ἄλλην ἀντὶ τῆσδ’ ἕξεις στολήν;

  Δόλων

  [205] Πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.

  Χορός

  Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·

  λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;

  Δόλων

  Λύκειον ἀμφὶ νῶτ’ ἐνάψομαι δορὰν

  καὶ χάσμα θηρὸς ἀμφ’ ἐμῷ θήσω κάρᾳ,

  [210] βάσιν τε χερσὶ προσθίαν καθαρμόσας

  καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι

  λύκου κέλευθον πολεμίοις δυσεύρετον,

  τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.

  Ὅταν δ’ ἔρημον χῶρον ἐμβαίνω ποδί,

  [215] δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.

  Χορός

  [216] Ἀλλ’ εὖ σ’ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν

  πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.

  Ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.

  Δόλων

  Σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως

  [220] οἴσω κάρα σοι σύμβολον δ’ ἔχων σαφὲς

  φήσεις Δόλωνα ναῦς ἐπ’ Ἀργείων μολεῖν

  ἢ παῖδα Τυδέως· οὐδ’ ἀναιμάκτῳ χερὶ

  ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.

  Χορός

  [224] Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας

  [225] ναὸν ἐμβατεύων

  Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-

  ρης, ἱκοῦ ἐννύχιος

  [229] καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς

  [230] ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,

  ὦ παγκρατές, ὦ Τροί¨ας

  τείχη παλαιὰ δείμας.

  Μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς

  Ἑλλάδος διόπτας

  [235] ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-

  κων πατρὸς Ἰλιάδας.

  Φθιάδων δ’ ἵππων ποτ’ ἐπ’ ἄντυγα βαίη,

  δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,

  [240] τὰς πόντιος Αἰακίδᾳ

  Πηλεῖ δίδωσι δαίμων.

  [243] Ἐπεὶ πρό τ’ οἴκων πρό τε γᾶς ἔτλα μόνος

  ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι

  [245] λήματος· ἦ σπανία <τις>

  τῶν ἀγαθῶν, ὅταν ᾖ

  δυσάλιος ἐν πελάγει

  καὶ σαλεύῃ

  [250] πόλις. Ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος·

  ἔνι δὲ θράσος ἐν αἰχ-

  μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν

  συμμαχίαν ἀτίζει;

  Τίν’ ἄνδρ’ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς

  [255] οὐτάσει ἐν κλισίαις, τετράπουν

  μῖμον ἔχων ἐπιγαίου

  θηρός; Ἕλοι Μενέλαν,

  κτανὼν δ’ Ἀγαμεμνόνιον

  κρᾶτ’ ἐνέγκοι

  [260] Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,

  ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ

  γᾶν Τροί¨αν χιλιόναυν

  ἤλυθ’ ἔχων στρατείαν.

  Ἄγγελος Ποιμήν

  [264] Ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος

  [265] εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.

  Ἕκτωρ

  Ἦ πό
λλ’ ἀγρώταις σκαιὰ πρόσκειται φρενί·

  καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις

  ἥκειν ἔοικας ἀγγελῶν ἵν’ οὐ πρέπει.

  Οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός,

  [270] οἷ χρῆν γεγωνεῖν σ’ εὐτυχοῦντα ποίμνια;

  Ἄγγελος

  Σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω.

  Ἀλλ’ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.

  Ἕκτωρ

  Παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας·

  μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

  Ἄγγελος

  [275] Τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα·

  ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν

  στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.

  Ἕκτωρ

  Ποίας πατρῴας γῆς ἐρημώσας πέδον;

  Ἄγγελος

  Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

  Ἕκτωρ

  [280] Ῥῆσον τιθέντ’ ἔλεξας ἐν Τροίᾳ πόδα;

  Ἄγγελος

  Ἔγνως· λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας.

  Ἕκτωρ

  Καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,

  πλαγχθεὶς πλατείας πεδιάδος θ’ ἁμαξιτοῦ;

  Ἄγγελος

  [284] Οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα.

  [285] Νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,

  κλύοντα πλήρη πεδία πολεμίας χερός.

  Φόβον δ’ ἀγρώσταις, οἳ κατ’ Ἰδαῖον λέπας

  οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,

  παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.

  [290] Πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς

  ἔστειχε· θάμβει δ’ ἐκπλαγέντες ἵεμεν

  ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ

  λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,

  πρὶν δὴ δι’ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν

 

‹ Prev