by Euripides
[295] ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
Στείχων δ’ ἄνακτος προυξερευνητὰς ὁδοῦ
ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
[300] Καὶ πάντ’ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
ἑστῶτ’ ἐν ἵπποις Θρῃκίοις τ’ ὀχήμασι.
Χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
[305] Πέλτη δ’ ἐπ’ ὤμων χρυσοκολλήτοις τύποις
ἔλαμπε· Γοργὼν δ’ ὡς ἐπ’ αἰγίδος θεᾶς
χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
Στρατοῦ δὲ πλῆθος οὐδ’ ἂν ἐν ψήφου λόγῳ
[310] θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
πολλοὶ δ’ ἀτράκτων τοξόται, πολὺς δ’ ὄχλος
γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
Τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ’ ἀνήρ,
[315] ὃν οὔτε φεύγων οὔθ’ ὑποσταθεὶς δορὶ
ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός
Ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
Ἕκτωρ
[319] Πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ
[320] καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
Ἀλλ’ οὐδὲν αὐτῶν δεόμεθ’, οἵτινες πάλαι
μὴ ξυμπονοῦσιν, ἡνίκ’ ἐξώστης Ἄρης
ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
Ῥῆσος δ’ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
[325] ἥκει γὰρ ἐς δαῖτ’, οὐ παρὼν κυνηγέταις
αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
Ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
Ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
[330] Πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
Ἕκτωρ
Πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
Ὅρα τὸ μέλλον· πόλλ’ ἀναστρέφει θεός.
Ἕκτωρ
Μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
[336] Ὃ δ’ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
[334] Ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
[335] Φόβος γένοιτ’ ἂν πολεμίοις ὀφθεὶς μόνον.
Ἕκτωρ
[339] Σύ τ’ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
[340] Ὁ χρυσοτευχὴς δ’ οὕνεκ’ ἀγγέλου λόγων
Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
Χορός
[342] Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
[345] προσφιλές ἐστιν εἰπεῖν.
Ἥκεις, ὦ ποταμοῦ παῖ,
ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
ἀσπαστός, ἐπεί σε χρόνῳ
Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
[350] ρος ποταμὸς πορεύει
Στρυμών, ὅς ποτε τᾶς μελῳ-
δοῦ Μούσας δι’ ἀκηράτων
δινηθεὶς ὑδροειδὴς κόλπων
σὰν ἐφύτευσεν ἥβαν.
[355] Σύ μοι Ζεὺς ὁ φαναῖος
ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
Νῦν, ὦ πατρὶς ὦ Φρυγία,
ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
Ζῆνα πάρεστιν εἰπεῖν.
[360] Ἆρά ποτ’ αὖθις ἁ παλαιὰ Τροί¨α
τοὺς προπότας παναμερεύ-
σει θιάσους ἐρώτων
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
τοις ὑποδεξίαις ἁμίλ-
[365] λαις κατὰ πόντον Ἀτρειδᾶν
Σπάρταν οἰχομένων
Ἰλιάδος παρ’ ἀκτᾶς;
Ὦ φίλος, εἴθε μοι
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
[369β] ξας τάδ’ ἐς οἶκον ἔλθοις.
[370] Ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
Πηλεί¨δα κατ’ ὄμμα πέλ-
ταν δοχμίαν πεδαίρων
σχιστὰν παρ’ ἄντυγα, πώλους ἐρεθί-
ζων δίβολόν τ’ ἄκοντα πάλ-
[375] λων. Σὲ γὰρ οὔτις ὑποστὰς
Ἀργείας ποτ’ ἐν Ἥ-
ρας δαπέδοις χορεύσει·
[377β] ἀλλά νιν ἅδε γᾶ
καπφθίμενον Θρῃκὶ μόρῳ
[378β] φίλτατον ἄχθος οἴσει.
Ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
[380] Καλόν, ὦ Θρῄκη,
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
Ἴδε χρυσόδετον σώματος ἀλκήν,
κλύε καὶ κόμπους κωδωνοκρότους
παρὰ πορπάκων κελαδοῦντας.
[385] Θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
Μούσης ἥκων καταπνεῖ σε.
Ῥῆσος
[388] Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
Ἕκτορ· παλαιᾷ σ’ ἡμέρᾳ προσεννέπω.
[390] ;Αίρω δέ σ’ εὐτυχοῦντα καὶ προσήμενον
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δ’ ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Ἕκτωρ
Παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
Θρῃκ
ός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
[395] τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ’ ἀνήρ.
Πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπί σ’ Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
Οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
[400] οὐκ ἦλθες οὐδ’ ἤμυνας οὐδ’ ἐπεστράφης.
Τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
ἐλθοῦσ’ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
Ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
Σὺ δ’ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
[405] Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
Καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρῃκῶν ἄνακτα τῇδ’ ἔθηκ’ ἐγὼ χερί,
ὅτ’ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
[410] ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
Οἱ δ’ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
[415] κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
οἳ δ’ ἔν θ’ ὅπλοισι καὶ παρ’ ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
[420] Ταῦθ’, ὡς ἂν εἰδῇς Ἕκτορ’ ὄντ’ ἐλεύθερον,
καὶ μέμφομαί σοι καὶ λέγω κατ’ ὄμμα σόν.
Ῥῆσος
[422] Τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκ’ ἀνήρ.
Ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ’ ἀπὼν χθονὸς
[425] λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·
ἀλλ’ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον· Εὐξένου δ’ ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
[430] Ἔνθ’ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
Τοιάδε τοί μ’ ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
Ἐπεὶ δ’ ἔπερσα, τῶνδ’ ὁμηρεύσας τέκνα
[435] τάξας <τ’> ἔτειον δασμὸν ἐς δόμους φέρειν,
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
τὰ δ’ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
[440] ἀλλ’ οἷα πόντον Θρῄκιον φυσήματα
κρυσταλλόπηκτα Παιόνας τ’ ἐπεζάρει,
ξὺν τοῖσδ’ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
Ἀλλ’ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ’ ὅμως·
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
[445] κοὐδὲν περαίνεις, ἡμέραν δ’ ἐξ ἡμέρας
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τ’ Ἀχαιούς· θατέρᾳ δ’ ἀπ’ Ἰλίου
[450] πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
ὑμῶν δὲ μή τις ἀσπίδ’ ἄρηται χερί·
ἐγὼ γὰρ ἕξω τοὺς μέγ’ αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
Χορός
[454] Ἰὼ ἰώ.
[455] Φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον
φθόνον ἄμαχον ὕπατος
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
[459] Τὸ δὲ νάιον Ἀργόθεν δόρυ
[460] οὔτε πρίν τιν’ οὔτε νῦν
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. Πῶς μοι
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
πῶς δ’ Αἴας ὑπομεῖναι;
Εἰ γὰρ ἐγὼ τόδ’ ἦμαρ εἰσίδοιμ’, ἄναξ,
[465] ὅτῳ πολυφόνου
χειρὸς ἀποινάσαιο λόγχᾳ.
Ῥῆσος
Τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
πρᾶξαι παρέξω σὺν δ’ Ἀδραστείᾳ λέγω
ἐπειδἂν ἐχθρῶν τήνδ’ ἐλευθέραν πόλιν
[470] θῶμεν θεοῖσί τ’ ἀκροθίνι’ ἐξέλῃς,
ξὺν σοὶ στρατεύειν γῆν ἐπ’ Ἀργείων θέλω
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ’ ἐκπέρσαι δορί,
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Ἕκτωρ
Εἰ τοῦ παρόντος τοῦδ’ ἀπαλλαχθεὶς κακοῦ
[475] πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ’ ἀσφαλῆ,
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
Τὰ δ’ ἀμφί τ’ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
οὐχ ὧδε πορθεῖν ῥᾴδι’, ὡς λέγεις, δορί.
Ῥῆσος
Οὐ τούσδ’ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ
[480] Κοὐ μεμφόμεσθά γ’, ἀλλ’ ἄδην ἐλαύνομεν.
Ῥῆσος
Οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Ἕκτωρ
Μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος
Ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ
[484] Πολλῆς γὰρ ἄρχω κἀνθάδ’ ὢν τυραννίδος.
[485] Ἀλλ’ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
εἴτ’ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
π�
�λτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ῥῆσος
Μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
Εἰ δ’ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
[490] πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
τάξον μ’ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
Οὐκ ἔστ’ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
Καὶ μὴν λόγος γ’ ἦν ὡς ἔπλευσ’ ἐπ’ Ἴλιον.
Ἕκτωρ
Ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
[495] στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ῥῆσος
Τίς δὴ μετ’ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
[497] Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
χὡ Τυδέως παῖς· ἔστι δ’ αἱμυλώτατον
κρότημ’ Ὀδυσσεύς, λῆμά τ’ ἀρκούντως θρασὺς
[500] καὶ πλεῖστα χώραν τήνδ’ ἀνὴρ καθυβρίσας·
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
κλέψας ἄγαλμα ναῦς ἐπ’ Ἀργείων φέρει.
Ἤδη δ’ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
ἐσῆλθε πύργους, πολλὰ δ’ Ἀργείοις κακὰ
[505] ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
ἐξῆλθεν· αἰεὶ δ’ ἐν λόχοις εὑρίσκεται
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
[510] Οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
κτεῖναι τὸν ἐχθρόν, ἀλλ’ ἰὼν κατὰ στόμα.
Τοῦτον δ’ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
πυλῶν ἐπ’ ἐξόδοισιν ἀμπείρας ῥάχιν
[515] στήσω πετεινοῖς γυψὶ θοινατήριον.