Delphi Complete Works of Dio Chrysostom
Page 98
THE SIXTH DISCOURSE: DIOGENES, OR ON TYRANNY
ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ
Διογένης ὁ Σινωπεύς, ὅτε ἔφυγεν ἐκ Σινώπης, ἀφικόμενος τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλέως τὴν δίαιταν: καὶ γὰρ ἐκεῖνος [p. 84] τοῦ μὲν χειμῶνος ἐν Βαβυλῶνι καὶ Σούσοις, ἐνίοτε δὲ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιεινοτάτοις τῆς Ἀσίας, τοῦ δὲ θέρους ἐν Ἐκβατάνοις τῆς Μηδικῆς, ὅπου ψυχρότατος ὁ ἀὴρ ἀεί ποτέ ἐστι καὶ [2] τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὅμοιον. οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρἈττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήν τε Πελοπόννησον καὶ Θετταλίαν: εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον ὕδωρ, περιέχεσθαί τε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης: ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τιναοὖσαν: τὴν δὲ αὖ πόλιν ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν. [3] σημεῖον δέ: τοὺς γὰρ ἀπὸ τοῦ Σουνίου καταίροντας εἰς τὸν Πειραιᾶ μὴ δύνασθαι ἄλλως ἢ νότῳ κατᾶραι. εἰκότως οὖν τὸν χειμῶνα γίγνεσθαι πρᾷον. ἐν δὲ τῇ Κορίνθῳ τὸ θέρος εὔπνουν, διὰ τοὺς εἰσέχοντας κόλπους ἀεί ποτε τῶν πνευμάτων ἐκεῖσεσυρρεόντων: ὅ τε Ἀκροκόρινθος ἐπισκιάζει καὶ αὐτὴ μᾶλλον ἐπὶ τὸ Λέχαιον καὶ πρὸς τὴν ἄρκτον ἀποκλίνει. [4] πολὺ δὲ καλλίονας ὑπάρχειν τὰς πόλεις ταύτας Ἐκβατάνων καὶ Βαβυλῶνος, καὶ πολὺ ἄμεινον κατεσκευάσθαι τῶν ἐκεῖ βασιλείων τό τε Κράνειον καὶ τὴν Ἀθήνησιν ἀκρόπολιν καὶ τὰ προπύλαια, μεγέθει δὲ λείπεσθαιμόνον: καίτοι διακοσίων σταδίων εἶναι τὴν περίμετρον τῶν Ἀθηνῶν, τοῦ Πειραιῶς συντιθεμένου καὶ τῶν διὰ μέσου τειχῶν πρὸς τὸν περίβολον τοῦ ἄστεος: οἰκεῖσθαι γὰρ οὐ πάλαι καὶ ταῦτα σύμπαντα: ὥστε τὸ ἥμισυ ἔχειν Ἀθήνας Βαβυλῶνος, εἰ τυγχάνει ἀληθῆ λεγόμενα περὶ τῶν ἐκεῖ. [5] καὶ μὴν τό γε τῶν λιμένων κάλλος,ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόν τε καὶ ἄργυρον καὶ χαλκόν, τό τε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευήν, ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα: πλὴν αὐτῷ γε οὐ πολὺ μέλειν τῶν τοιούτων. [6] τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μέν ὥστε μεταβῆναι [p. 85] πάμπολυ γίγνεσθαι: σχεδὸν γοῦν αὐτὸν ἐν ὁδῷ διάγειν τοῦ χειμῶνος καὶ τοῦ θέρους τὸ πλέον: αὐτὸν δὲ πλησίον καταλύσαντα Μεγαροῖ Ἀθήνησι γενέσθαι τῇ ὑστεραίᾳ πάνυ ῥᾳδίως, εἰ μὲν βούλοιτο, ἐπ᾽ Ἐλευσῖνος: εἰ δὲ μή, βραχυτέραν διὰ Σαλαμῖνος, μὴ δἰ ἐρήμων σταθμῶν πορευόμενον: ὥστε πλεονεκτεῖν βασιλέως καὶ μᾶλλον τρυφᾶν: ἄμεινον γὰρ κατεσκευάσθαι τὴν οἴκησιν. [7] ταῦτα δὲ εἰώθει μὲν παίζων λέγειν: ὅμως δὲ ἐνεδείκνυτο τοῖς θαυμάζουσι τὸν πλοῦτον τοῦ Πέρσου καὶ τὴν λεγομένην εὐδαιμονίαν ὅτι οὐδέν ἐστι τῶν ἐκείνου πραγμάτων οἷον νομίζουσι. τῶν μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, τὰ δὲ καὶ σφόδρα πένησιν ἐξεῖναι ποιεῖν. [8] οὐδὲ γάρ, ὡς ἐνόμιζον ἔνιοι τῶν ἀφρόνων, ἀμελὲς ἦν αὐτῷ περὶ τοῦ σώματος, ἀλλ᾽ ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα καὶ διψῶντα πολλάκις ἡγοῦντο ἀμελεῖν τοῦ ὑγιαίνειν καὶ τοῦ ζῆν: ὁ δὲ ταῦτα πάσχων μᾶλλον μὲν ὑγίαινε τῶν ἀεὶ ἐμπιμπλαμένων, μᾶλλον δὲ τῶν ἔνδον μενόντων καὶ μηδέποτε μήτε ψύχους μήτε καύματος πειρωμένων, [9] ἔτι δὲ ἥδιον μὲν ἀλεαινόμενος ᾐσθάνετο, ἥδιον δὲ σιτία προσεφέρετο: πολὺ δὲ μάλιστα ταῖς ὥραις ἔχαιρεν, καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος, ὁπότε ἤδη διαχέοι τὸν ἀέρα, τοῦτο δὲ οὐκ ἤχθετο παυομένου, ἅτε ἀπαλλαττόμενος τοῦ σφοδροῦ καύματος, τοῖς δὲ ὥραις ξυνεπόμενος καὶ κατ᾽ ὀλίγον αὐτῶν πειρώμενος ἀλύπως ἀφικνεῖτο πρὸς ἑκατέραν τὴν ὑπερβολήν. [10] πυρὶ δὲ ἢ σκιᾷ ἢ σκέπῃ σπανίως ἐχρῆτο, οὐ προλαμβάνων τὸν καιρόν, οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, ὅτι μὲν ἔξεστιν αὐτοῖς ἀεὶ πῦρ καίειν, εὐποροῦσι δὲ ἐσθῆτος, ἔχουσι δὲ οἰκίας, ἐὰν καὶ μικρὸν αἴσθωνται ψύχους, εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα καὶ τὰ σώματα ἀχρεῖα ποιοῦσι καὶ ἀδύνατα ἀνέχεσθαι χειμῶνος, [11] ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν [p. 86] ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτου χάριν, τῆς δ᾽ αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος,δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, [12] ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους. ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν: ὅθεν ζητοῦσιν ἀχαρίτους καὶ ἀτερπεῖς ἡδονάς. ὁ δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δριμύτατοντῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν προσεφέρετο μᾶζαν ἢ οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ οἱ ἄλλοι τὸν Θάσιον οἶνον. [13] κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντ
ων δὲ πάντως ὁπόθεν ὠνήσονται Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρουσεἶναι τῶν βοσκημάτων: ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν: [14] οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας τά τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦθέρους αὐτῷ καὶ τοῦ χειμῶνος: τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, [15] ἅτε δὴ συνήθης αὐτῷ γενόμενος. τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν: οὐ γὰρ ἔφη τρυφερωτέρους εἷναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί: μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸνκαταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι: δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων. [16] ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα [p. 87] ἔχουσιν ἄνθρωποι, πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τούτων ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον ἦν καὶ ἀδαπανώτατον. [17] οὐ γὰρ ἔδει αὐτὸν οὐδαμόσε ἐλθεῖν ἀφροδισίων δισίων ἕνεκεν, ἀλλὰ παίζων ἔλεγεν ἁπανταχοῦ παρεῖναι αὐτῷ τὴν Ἀφροδίτην προῖκα: τοὺς δὲ ποιητὰς καταψεύδεσθαι τῆς θεοῦ διὰ τὴν αὑτῶν ἀκρασίαν, πολύχρυσον καλοῦντας. ἐπεὶ δὲ πολλοὶ τοῦτο ἠπίστουν, ἐν τῷ φανερῷ ἐχρῆτο καὶ πάντων ὁρώντων: καὶ ἔλεγεν ὡς εἴπερ οἱ ἄνθρωποι οὕτως εἶχον, οὐκ ἂν ἑάλω ποτὲ ἡ Τροία, οὐδ᾽ ἂν ὁ Πρίαμος ὁ Φρυγῶν βασιλεύς, ἀπὸ Διὸς γεγονώς, [18] ἐπὶ τῷ βωμῷ τοῦ Διὸς ἐσφάγη. τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων: ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρὸς τὸ τραχύ. [19] θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι μηδὲ τὴν χεῖρα μηδὲ ἄλλο μηδὲν τοῦ σώματος, μηδὲ τοὺς πάνυ πλουσίους ἀναλῶσαι ἂν μηδεμίαν ὑπὲρ τούτου δραχμήν: ἕν δὲ ἐκεῖνο τὸ μέρος πολλάκις πολλῶν ταλάντων, τοὺς δέ τινας ἤδη καὶ τῇ ψυχῇ παραβαλλομένους. [20] ἔλεγε δὲ παίζων τὴν συνουσίαν ταύτην εὕρεμα εἶναι τοῦ Πανός, ὅτε τῆς Ἠχοῦς ἐρασθεὶς οὐκ ἐδύνατο λαβεῖν, ἀλλ᾽ ἐπλανᾶτο ἐν τοῖς ὄρεσι νύκτα καὶ ἡμέραν, τότε οὖν τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ. καὶ τόν, ἐπεὶ ἔμαθε, παύσασθαι τῆς πολλῆς ταλαιπωρίας: ἀπ᾽ ἐκείνου δὲ τοὺς ποιμένας χρῆσθαι μαθόντας. [21] τὰ μὲν οὖν τοιαῦτα ἐνίοτε τῶν ἀνθρώπων καταγελῶν ἔλεγεν τῶν τετυφωμένων καὶ ἀνοήτων: μάλιστα δὲ ὕβριζε τοὺς σοφιστὰς τοὺς σεμνοὺς εἶναι θέλοντας καὶ πλέον τι τῶν ἄλλων εἰδέναι οἰομένους. [p. 88] ἔλεγε δὲ διὰ τὴν μαλακίαν τοὺς ἀνθρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων. [22] ἐκεῖνα γὰρ ὕδατι μὲν ποτῷ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνὰ ὄντα δι᾽ ἔτους, εἰς οἰκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρὶ δὲ οὐδὲν χρώμενα, ζῆν μὲν ὁπόσον ἡ φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναιρῇ: ἰσχυρὰ δὲ καὶὑγιαίνοντα διάγειν ὁμοίως ἅπαντα, δεῖσθαι δὲ μηδὲν ἰατρῶν μηδὲ φαρμάκων. [23] τοὺς δὲ ἀνθρώπους οὕτως μὲν πάνυ φιλοζῴους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας, ἃ μηδὲ ὀνομάσαι ῥᾴδιον, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν [24] παρέχουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός. καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὄφελος εἶναι διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν, [25] μηδὲ μάντεων μαντευομένων μηδὲ ἱερέων καθαιρόντων. εἰς δὲ τὰς πόλεις συνελθόντας, ὅπως ὑπὸ τῶν ἔξωθεν μὴ ἀδικῶνται,τοὐναντίον αὑτοὺς ἀδικεῖν καὶ τὰ δεινότατα πάντα ἐργάζεσθαι, ὥσπερ ἐπὶ τούτῳ ξυνεληλυθότας. διὰ ταῦτα δὲ δοκεῖν αὐτῷ καὶ τὸν μῦθον λέγειν ὡς τὸν Προμηθέα κολάζοι ὁ Ζεὺς διὰ τὴν εὕρεσιν καὶ μετάδοσιν τοῦ πυρός, ὡς ἀρχὴν τοῦτο καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς. οὐ γὰρ δὴ τὸν Δία μισεῖν τοὺς [26] ἀνθρώπους οὐδὲ φθονεῖν αὐτοῖς ἀγαθοῦ τινος. ἐπεὶ δὲ ἔλεγόν τινες οὐ δυνατὸν εἶναι ζῆν τὸν ἄνθρωπον ὁμοίως τοῖς ἄλλοις ζῴοις διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν καὶ διότι ψιλός ἐστιν, οὔτε θριξὶ σκεπόμενος, ὥσπερ τὰ πολλὰ τῶν θηρίων, οὔτε πτεροῖς, [27] οὐδὲ δέρμα ἰσχυρὸν ἐπαμπέχεται, πρὸς ταῦτα ἀντέλεγεν, οὕτωσμὲν σφόδρα ἁπαλοὺς εἶναι διὰ τὴν δίαιταν: φεύγειν μὲν γὰρ ὡς τὸ πολὺ τὸν ἥλιον, φεύγειν δὲ τὸ ψῦχος: τὴν δὲ ψιλότητα τοῦ σώματος μηδὲν ἐνοχλεῖν. ἐπεδείκνυε δὲ τούς τε βατράχους καὶ ἄλλα οὐκ ὀλίγα ζῷα πολὺ μὲν ἁπαλώτερα ἀνθρώπου, πολὺ δὲ ψιλότερα, καὶ ἔνια τούτων ἀνεχόμενα οὐ τὸν ἀέρα μόνον, ἀλλὰ καὶ [28] ἐν τῷ ψυχροτάτῳ ὕδατι ζῆν δυνάμενα τοῦ χειμῶνος. ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τούς τε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον [p. 89] οὐδὲν δεόμενα σκέπης. καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνε�
�θαι ζῷον, ὃ μὴ δύναται ζῆν ἐν αὐτῷ: ἢ πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι, μήτε πυρὸς ὄντος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου; ἀλλὰ τὴν πανουργίαν τοῖς ὕστερον καὶ τὸ πολλὰ εὑρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ [29] πάνυ τι συνενεγκεῖν. οὐ γὰρ πρὸς ἀνδρείαν οὐδὲ δικαιοσύνην χρῆσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονήν: διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἅπαντος ἀεὶ ζῆν ἀηδέστερον καὶ ἐπιπονώτερον, καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν κάκιστα ἀπόλλυσθαι διὰ τὴν πολλὴν ἐπιμέλειάν τε καὶ προμήθειαν. [30] καὶ οὕτως δὴ τὸν Προμηθέα δικαίως λέγεσθαι δεδεμένον ἐν πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ. ὁπόσα μὲν: οὖν πολυδάπανα καὶ δεόμενα πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἀφῄρει καὶ βλαβερὰ τοῖς χρωμένοις ἀπέφαινεν: ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἔστιν ἐπικουρεῖν τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμὸν καὶ πρὸς τὸ παῦσαί τινα ὄρεξιν τοῦ σώματος, οὐ παρέπεμπεν οὐδὲν αὐτῶν, ἀλλὰ καὶ τόπους ᾑρεῖτο τοὺς ὑγιεινοὺς μᾶλλον ἢ τοὺς νοσώδεις καὶ τοὺς εὐφόρους ἑκάστῃ ὥρᾳ, [31] καὶ τροφῆς ὅπως εὐπορήσει τῆς ἱκανῆς ἐπεμελεῖτο καὶ ἐσθῆτος τῆς μετρίας, πραγμάτων δὲ καὶ δικῶν καὶ φιλονικιῶν καὶ πολέμων καὶ στάσεων ἐκτὸς ἦν. καὶ μάλιστα ἐμιμεῖτο τῶν θεῶν τὸν βίον: ἐκείνους γὰρ μόνους φησὶν Ὅμηρος ῥᾳδίως ζῆν, ὡς τῶν ἀνθρώπων ἐπιπόνως καὶ χαλεπῶς βιούντων. τὰ δὲ τοιαῦτα ἔφη καὶ τὰ θηρία διορᾶν. [32] τοὺς μὲν γὰρ πελαργοὺς τὰ θερμὰ τοῦ θέρους ἀπολείποντας εἰς τὸν εὔκρατον ἀέρα ἀφικνεῖσθαι, καὶ διαγαγόντας ἐνταῦθα ὁπόσον ἥδιστον τοῦ χρόνου, μετὰ ταῦτα ἀθρόους ἀπιέναι, τὸν χειμῶνα ὑποχωροῦντας, τὰς δὲ γεράνους ἐπιφοιτᾶν τῷ σπόρῳ, χειμῶνα μετρίως φερούσας, καὶ τῆς τροφῆς ἕνεκα. [33] τὰς δὲ ἐλάφους καὶ τοὺς λαγὼς τοῦ μὲν ψύχους εἰς τὰ πεδία καὶ τὰ κοῖλα καταβαίνειν ἐκ τῶν ὀρῶν, κἀνταῦθα ὑποστέλλειν τοῖς ἀπηνέμοις καὶ προσηνέσι, τοῦ [p. 90] δὲ καύματος εἰς τὴν ὕλην ἀποχωρεῖν καὶ τὰ βορειότατα τῶν χωρίων. [34] ὁρῶν δὲ τοὺς ἄλλους ἀνθρώπους ἅπαντα μὲν τὸν βίον ταραττομένους, ἅπαντα δὲ ἀλλήλοις ἐπιβουλεύοντας, ἀεὶ δὲ ἐν κακοῖς ὄντας μυρίοις, μηδέποτε δὲ ἡσυχίαν δυναμένους ἄγειν, ἀλλὰ μηδὲ ἐν ταῖς ἱερομηνίαις μηδὲ ἂν ἐκεχειρίαν ἐπαγγέλλωσι, καὶταῦτα ξύμπαντα δι᾽ οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ἢ ὅπως ζῆν δυνήσονται, καὶ μάλιστα δὴ δεδιότας μήποτε αὐτοὺς ἐπιλίπῃ τἀναγκαῖα δὴ λεγόμενα, ἔτι δὲ φροντίζοντας καὶ ζητοῦντας ὅπως παισὶ τοῖς αὑτῶν καταλίπωσι πολλὰ χρήματα, ἐθαύμαζεν ὅτι μηδὲν αὐτὸς πράττοι τοιοῦτον, ἀλλὰ μόνος δὴ τῶνἁπάντων ἐλεύθερός ἐστι καὶ οὐδεὶς ἄλλος συνίησι τῆς αὑτοῦ μάλιστα εὐδαιμονίας. [35] ὥστε οὐκέθ᾽ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν: πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενονδὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον, καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν. [36] διὰ δὲ ταῦτα μήτε ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν ᾗβλέπειν αὐτὸν εἶναι μὴ τὰ δεινότατα πάσχοντα. καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δ᾽ αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὑτῷ βοηθεῖν. [37] ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι, ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην,ἅτε ὑπ᾽ αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον: τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τῶν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον. [38] τὸ δὲ δὴ πάντων παραλογώτατον, [p. 91] φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὑτὸν τοῖς ὡπλισμένοις, καὶ διερευνᾶσθαι μὲν τοὺς προσιόντας, μή τις ἔχοι σίδηρον, ἐν μέσῳ δὲ ζῆν τῶν σιδηροφορούντων. φεύγειν δὲ ἀπὸ μὲν τῶν ἀνόπλων πρὸς τοὺς ὡπλισμένους, ἀπὸ δὲ τῶν ὡπλισμένων πρὸς τοὺς ἀνόπλους: ἀπὸ μέν γε τοῦ πλήθους φυλάττεσθαι τοῖς δορυφόροις, ἀπὸ δὲ τῶν δορυφόρων εὐνούχοις. οὐκ ἔχειν δὲ οἷς ἂν πιστεύσας οὐδὲ ὅποι τραπόμενος δυνήσεται ζῆσαι μίαν ἡμέραν ἀφόβως. [39] ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν, ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μηδὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος τοῦ πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μηδὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι. [40] καίτοι πάντα ὅσα δεινὰ τοῖς ἀνθρώποις παραμυθίαν ἔχει τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν. καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται, προσδοκᾷ ποτε λυθῆναι, καὶ τῷ τὴν πατρίδα φεύγοντι οὐκ ἀδύνατον κατελθεῖν, καὶ τῷ νοσοῦντι μέχρι τῆς τελευτῆς ἔστιν ἐλπίζειν τὴν ὑγίειαν: τῷ δὲ οὐκ ἔστιν ἀπαλλαγῆναι τοῦ πράγματος, ἀλλ᾽ οὐδ᾽ εὔξασθαι γοῦν, εἰ μή τι ἕτερον. ὅσοις δὲ ἀνιᾶσθαι συμβέβηκε τῶν φίλων τινὸς ἀποθανόντος, σαφῶς ἐπίστανται ὅτι παύσονταί ποτε
λυπούμενοι τῷ χρόνῳ: τῷ δὲ τοὐναντίον ἐπιτείνεται μᾶλλον τὰ χαλεπά. [41] οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἶον ἵππου φασίν. οἵ τε γὰρ πεπονθότες κακῶς πλείους οἵ τε καταφρονοῦντες: αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ. πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους ἢ λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία. τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές: [42] οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλ᾽ οὐδὲν ἔτι λυποῦνται. ὁ δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ [p. 92] ἤδη προέλαβον τὸ ἔργον: οἱ μὲν γὰρ ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον. [43] τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνήσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετ᾽ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς καὶ συμπίνειν τούτῳ τῷ [44] φόβῳ καὶ συγκαθεύδειν. εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις,καὶ πρὸς ἀφροδισίοις οὗτος γιγνόμενος, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μέμνηται τοῦ θανάτου, ὡς τυχὸν ὑπ᾽ αὐτῶν τῶν ἐρωμένων μένων ἀπολούμενος, ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν, [45] ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος. τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοισγιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον ᾖ τὸ ἀποθνήσκειν: οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος. καὶ ταύτην ὁ θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵναπαραμένωσι κολαζόμενοι. [46] δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος: [47] οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις: ζῶσι μὲν γὰρ πολὺἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ. [48] πεφυκότος δὲ [p. 93] τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα, σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι. [49] δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπόρων τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν: οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν: οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς. [50] καὶ μὴν ἐπιφθονώτατος ἁπάντων ὁ πλεῖστα μὴ δικαίως ἔχων: ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτόν: εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστὶν αὐτῷ, καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον. [51] καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον. [52] καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν. ἡγοῦνται δὲ μήτε ἀποδημεῖν ἀσφαλὲς μήτε μένειν μήτε προϊέναι μήτ᾽ ἔνδον διαιτᾶσθαι παρ᾽ αὑτοῖς, ἀλλὰ μηδὲ ἐπιβαίνειν οὗ ἂν ἐπιβαίνωσιν ἀσφαλῶς, ἅπαντα δὲ εἶναι μεστὰ ἐνέδρας καὶ δόλων. [53] ἀναλογίζεται δὲ ἕκαστος αὐτῶν καὶ τοὺς θανάτους τῶν τυράννων καὶ τὰς ἐπιβουλάς, ὅσαι πώποτε γεγόνασι, καὶ ξύμπαντα ταῦτα ἐφ᾽ αὑτὸν ἰέναι νομίζει, καὶ οὕτως ἔχει περιφόβως ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος: καὶ περιβλέπειν μὲν ἀεὶ [p. 94] καὶ περιστρέφεσθαι βούλεται, πληγήσεσθαι πανταχόθεν οἰόμενος, αὐτὸ δὲ τοῦτο οὐκ ἔξεστι ποιεῖν ὑπὸ αἰσχύνης ἅμα καὶ φόβου. [54] ὅσῳ γὰρ ἂν ἐνδηλότερος ᾖ φοβούμενος ἀνὴρ τύραννος, τοσούτῳ μᾶλλον ἐπιβουλεύουσι καταφρονοῦντες τῆς δειλίας. ἔστιν οὖν ὁ βίος ὅμοιος ὥσπερ οὖν εἴ τις καθείρξειέ τινα ἐν εἱρκτῇ μικρᾷ,τῶν μὲν ἄνωθεν ξιφῶν κρεμαμένων, τῶν δὲ κυκλόθεν περιπεπηγότων, [55] καὶ τούτων ἁπτομένων τοῦ χρωτός: οὕτως οὐ τῷ σώματι μόνον, ἀλλὰ τῇ ψυχῇ τοῦ τυρ�
�ννου περιπέπηγε τὰ ξίφη, ὥστε τὸν ἐν ᾄδου Τάνταλον, ὅν φασι