Delphi Complete Works of Dio Chrysostom
Page 102
παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυδώρη.
[147] σχεδὸν δὲ καὶ παρὰ Λακεδαιμονίοις ἔτυχόν τινες ταύτης τῆς ἐπωνυμίας τῶν οὕτως γενομένων, Παρθενίαι κληθέντες συχνοί: ὥστ᾽, [p. 218] εἰ μὴ διεφθείροντο οἱ πλείους τῶν ἐν ταῖς οὕτως τρυφώσαις πόλεσι γιγνομένων, ἅτε οὐδαμῶς οἶμαι δαιμονίου τυγχάνοντες ἐπιμελείας, [148] οὐδὲν ἂν ἐκώλυε πάντα μεστὰ ἡρώων εἶναι. νῦν δὲ οἱ μὲν ἀπόλλυνται παραχρῆμα: ὅσοι δ᾽ ἂν καὶ φανῶσι, κρύφα ἐν δούλου σχήματι μένουσιν ἄχρι γήρως, ἅτε οὐδὲν αὐτοὺς δυναμένωντῶν σπειράντων προσωφελεῖν. [149] εἶεν δή, παρ᾽ οἷς ἂν καὶ τὰ περὶ τὰς κόρας οὕτως ἁπλῶς ἔχῃ, τί χρὴ προσδοκᾶν τοὺς κόρους, ποίας τινὸς παιδείας καὶ ἀγωγῆς τυγχάνειν; ἔσθ᾽ ὅπως ἂν ἀπόσχοιτο τῆς τῶν ἀρρένων λώβης καὶ φθορᾶς τό γε ἀκόλαστον γένος, τοῦτον ἱκανὸν καὶ σαφῆ ποιησάμενον ὅρον τὸν τῆς φύσεως, ἀλλ̓οὐκ ἂν ἐμπιμπλάμενον πάντα τρόπον τῆς περὶ γυναῖκας ἀκρασίας διακορὲς γενόμενον τῆς ἡδονῆς ταύτης ζητοίη ἑτέραν μείζω καὶ παρανομωτέραν ὕβριν; [150] ὡς τά γε γυναικῶν, αὐτῶν σχεδόν τι τῶν ἐλευθέρων καὶ παρθένων, ἐφάνη ῥᾴδια καὶ οὐδεὶς πόνος θηρῶντι μετὰ πλούτου τὴν τοιάνδε θήραν: οὐδὲ ἐπὶ τὰς πάνυ σεμνὰς καὶσεμνῶν τῷ ὄντι γυναῖκας καὶ θυγατέρας ὅστις ἂν ἴῃ σὺν τῇ τοῦ Διὸς μηχανῇ, χρυσὸν μετὰ χεῖρας φέρων, οὐ μήποτε ἀποτυγχάνῃ. [151] ἀλλ᾽ αὐτά που τὰ λοιπὰ δῆλα παρὰ πολλοῖς γιγνόμενα. ὁ γὰρ ἄπληστος τῶν τοιούτων ἐπιθυμιῶν, ὅταν μηδὲν εὑρίσκῃ σπάνιον μηδὲ ἀντιτεῖνον ἐν ἐκείνῳ τῷ γένει, καταφρονήσας τοῦ ῥᾳδίου καὶ ἀτιμάσας τὴν ἐν ταῖς γυναιξὶν Ἀφροδίτην ὡς ἕτοιμον δή τινα καὶ τῷ ὄντι θῆλυν παντελῶς ἐπὶ τὴν ἀνδρωνῖτιν μεταβήσεται, τοὺς ἄρξοντας αὐτίκα μάλα καὶ δικάσοντας καὶ στρατηγήσοντας ἐπιθυμῶν καταισχύνειν, [152] ὡς ἐνθάδε που τὸ χαλεπὸν καὶ δυσπόριστον εὑρήσων τῶν ἡδονῶν εἶδος, τοῖς ἄγαν φιλοπόταις καὶ οἰνόφλυξι[p. 219] ταὐτὸ πεπονθὼς πάθος: ὁ̣̣̓ πολλάκις μετὰ πολλὴν ἀκρατοποσίαν καὶ συνεχῆ οὐκ ἐθέλοντες πιεῖν αὐχμὸν ἐξεπίτηδες μηχανῶνται διά τε ἱδρώτων καὶ σιτίων ἁλμυρῶν καὶ δριμέων προσφορᾶς.