Delphi Complete Works of Dio Chrysostom
Page 113
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει:
ἐμοὶ δὲ ἀγαπητὸν δήπουθεν πληρῶσαι τὸν ὑπὸ Ἠλείων ἢ Ἀθηναίων ἀποδειχθέντα τόπον. [73] σὺ μὲν οὖν φήσεις, ὦ σοφώτατε τῶν ποιητῶν Ὅμηρε, πολὺ τῇ τε δυνάμει τῆς ποιήσεως καὶ τῷ χρόνῳ προέχων, σχεδὸν πρῶτος ἐπιδεῖξαι τοῖς Ἕλλησι τῶν τε ἄλλων ἁπάντων θεῶν [p. 176] καὶ δὴ τοῦ μεγίστου θεῶν πολλὰς καὶ καλὰς εἰκόνας, τὰς μέν τινας ἡμέρους, τὰς δὲ φοβερὰς καὶ δεινάς. [74] ὁ δὲ ἡμέτερος εἰρηνικὸς καὶ πανταχοῦ πρᾷος, οἷος ἀστασιάστου καὶ ὁμονοούσης τῆς Ἑλλάδος ἐπίσκοπος: ὃν ἐγὼ μετὰ τῆς ἐμαυτοῦ τέχνης καὶ τῆς Ἠλείων πόλεως σοφῆς καὶ ἀγαθῆς βουλευσάμενος ἱδρυσάμην, ἥμερον καὶ σεμνὸνἐν ἀλύπῳ σχήματι, τὸν βίου καὶ ζωῆς καὶ ξυμπάντων δοτῆρα τῶν ἀγαθῶν, κοινὸν ἀνθρώπων καὶ πατέρα καὶ σωτῆρα καὶ φύλακα, ὡς δυνατὸν ἦν θνητῷ διανοηθέντι μιμήσασθαι τὴν θείαν καὶ ἀμήχανον φύσιν. [75] σκόπει δέ, εἰ μὴ πάσαις ταῖς ἐπωνυμίαις ταῖς τοῦ θεοῦ πρέπουσαν εὑρήσεις τὴν εἰκόνα: Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται, Πολιεύς τε καὶ Ὁμόγνιος καὶ Φίλιος καὶ Ἑταιρεῖος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Φύξιος καὶ Ξένιος καὶ Κτήσιος καὶ Ἐπικάρπιος καὶ μυρίας ἄλλας ἐπικλήσεις ἔχων πάσας ἀγαθάς, βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καὶτὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς καὶ ἀνθρώποις, [76] φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται φίλους εἶναι ἀλλήλοις, ἐχθρὸν δὲ ἢ πολέμιον οὐδένα οὐδενός, Ἱκέσιος δέ, ὡς ἂν ἐπήκοός τε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴντῶν κακῶν ἀπόφυξιν, Ξένιος δέ, ὅτι δεῖ μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι ἀνθρώπων μηδένα, Κτήσιος δὲ καὶ Ἐπικάρπιος, ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ δυνάμεως. [77] ὅτου δὲ ἦν ἐπιδεῖξαι ταῦτα μὴ φθεγγόμενον, ἆρα οὐχ ἱκανῶς ἔχει κατὰ τὴν τέχνην; τὴν μὲν γὰρ ἀρχὴν καὶ τὸν βασιλέα βούλεται δηλοῦντὸ ἰσχυρὸν τοῦ εἴδους καὶ τὸ μεγαλοπρεπές: τὸν δὲ πατέρα καὶ τὴν κηδεμονίαν τὸ πρᾷον καὶ προσφιλές: τὸν δὲ Πολιέα καὶ νόμιμον ἥ τε σεμνότης καὶ τὸ αὐστηρόν: τὴν δὲ ἀνθρώπων καὶ θεῶν ξυγγένειαν αὐτό που τὸ τῆς μορφῆς ὅμοιον ἐν εἴδει συμβόλου: τὸν δὲ Φίλιον καὶ Ἱκέσιον καὶ Ξένιον καὶ Φύξιον καὶ πάντα τὰτοιαῦτα ἁπλῶς ἡ φιλανθρωπία καὶ τὸ πρᾷον καὶ τὸ χρηστὸν [p. 177] ἐμφαινόμενα προσομοιοῖ: τὸν δὲ Κτήσιον καὶ τὸν Ἐπικάρπιον ἥ τε ἁπλότης καὶ ἡ μεγαλοφροσύνη, δηλουμένη διὰ τῆς μορφῆς: ἀτεχνῶς γὰρ διδόντι καὶ χαριζομένῳ μάλιστα προσέοικε τἀγαθά. [78] ταῦτα μὲν οὖν ὡς οἷόν τε ἦν ἐμιμησάμην, ἅτε οὐκ ἔχων ὀνομάσαι. συνεχῶς δὲ ἀστράπτοντα ἐπὶ πολέμῳ καὶ φθορᾷ πλήθους ἢ ὄμβρων ὑπερβολὴν ἢ χαλάζης ἢ χιόνος, ἢ τανύοντα κυανῆν ἶριν, τοῦ πολέμου ξύμβολον, ἢ ἀστέρα πέμποντα ξυνεχεῖς σπινθῆρας ἀποβάλλοντα, δεινὸν τέρας ναύταις ἢ στρατιώτῃ, ἢ ἐπιπέμποντα ἔριν ἀργαλέαν Ἕλλησι καὶ βαρβάροις, ὥστε ἔρωτα ἐμβάλλειν πολέμου καὶ μάχης ἄπαυστον κάμνουσιν ἀνθρώποις καὶ ἀπειρηκόσιν: οὐδέ γε ἱστάντα ἐπὶπλάστιγγος ἀνθρώπων ἡμιθέων κῆρας ἢ στρατοπέδων ὅλων, αὐτομάτῳ ῥοπῇ κρινομένας: οὐκ ἦν διὰ τῆς τέχνης μιμεῖσθαι: οὐ [79] μὴν οὐδὲ παρὸν ἠθέλησά γ᾽ ἄν ποτε. βροντῆς γὰρ εἴδωλον ἄφθογγον ἢ ἀστραπῆς ἢ κεραυνοῦ εἴκασμα ἀλαμπὲς ἐκ τῶν τῇδε ἐπιγείων μεταλλευμάτων ποῖον ἄν τι καὶ γένοιτο; ἔτι δὲ γῆν σειομένην καὶ κινούμενον Ὄλυμπον ὑπὸ νεύματι βραχεῖ τῶν ὀφρύων ἤ τινα νέφους περὶ τῇ κεφαλῇ στέφανον Ὁμήρῳ μὲν εἰπεῖν εὐμαρὲς καὶ πολλὴ πρὸς τὰ τοιαῦτα ἅπαντα ἐλευθερία, τῇ δέ γε ἡμετέρᾳ τέχνῃ παντελῶς ἄπορον, ἐγγύθεν ἐχούσῃ καὶ σαφῆ τὸν ἔλεγχον τῆς ὄψεως. [80] εἰ δ᾽ αὖ τὸ τῆς ὕλης ἀσημότερον ἡγεῖταί τις ἢ κατὰ τὴν ἀξίαν τοῦ θεοῦ, τοῦτο μὲν ἀληθές τε καὶ ὀρθόν: ἀλλ᾽ οὔτε τοὺς δόντας οὔτε τὸν ἑλόμενον καὶ δοκιμάσαντα ἐν δίκῃ μέμφοιτ᾽ ἄν. οὐ γὰρ ἦν ἑτέρα φύσις ἀμείνων οὐδὲ λαμπροτέρα πρὸς ὄψιν, ἣν δυνατὸν εἰς χεῖρας ἀνθρώπων ἀφικέσθαι καὶ μεταλαβεῖν δημιουργίας. [81] ἀέρα γὰρ ἢ πῦρ ἐργάσασθαι καὶ τὴν ἄφθονον πηγὴν ὕδατος ἔν τισι θνητοῖς ὀργάνοις ὅσον τε ἐν ἅπασι τούτοις στερεὸν ἕρμα: λέγω δὲ οὐ χρυσοῦ καὶ λίθου, ταῦτα μὲν γὰρ σμικρὰ καὶ [p. 178] φαῦλα, ἀλλὰ τὴν πᾶσαν ἰσχυρὰν καὶ βαρεῖαν οὐσίαν: ἰδίᾳ τε ἕκαστον διακρίνοντα καὶ συμπλέκοντα εἰς ταὐτὸ γένεσιν ζῴων καὶ φυτῶν, οὐδὲ θεοῖς πᾶσι δυνατὸν ἢ μόνῳ τούτῳ σχεδὸν ὃν πάνυ καλῶς ποιητὴς προσεῖπεν ἕτερος,
Δωδωναῖε μεγασθενὲς ἀριστοτέχνα πάτερ.
[82] οὗτος γὰρ δὴ πρῶτος καὶ τελειότατος δημιουργός, χορηγὸν λαβὼν τῆς αὑτοῦ τέχνης οὐ τὴν Ἠλείων πόλιν, ἀλλὰ τὴν πᾶσαν τοῦ παντὸς ὕλην. Φειδίαν δὲ ἢ Πολύκλειτον οὐκ ἂν εἰκότως ἀπαιτοῖτε πλέον οὐδέν, ἀλλὰ καὶ ταῦτα μείζω καὶ σεμνότερα τῆς ἡμετέρας χειρωναξίας. [83] οὐδὲ γὰρ τὸν Ἥφαιστον Ὅμηρος ἐν ἄλλοις πεποίηκενἐπιδεικνύμενον τὴν ἐμπειρίαν, ἀλλὰ τεχνίτην μὲν θεὸν εὐπόρησεν ἐπὶ τὸ τῆς ἀσπίδος ἔργον, ὕλην δὲ ἑτέραν οὐκ ἐφίκετο εὑρεῖν. �
�ησὶ γὰρ οὕτω:
χαλκὸν δ᾽ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον.
ἀνθρώπων μὲν οὖν ἔγωγε οὐδενὶ παραχωρήσαιμ᾽ ἂν κρείττονα ἐμοῦ ποτε γενέσθαι περὶ τὴν τέχνην, αὐτῷ δὲ τῷ Διί, δημιουργοῦντι τὸν ἅπαντα κόσμον οὐ χρὴ ξυμβάλλειν οὐδένα θνητόν. [84] ταῦτ᾽ οὖν εἰπόντα καὶ ἀπολογησάμενον τὸν Φειδίαν εἰκότως ἐμοὶ δοκοῦσιν οἱ Έλληνες στεφανῶσαι ἄν. ἴσως δὲ τοὺς πολλοὺσλέληθεν ὁ λόγος ὑπὲρ ὧν γέγονε, καὶ μάλα, ἐμοὶ δοκεῖν, φιλοσόφοις τε ἁρμόττων καὶ πλήθει ἀκοῦσαι, περί τε ἀγαλμάτων ἱδρύσεως, ὅπως δεῖ ἱδρῦσθαι, καὶ περὶ ποιητῶν ὅπως, ἄμεινον ἢ χεῖρον διανοοῦνται περὶ τῶν θείων, ἔτι δὲ περὶ τῆς πρώτης ἐπινοίας θεοῦ, ποία τις καὶ τίνα τρόπον ἐν τοῖς ἀνθρώποις ἐγένετο. πολλὰδὲ οἶμαι καὶ περὶ δυνάμεως ἐρρήθη τοῦ Διὸς κατὰ τὰς ἐπωνυμίας. εἰ δὲ μετ᾽ εὐφημίας τοῦ τε ἀγάλματος καὶ τῶν ἱδρυσαμένων, πολὺ ἄμεινον. [85] τῷ γὰρ ὄντι τοιοῦτος ἡμῖν προσορᾶν ἔοικε, πάνυ εὔνους [p. 179] καὶ κηδόμενος, ὥστ᾽ ἔμοιγε μικροῦ φθέγγεσθαι δοκεῖ ῾τάδε μὲν οὕτως, ὦ σύμπασα Ἑλλάς, καλῶς καὶ προσηκόντως ἐπιτελεῖς, θυσίας τε θύουσα ἐκ τῶν παρόντων μεγαλοπρεπεῖς καὶ δὴ καὶ τὸν εὐκλεέστατον ἀγῶνα τιθεῖσα ὡς ἀπ᾽ ἀρχῆς εὐεξίας καὶ ῥώμης καὶ τάχους, ὅσα τε ἑορτῶν καὶ μυστηρίων ἔθη λαβοῦσα διαφυλάττεις. ἀλλὰ ἐκεῖνο φροντίζων σκοπῶ, ὅτι αὐτήν σ᾽ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ᾽ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.᾿
THE THIRTEENTH DISCOURSE: IN ATHENS, ABOUT HIS BANISHMENT
ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ.
ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δί᾽ ἃ πολλοῖς καὶ σχεδὸν πᾶσιν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγένειαν, ταύτης ἐνεχθείσης ἐπ᾽ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον: ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπ᾽ αὐτῶν ἀποθνήσκουσιν ἑτέρους προστιθέναι πλείους ἀπ᾽ οὐδεμιᾶς αἰτίας: [2] τότε δ᾽ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερον πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι [p. 180] [3] δύνασθαι ῥᾳδίως. μὴ ἄρα καὶ τὸ φεύγειν καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δ᾽ ἐλαφρά τε καὶ εὔκολα: ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δὲ οἶμαι πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην. [4] καὶ δὴ ἀνεμιμνησκόμην Ὀδυσσέως τε παρ᾽ Ὁμήρῳ κατοδυρομένου πολλάκις αὑτόν, ἀνδρὸς ἥρωος οὐδαμῶς τε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος: τέλος δέ, ὥς φησιν ὁ ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοιπαραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν ὁ τῆς πατρίδος πόθος τε καὶ ἔρως: [5] πάλιν δ᾽ αὖ παρ᾽ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην ὑπὲρ τοῦἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν: ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει; καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον:τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθ᾽ ἡμέραν βίου; κἀκεῖνον οὕτως λέγοντα: ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ, [6] πρὸς δὲ τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμουσπολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρός τε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων, εἰ καὶ δέοι τελευτᾶν μαχομένους ἐν τῇ αὑτῶν γῇ: σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός. ἐπεὶ δὲ ἐνεθυμήθην ὅτι Κροίσῳ τῷ Λυδῶν[p. 181] βασιλεῖ συνεβούλευσεν ὁ Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας: [7]