Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 141

by Dio Chrysostom


  THE THIRTY-NINTH DISCOURSE: ON CONCORD IN NICAEA UPON THE CESSATION OF CIVIL STRIFE

  ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΕΝ ΝΙΚΑΙΑΙ ΠΕΠΑΥΜΕΝΗΣ ΤΗΣ ΣΤΑΣΕΩΣ.

  Ἐγὼ χαίρω τιμώμενος ὑφ̓ ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις κατά τε ἰσχὺν καὶ μέγεθος. οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων: τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα. [2] πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια [p. 44] καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γάρ. εἰ σφόδρα εὐδαίμονες ἔσονται καὶ θεοφιλεῖς καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ, βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, [3] τῶν δὲ κακῶν ἀτιμίαν. ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης; ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταὐτὰ βουλομένης; τίσι μὲν ἡδίω τἀγαθὰ τῶν ὁμονοούντων; τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; ποία μὲν τοῖς πολίταις προσφιλεστέρα [4] πόλις; ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φίλοις; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; ὁ παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, ὁ παρὰ τίνων δὲ ψόγος ἀληθέστερος; τίνες δὲ παρὰ τοῖς κρατοῦσι πλείονος αἰδοῦς τυγχάνουσι; τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον οἱ κρατοῦντες αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐδ̓ αὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ,τι λέγουσιν οὔτε τῶν διαφερομένων [5] πόλεων. ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας; ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, [p. 45] τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν. διαφέρει γὰρ οὐδὲν ἢ εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας: ὥσπερ οἶμαι καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν ἡ τοιαύτη ἕξις καὶ ὀξύτατον [6] ἐπάγει κίνδυνον. ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας: εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος, ἂν μὲν ὅ θ̓ ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα: στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ [7] ταχύτεροι. παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις: εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. ἀλλ̓ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν: νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε κἀγὼ [8] πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος. τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν: ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, [p. 46] ἃ δ̓ ἄν ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον
ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμονεστάταις καὶ ἀρίσταις ᾖ πόλεσι τὸ λοιπόν.

  THE FORTIETH DISCOURSE: DELIVERED IN HIS NATIVE CITY ON CONCORD WITH THE APAMEIANS

  ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΑΠΑΜΕΙΣ

  ΟΜΟΝΟΙΑΣ. Ἐνόμιζον μέν, ὧ ἄνδρες πολῖται, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ἄξειν τὴν ἅπασαν ἡσυχίαν, δεῦρο ἀφικόμενος, καὶ μὴ προσάψεσθαι μήτε ἑκὼν μήτε ἄκων μηδενὸς κοινοῦ πράγματος, δἰ ἓν μὲν ὅτι καὶ πολλοὺς ὁρῶ σὺν τοῖς θεοῖς ἀεὶ τῶν πρεσβυτέρων καὶ τῶν νεωτέρων βουλομένους καὶ δυναμένους ἐπιτροπεύειν τὴν πόλιν καὶ προΐστασθαι τῶν ὑμετέρων ὀρθῶς οὔτε τοῦ λέγειν οὔτε τοῦ πράττειν ἐνδεῶς ἔχοντας, ἔτι δὲ τῆς παῤ ὑμῖν πολιτείας ἐμπείρους ὄντας, ἐμὲ δὲ ὑπώπτευον: τὸ γὰρ ἀληθὲς [2] εἰρήσεται: βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν: ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν, ἐκ πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας ἀπειρηκότος, καὶ τῶν περὶ τὴν οἰκίαν, κομιδῇ φαύλως διακειμένων, ἃ τοσοῦτον ἀπολωλότα χρόνον οὐδεμιᾶς ἐπανορθώσεως τετύχηκεν. ὅπου γὰρ ἀποδημία δεσπότου χρονίσαντος ἱκανὴ διαφθεῖραι καὶ τὴν μεγίστην οὐσίαν, τί χρὴ προσδοκᾶν ἐν τοσούτοις ἔτεσι φυγῆς; ὅθεν οὐδεὶς ἂν προσεδόκησεν ἐμὲ σωθῆναι χωρὶς ὑμῶν δἰ εὐνοίας ὑπερβολήν. καίτοι μέχρι μὲν ὑπῆρχε πενίας κίνδυνος ἡμῖν, οὐδὲν ἦν δεινόν. οὐ γάρ εἰμι πρὸς τοῦτο ἀμελέτητος σχεδόν, τοσοῦτον χρόνον πλανηθεὶς οὐ μόνον ἄοικος καὶ ἀνέστιος, ἀλλὰ μηδὲ ἀκόλουθον ἕνα γοῦν ἐπαγόμενος. οὐ τοίνυν [p. 47] οὐδὲ τὸν υἱὸν ἤλπιζον χαλεπῶς ἂν ὑπομεῖναι πενίαν, οὐκ ὄντα [3] ἐμοῦ χείρω τὴν φύσιν. ἐπεὶ δὲ ὁ λόγος ἡμῖν ἐστιν ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὴν πατρίδα μηδὲ ἀποστερῆσαι τὴν ὑπόσχεσιν ὑμᾶς, ἣν ὑπεσχόμεθα μηδενὸς ἀναγκάζοντος, οὐδαμῶς ῥᾳδίαν οὐδὲ ὀλίγων χρημάτων, τοῦτο οἶμαι χαλεπὸν καὶ πολλῆς φροντίδος ἄξιον: οὗ γε οὐδέν ἐστι βαρύτερον οὐδὲ ὀφειλόμενον ἐπὶ πλείονι τόκῳ χάριτος. καὶ τοῦτό ἐστι τὸ, ἀναίσχυντον δάνειον καὶ πικρόν̔, ὅταν οἶμαι τῷ βραδύνειν ἡ χάρις εἰς χρέος μεταστῇ: ὃ τῷ παντὶ χαλεπώτερον [4] ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων. οὐδὲν γὰρ οὕτω δύναται τοὺς ὀφείλοντας ὑμῖν τὰ τοιαῦτα ὑπομιμνήσκειν, ὡς τὸ ὑμᾶς ἐκλελῆσθαι. διὰ μὲν δὴ ταῦτα ἀναγκαῖον ἐνόμιζον γενέσθαι πρὸς τοῖς ἐμαυτοῦ καὶ μηδενὶ τῶν κοινῶν προσιέναι μηδὲ μέχρι λόγου τέως, ἕως ἂν αἴσθωμαι τοῦτο δὴ τὸ παρὰ τῷ ποιητῇ λεγόμενον: [5] ὅ, ττι μοι ἐν μεγάροισι κακόν τ̓ ἀγαθόν τε τέτυκται. πρότερον γὰρ οὐδ̓ ἐπ̓ ὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθ̓ αὑτόν, λόγον τινὰ εἶπον ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων καὶ τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν [6] ἀστυγειτόνων ἐλειπόμεθα. τοῦτον ἐμοῦ τότε εἰπόντος τὸν λόγον, ἐπήρθη τε πρὸς αὐτὸν ὁ δῆμος: οὐ γάρ ἐστε ἀγεννεῖς οὐδὲ ἀναίσθητοι τὰς φύσεις: καὶ πολλοὶ προετράπησαν φιλοτιμηθῆναι τῶν πολιτῶν. πάλιν δὲ ὕστερον ἐμοῦ τὸ πρᾶγμα ἐφ̓ ὑμῖν ποιουμένου πολλάκις μὲν ἐν τῷ βουλευτηρίῳ, πολλάκις δ̓ ἐν τῷ θεάτρῳ, ἵνα, εἰ μὴ δοκιμάζοιτε μηδὲ βούλοισθε, μηδένα ἐνοχλῶ: τὴν γὰρ ἀσχολίαν τὴν ἐσομένην ὑπώπτευόν μοι περὶ ταῦτα: πολλάκις μὲν ὑφ̓ ὑμῶν ἐκυρώθη, πολλάκις δὲ ὑπὸ τῶν ἡγεμόνων, οὐδενὸς ἀντειπόντος. [p. 48] [7] ἐπεὶ δὲ ἀρχὴν ἔλαβεν, ὅσα μὲν αὐτὸς ἔπαθον μετρῶν καὶ διαμετρῶν καὶ λογιζόμενος, ὅπως μὴ γένοιτο ἀπρεπὲς μηδὲ ἀχρεῖον, ὁποῖα ἔργα πολλὰ γέγονε παῤ ἑτέροις μάτην ἀπολόμενα, καὶ τελευταῖον εἰς τὰ ὄρη φθειρόμενος, οὐκ ὢν ἔμπειρος τῶν τοιούτων οὐδενὸς οὐδὲ ἀπορῶν ἔργου τινός, ἀλλ̓ ἕτερα μᾶλλον πράττειν δυνάμενος σπουδαιότερα ἴσως, ἀφ̓ ὧν οὐ παρὰ μόνοις ὑμῖν εὐδοκιμεῖν ἔμελλον, ἐῶ νῦν ἐπεξιέναι. οὐδὲν γὰρ ἦν ἐμοὶ [8] βαρὺ δἰ ὑμᾶς ὑπομένοντι. λόγοι δὲ ἐγίγνοντο πολλοὶ μέν, οὐ παρὰ πολλῶν δέ, καὶ σφόδρα ἀηδεῖς, ὡς κατασκάπτω τὴν πόλιν, ὡς ἀνάστατον πεποίηκα σχεδὸν ἐξελαύνων τοὺς πολίτας, ὡς ἀνῄρηται πάντα, συγκέχυται, λοιπὸν οὐδέν ἐστιν. καὶ τινες ἦσαν οἱ σφόδρα ὀδυρόμενοι τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, χαλεπῶς ἔχοντες, εἰ μὴ μενεῖ ταῦτα τὰ ὑπομνήματα τῆς παλαιᾶς εὐδαιμονίας, ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων ἢ τοῦ Παρθενῶνος ἢ τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας ἢ τὸ Μιλησίων Διδύμειον ἢ [9] τὸν νεὼν τῆς Ἐφεσίας Ἀρτέμιδος, ἀλλ̓ οὐκ αἰσχρὰ καὶ καταγέλαστα ἐρείπια, πολὺ ταπεινότερα τῶν κλεισίων, οἷς ὑποδύεται τὰ πρόβατα, τῶν ποιμένων δὲ οὐδεὶς ἂν δύναιτο εἰσελθεῖν οὐδὲ τῶν γενναιοτέρων κυνῶν: ἐφ̓ οἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων: ὅπου μηδὲ τοῖ
ς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες: καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, ἃ πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο: ἀλλ̓ ὅμως ἦσαν οἵ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆ ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐδὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων [10] ἄλλοσε, ἀλλ̓ ἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε. εὖ γὰρ ἴστε ὅτι καὶ τοῖς οἰκοδομήμασι καὶ ταῖς ἑορταῖς καὶ τῷ δικάζειν αὐτοὶ καὶ τῷ μὴ παῤ ἑτέροις ἐξετάζεσθαι μηδὲ συντελεῖν ἄλλοις καθάπερ οἶμαι κώμην, πᾶσι τούτοις συναίρεσθαι πέφυκε [p. 49] τὸ φρόνημα τῶν πόλεων καὶ μεῖζον ἀξίωμα γίγνεσθαι τὸ τοῦ δήμου καὶ πλέονος τυγχάνειν τιμῆς καὶ παρὰ τῶν ἐπιδημούντων ξένων καὶ παρὰ τῶν ἡγεμόνων. ταῦτα δὲ τοῖς μὲν ἀγαπῶσι τὰς αὑτῶν πατρίδας καὶ μὴ φοβουμένοις μήποτε ἐλάττους αὐτῶν φανῶσι θαυμαστὴν ἔχει τὴν ἡδονήν: τοῖς δὲ ἐναντίως ἔχουσι καὶ βουλομένοις ἐν ἀσθενέσιν ἰσχύειν καὶ τὴν δόξαν τῆς πόλεως ἀδοξίαν [11] αὑτῶν νομίζουσι δέοντως φέρει λύπην καὶ φθόνον. καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν: πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐδὲ κατάγειν πρὸς αὑτὸν οὐδὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων: λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ [12] τις ὀνομάζειν τὴν ὑμετέραν. ὅμως δ̓ ἐπὶ τούτοις σχετλιάζοντες καὶ τοιαῦτα λέγοντες καὶ διδόναι μηδένα ἐῶντες καὶ τοῖς ἔργοις ἐμποδὼν γιγνόμενοι, οὕτως ἐμὲ διέθηκαν, ὥστε ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι. καὶ γὰρ ἦν γελοῖον μετὰ φυγὴν οὕτως μακρὰν καὶ πράγματα τοσαῦτα καὶ τύραννον ἐχθρὸν δεῦρο ἀφικόμενον, ὥστε ἀναπαύσασθαι καὶ τὸ λοιπὸν ἐπιλαθέσθαι τῶν πρότερον χαλεπῶν, οἷον ἐκ δεινοῦ καὶ ἀγρίου πελάγους καὶ χειμῶνος ἀδοκήτως σωθέντα μόλις δἰ εὔνοιαν θεοῦ τινος, ἔπειτα ἐνταῦθα [13] ὥσπερ ἐν λιμένι ναυαγεῖν. θαυμάζω δὲ μάλιστα ἐνίων ἀνθρώπων τὴν κακοήθειαν, μᾶλλον δὲ τὴν ἄνοιαν, ὑπομιμνησκόμενος οἷα ἐλογοποίουν τὸ μὲν πρῶτον περὶ τῆς πρεσβείας, ἣν ἐπέμψατε εὐχαριστοῦντες. οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι τοὺς πρέσβεις, ἀλλὰ δυσχερᾶναι μᾶλλον, ὡς δέον αὐτὸν ἐπὶ τῆς πύλης ἀπηντηκέναι καὶ περιβαλεῖν τοὺς ἥκοντας ἢ τοὺς μηδέπω παρόντας ὀνομάζειν ἢ πυνθάνεσθαι περὶ τοῦδε καὶ τοῦδε, τί πράττουσιν ἢ διὰ [14] τί πάντες οὐκ ἦλθον. οἱ δὲ ἐλογοποίουν ὅτι τοῖς Σμυρναίοις παμπόλλας [p. 50] δωρεὰς δοίη καὶ χρήματα ἀμύθητα πέμψειε μετὰ τῶν Νεμέσεων, καὶ νὴ Δἴ ὡς ἄλλου τινὸς διαλεχθέντος μυρίους μὲν αὐτῷ συνεχώρησε βουλευτάς, χρυσίου δ̓ ἐκέλευσε ποταμὸν εἰς τὴν πόλιν τραπῆναι καὶ μυριάδες ἄπειροί τινες ἐδόθησαν: ὧν [15] οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε. τὸ γὰρ ἄλλους καλῶς πράττειν καὶ μεγάλων τυγχάνειν οὐκ ἂν οὐδέποτε λυπήσειε τὸν νοῦν ἔχοντα ἄλλως τε καὶ πρῶτον τυχόντα καὶ τὴν ἀφορμὴν ἴσως παρεσχηκότα. ὅμοιον γάρ, ὥσπερ εἴ τις αὑτῷ μόνον λάμπειν ἠξίου τὸν ἥλιον ἢ τὸν Δία ὕειν ἢ τοὺς ἀνέμους πνεῖν ἢ μηδένα ἄλλον ἀπὸ τῶν κρηνῶν δύνασθαι πιεῖν. ἀλλ̓ ὁμοῦ φιλανθρωπότατος ὢν ὁ αὐτοκράτωρ καὶ συνετώτατος ἁπάντων ἐμοί τε παρέσχεν [16] ὧν ἐγὼ ἐδεόμην καὶ ἄλλοις ὧν ἐκεῖνοι ἐδέοντο. τίνος οὖν ἕνεκεν εἴρηκα πάντα τοῦτον τὸν λόγον, ὑπὲρ ἄλλων ὑμῶν βουλευομένων; ὅτι καὶ τούτου τοῦ πράγματος ἐγὼ πρότερος ἡψάμην καὶ πολλοὺς εἶπον ἐνθάδε λόγους ὑπὲρ ὁμονοίας, ἡγούμενος συμφέρειν τῇ πόλει τοῦτο καὶ κρεῖττον εἶναι μὴ διαφέρεσθαι πρὸς μηδένα ἀνθρώπων, ἥκιστα δὲ οἶμαι πρὸς τοὺς ἐγγὺς οὕτω καὶ ἀστυγείτονας. οὐ μέντοι πρὸς ἐκείνους γε ἦλθον οὐδὲ εἶπον φιλάνθρωπον οὐδὲν πρὸ τοῦ καταλλαγῆναι δημοσίᾳ τὴν πόλιν καὶ φίλους ὑμᾶς γενέσθαι. καίτοι ψήφισμά γε ἔπεμψαν εὐθὺς ἐν ἀρχῇ φιλοφρονούμενοι καὶ παρακαλοῦντες ἀφικέσθαι: καὶ πολλὰ δίκαιά μοι πρὸς αὐτοὺς ὑπῆρχεν, ὥσπερ ἄλλῳ τινὶ τῶν ἐντεῦθεν: ἀλλ̓ ὅμως οὐχ ὑπέμενον φιλανθρωπεύεσθαι κατ̓ ἐμαυτόν, ἀλλὰ κοινῇ μεθ̓ ὑμῶν [17] αὐτοῖς ἐβουλόμην γενέσθαι φίλος. ὅθεν ὑφεωρῶντό με καὶ δυσχερῶς εἶχον. καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένη, καὶ ψηφισαμένων ὑμῶν ἐμὲ καλεῖν, ἴσως καὶ ταύτης ἕνεκα τῆς χρείας ῾τυχὸν γὰρ ἠλπίζετε κἀμοῦ μετασχόντος ῥᾷον μᾶλλον καὶ ἀσφαλέστερον ἔσεσθαι πάντα: καίτοι καὶ νῦν ἴσως οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ κἀμοὶ νέμοντες τιμὴν μετὰ τῶν ἄλλων, λογιζόμενοι κἀμὲ πολίτην ὑμέτερον, τυχὸν προθυμότεροι γεγόνασι πρὸς ὑμᾶς᾿ ὅμως οὐ σφόδρα ἠπείχθην εὐλαβούμενος μὴ γένηται τοῦτο ἐμποδὼν οὐκ ἐκείνοις, ἀλλὰ τῶν ἐντεῦθέν τισι. σχεδὸν γὰρ εἰώθασι πολλοὶ τῶν ἀνθρώπων οὐ τοῖς πραττομένοις, ἀλλὰ τοῖς [p. 51] [18] πράττουσι φθονεῖν. ἐπεὶ καὶ πέρυσι τοὺς λόγους τούτους πρὸς ἐμὲ ἔλεγον οἱ προεστῶτες αὐτῶν καὶ τότε ἐξῆν ὑμ�
�ν ἀπηλλάχθαι πραγμάτων: ἀλλ̓ ὑφεωρώμην ἐγὼ μή τισι τῶν ἐντεῦθεν πρόσαντες γένηται καὶ δυσκόλως φέρωσιν ἐμοῦ πράττοντος αὐτά. καὶ νῦν τρόπον τινὰ ἑκὼν ἐβράδυνα. ὅσα μὲν οὖν καὶ δἰ ἐμοῦ καὶ δἰ ἑτέρων δυνατὰ γίγνεσθαι τῇ πόλει, ταῦτα ἐκείνοις ἀξιῶ μᾶλλον ἐπιτρέπειν, ἵνα μηδεὶς ἀντιβαίνῃ μηδὲ λυπῆται βασκαίνων. ὅσα δ̓ οὐ ῥᾴδιον ὑπ̓ ἄλλου τῶν ἐντεῦθεν πραχθῆναι, τυχὸν δὲ καὶ λίαν χαλεπόν, ἡγεῖσθε πρὸς ἐκείνοις ἀεί με τὴν γνώμην ἔχειν [19] μέχρις ἂν ἐμπνέω. καὶ μὴν ὅστις ἂν προθυμῆται τὰ περὶ τὴν πόλιν καὶ δύνηταί τι ποιεῖν ὑμῖν συμφέρον, ἐμὲ πρῶτον ἕξει τὸν μαρτυροῦντα καὶ συναγωνιζόμενον, καὶ τὸ αὐτὸ πρᾶγμα, ὃ γίγνεται ὀρθόν, πολὺ ἂν ἥδιον ἐπαινέσαιμι καὶ προθυμότερον ἄλλου πράττοντος ἢ αὐτὸς εἰσηγούμενος. οὐδὲ γὰρ εὐδοκιμεῖν βουλόμενος οὐδὲ τῶν ἐπαινούντων ἀπορῶν οὐδ̓ ἐπιθυμίᾳ δόξης, ἀλλὰ τῇ πρὸς ὑμᾶς εὐνοίᾳ βούλομαι γίγνεσθαί τι τῶν δεόντων, καὶ τοῖς θεοῖς εὔχομαι πᾶσι γηρῶν ὡς πλείστους ἐπιδεῖν ἱκανωτέρους ἐμοῦ τὴν [20] πόλιν ὠφελεῖν. καὶ νῦν ὑπὲρ τούτου ἐπαινῶ τόν τε ἄρχοντα καὶ τὸν εἰσηγησάμενον. πᾶσα μὲν γὰρ ὡς ἔπος εἰπεῖν ἔχθρα καἰ διαφορὰ πρὸς ὁντινοῦν γιγνομένη ἐργῶδες καὶ δυσχερὲς καὶ πόλει καὶ ἰδιώτῃ, κἂν ὁπωσοῦν τύχωσι διακείμενοι. τούς τε γὰρ ἀσθενεῖς ἱκανὸν ἐξελέγξαι καὶ ταπεινῶσαι πρὸς τοῖς οὖσι χαλεποῖς καὶ τοὺς εὖ πράττοντας ἐνοχλῆσαι καὶ ταράξαι τὴν ψυχὴν αὐτῶν: ὅθεν οἱ νοῦν ἔχοντες αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων ἢ φιλονικοῦντες ἐφ̓ ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ τοῦτο μὲν τοῖς εὐτυχήμασι νεμεσῶντας καὶ καθ̓ ὅσον οἷοί τέ εἰσιν ἐμποδὼν ἱσταμένους, τοῦτο δέ, ἂν συμβῇ τι πταῖσμα ῾πολλὰ δέ, ὡς ἐν ἀνθρώποις, τὰ γιγνόμενἀ [21] χαίροντας καὶ ἐπιτιθεμένους. οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐδὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος ἢ καθ̓ αὑτὸν ἢ σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, ᾧ πάντως ἐλύπησε, [p. 52] καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην [22] ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον. οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μηδὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην: ὅταν δὲ δὴ πρὸς ἀνθρώπους ᾖ πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι ῾δεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖν̓ τὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθ̓ ἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παῤ ἡμῖν, τῆς παῤ ἐκείνοις τιμῆς τετυχηκότων: πῶς χρὴ ταύτην [23] ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν; καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μηδὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν: αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον, ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ [24] τοῦ πλείονος. οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. ὁ μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, ὁ δ̓ ἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον ἢ πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους ἢ διαλλαττομένους. [25] εἰκότως δ̓ ἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μηδὲ ὄχλησίν τινα ὀκνῶν ἢ δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐδὲ [p. 53] κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παῤ ὑμῖν, ἐπίσταμαι σαφῶς: ῾ἄλλως τε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐδὲ τοῦτον ἀποδημῶν τὸν τρόπον:᾿ ἀλλ̓ ὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάς τε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν ᾖ δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας. [26] πᾶσα γάρ, ὥς φασιν, εἰρήνη κρείττων πολέμου, καὶ πᾶσα φιλία πολὺ ἀμείνων καὶ λυσιτελεστέρα τοῖς γε νοῦν ἔχουσιν ἔχθρας, καὶ ἰδίᾳ τοῖς οἴκοις καὶ δημοσίᾳ ταῖς πόλεσιν. εἰρήνη μὲν γὰρ καὶ ὁμόνοια τοὺς χρωμένους οὐδὲν πώποτε ἔβλαψεν, ἔχθρα δὲ καὶ φιλονικία θαυμαστὸν εἰ
μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα. καὶ τῆς μὲν ὁμονοίας τό τε ὄνομα εὔφημον ἥ τε πεῖρα ἀρίστη καὶ λυσιτελεστάτη πᾶσι: στάσεως δὲ καὶ διαφορᾶς σκυθρωπὴ μὲν ἡ προσηγορία καὶ δυσχερής, πολὺ δὲ χείρω καὶ τὰ ἔργα καὶ σκυθρωπότερα. καὶ γὰρ εἰπεῖν ἔστι καὶ ἀκοῦσαι καὶ πολλὰ τῶν ἀβουλήτων [27] καὶ πρᾶξαι καὶ παθεῖν. ἡ δὲ τῶν ἐγγὺς οὕτως καὶ ὁμόρων διαφορὰ καὶ τὸ μῖσος οὐδενὶ ἄλλῳ ἔοικεν ἢ στάσει μιᾶς πόλεως, ὅπου καὶ γάμων κοινωνία πολλοῖς καὶ συμβολαίων καὶ τὸ ἀφικνεῖσθαι παῤ ἀλλήλους σχεδόν τι καθ̓ ἑκάστην τὴν ἡμέραν καὶ τὸ συγγενεῖς εἶναι καὶ συνήθεις καὶ ξένους τρόπον τινὰ ἀλλήλοις ἅπαντας. παροικοῦσα δὲ πόλις ἐχθρὰ καὶ δυσμενὴς λυπηρὸν πάντα τρόπον καὶ δυσομίλητον, ὥσπερ εὔνους καὶ φίλη συμφέρον [28] καὶ ἀγαπητόν. ἐνθυμεῖσθε δὲ ὅσῳ μὲν ἥδιον ἀποδημεῖν πρὸς τοὺς πέλας οἰκείως ἔχοντας, ἀλλὰ μἠ ἐχθρῶς, ὅσῳ δὲ βέλτιον τοὺς ἐπιξενουμένους ὑποδέχεσθαι χωρὶς ὑποψίας, ἐν δὲ ταῖς κοιναῖς πανηγύρεσι καὶ θεῶν ἑορταῖς καὶ θέαις ὅσῳ κρεῖττον καὶ σωφρονέστερον ἀναμίγνυσθαι συνθύοντας ἀλλήλοις καὶ συνευχομένους, [29] ἀλλὰ μὴ τοὐναντίον καταρωμένους καὶ βλασφημοῦντας. αἱ δὲ ἐπιβοήσεις ἑκατέρου τοῦ πλήθους ἐν τοῖς σταδίοις καὶ τοῖς θεάτροις πόσον διαφέρουσι μετὰ ἐπαίνου γιγνόμεναι καὶ πολλῆς εὐφημίας τῶν μετὰ μίσους καὶ λοιδορίας; οὐ γὰρ ἀνθρώπων [p. 54] ἐπιεικῶν οὐδὲ πόλεων σωφρόνων, μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων ἀπὸ οἰκήματος ἑκατέρας οὐδὲν αἰσχυνομένων ῥῆμα ἀκόλαστον εἰπεῖν, ᾗ φησιν Ὅμηρος,

 

‹ Prev