Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 154

by Dio Chrysostom


  THE FIFTY-EIGHTH DISCOURSE: ACHILLES

  ΑΧΙΛΛΕΥΣ.

  Ὁ Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, Τί μ̓, ἔφη, τοξεύειν διδάσκεις; Ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς. Πῶς; ἔφη. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. Φευγόντων τὸ ὅπλον. Οὔκ, ἀλλ̓ ἐπὶ τοὺς φεύγοντας. Αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. Βράδιον ἢ τάχιον; Ὡς οἷόν τε τάχιστα. Πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον ἢ πετόμενος; Μὴ οὖν αὐτός γε αἱρεῖ; Τίς μήν; Τὸ βέλος. Ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; Οὐκ οἶδα. [2] Ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, [p. 130] ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; ὁ δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη παῤ αὐτῷ μενεῖν, ἀλλ̓ εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παῤ ἐκείνῳ παιδεύσεσθαι: πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ ὁ Χείρων. ἦν δὲ ἔτι παῖς ὁ Ἀχιλλεὺς οὐδέπω ἡβάσκων. [3] Πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; Ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. Ὑπὸ τοῦ; Ὑπὸ τῆς βασιλείας. Διαφέρει οὖν τι βασιλεύειν ἢ παιδεύειν; Πολὺ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐδὲ θηρίοις μαχεῖσθαι. γνοίη δ̓ ἄν τις τὴν ἀθλιότητα ὅσα τὰ ὅπλα, εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον: ὅς γε οὐδὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ̓ ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν: πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες. [4] Οὐδὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν ὁ Χείρων. Οὐδὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν ἢ μένειν. καὶ ὁ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην, καὶ ὑποβλέψας δεινόν, ὥσπερ ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι αὐτόν, ὅτι [5] διενοεῖτο ἐρᾶν αὐτοῦ, Ὦ κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, ἥ σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει: πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί: σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς [p. 131] ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν. ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροις τε καὶ ἐπαίνοις ματαίοις, [6] ἕως ἂν ἀποθάνῃς. οἶμαι δέ σε μηδὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ καὶ τούτους ἂν κεντεῖν τε καὶ ἕλκειν, ὡς δή τι μέγα διαπραττόμενον: ὥσπερ τὰ παιδάρια τὰ νήπια ὅ,τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ̓ οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει: ἀλλὰ τοὺς μὲν σαυτῷ ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως: ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐδὲ ἰδὼν αὐτόν.

  THE FIFTY-NINTH DISCOURSE: PHILOCTETES

  ΦΙΛΟΚΤΗΤΗΣ

  (Ὀδυσσεύς). Φοβοῦμαι μήποτε μάτην κατ̓ ἐμοῦ φανῶσι ταύτην οἱ σύμμαχοι τὴν δόξαν εἰληφότες ὡς ἀρίστου δὴ καὶ σοφωτάτου τῶν Ἑλλήνων. καίτοι ποία τις ἡ τοιαύτη σοφία καὶ φρόνησις, δἰ ἥν τις ἀναγκάζεται πλείω τῶν ἄλλων πονεῖν ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ νίκης, ἐξὸν ἕνα τοῦ πλήθους δοκοῦντα μηδενὸς ἔλαττον ἐν τούτοις ἔχειν τῶν ἀρίστων; ἀλλὰ γὰρ ἴσως χαλεπὸν εὑρεῖν οὕτω μεγαλόφρον καὶ φιλότιμον ὁτιοῦν ὡς ἀνὴρ πέφυκεν. τοὺς γὰρ φανεροὺς καὶ πλειόνων ἅπτεσθαι τολμῶντας σχεδὸν τούτους [2] ἅπαντες θαυμάζομεν καὶ τῷ ὄντι ἄνδρας ἡγούμεθα. ὑφ̓ ἧς φιλοτιμίας κἀγὼ προάγομαι πλεῖστα πράγματα ἔχειν καὶ ζῆν ἐπιπόνως παῤ ὁντινοῦν, ἀεί τινα ποοσδεχόμενος καινὸν κίνδυνον, ὀκνῶν διαφθεῖραι τὴν ἐπὶ τοῖς ἔμπροσθεν γεγονόσιν εὔκλειαν. νῦν οὖν κατὰ πρᾶξιν πάνυ ἐπισφαλῆ καὶ χαλεπὴν δεῦρο ἐλήλυθα εἰς Λῆμνον, ὅπως Φιλοκτήτην καὶ τὰ Ἡρακλέους τόξα κομίζοιμι τοῖς συμμάχοις. ὁ γὰρ δὴ μαντικώτατος Φρυγῶν Ἕλενος ὁ Πριάμου [p. 132] κατεμήνυσεν, ὡς ἔτυχεν αἰχμάλωτος ληφθείς, ἄνευ τούτων μήποτ̓ [3] ἂν ἁλῶναι τὴν πόλιν. πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὡμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἔτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ᾤμην οὐδὲ πειθὼ τοιαύτην ἐξευρεῖν, ὑφ̓ ἧς ἄν ποτε ἐκεῖνος ἐμοὶ πρᾴως ἔσχεν: ἀλλ̓ εὐθὺς ἀποθανεῖσθαι ᾤμην ὑπ̓ αὐτοῦ. ὕστερον δέ, τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ̓ ὕπνους, ὥσπερ εἴωθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἰέναι: αὐτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν [4] αὐτῷ ξυγγενόμενον: οὕτω δὴ ἀφῖγμαι θαρρήσας. πυνθάνομαι δὲ καὶ π
αρὰ τῶν Φρυγῶν πρέσβεις ἀπεστάλθαι κρύφα, ἐάν πως δύνωνται τὸν Φιλοκτήτην πείσαντες δώροις ἅμα καὶ διὰ τὴν ἔχθραν τὴν πρὸς ἡμᾶς ἀναλαβεῖν εἰς τὴν πόλιν αὐτὸν καὶ τὰ τόξα. τοιούτου προκειμένου ἄθλου πῶς οὐ πάντα χρὴ ἄνδρα γίγνεσθαι πρόθυμον; ὡς διαμαρτάνοντι τῆς πράξεως ταύτης πάντα τὰ πρότερον [5] εἰργασμένα μάτην πεπονῆσθαι ἔοικεν. παπαῖ: πρόσεισιν ὁ ἀνήρ. αὐτὸς ὅδε ὁ Ποίαντος παῖς, οὐκ ἄδηλος τῇ ξυμφορᾷ, μόλις καὶ χαλεπῶς προβαίνων. ὢ τοῦ χαλεποῦ καὶ δεινοῦ ὁράματος: οὕτως τό τε γὰρ εἶδος ὑπὸ τῆς νόσου φοβερὸν ἥ τε στολὴ ἀήθης: δοραὶ θηρίων καλύπτουσιν αὐτόν. ἀλλὰ σὺ ἄμυνον, ὦ δεσποινα Ἀθηνᾶ, καὶ μὴ μάτην φανῇς ἡμῖν ὑποσχομένη τὴν σωτηρίαν. ῾Φιλοκτήτης.᾿ [6] Τί δὴ βουλόμενος, ὅστις εἶ ποτε σύ, ἢ τίνα τόλμαν λαβών, πότερον ἁρπαγῆς χάριν ἥκεις ἐπὶ τήνδε τὴν ἄπορον στέγην ἢ κατάσκοπος τῆς ἡμετέρας δυστυχίας; — Ο. Οὔ τοί γε ὁρᾷς ἄνδρα ὑβριστήν. — Ο. Οὐ μὴν εἰωθώς γε πρότερον δεῦρο ἥκεις. — Ο. Οὐ γὰρ εἰωθώς: εἴη δὲ καὶ νῦν ἐν καιρῷ ἀφῖχθαι. — Φ. Πολλὴν ἔοικας φράζειν ἀλογίαν τῆς δεῦρο ὁδοῦ. — Ο. Εὖ τοίνυν ἴσθι οὐ χωρὶς αἰτίας με ἥκοντα καὶ σοί γε οὐκ ἀλλότριον φανησόμενον. — [7] Φ. Πόθεν δή; τοῦτο γὰρ πρῶτον εἰκός με εἰδέναι. — Ο. Ἀλλ̓ εἰμὶ Ἀργεῖος τῶν ἐπὶ Τροίαν πλευσάντων. — Φ. Πόθεν; εἰπὲ πάλιν, ὡς εἰδῶ σαφέστερον. — Ο. Οὐκοῦν ἔτι δεύτερον ἀκούεις: τῶν ἐπ̓ Ἴλιον στρατευσάντων Ἀχαιῶν εἶναί φημι. — Φ. Καλῶς [p. 133] δῆτα ἔφησθα ἐμὸς εἶναι φίλος, ὁπότε γε τῶν ἐμοὶ πολεμιωτάτων Ἀργείων πέφηνας. τούτων δὴ τῆς ἀδικίας αὐτίκα μάλα ὑφέξεις δίκην. — Ο. Ἀλλ̓ ὢ πρὸς θεῶν ἐπίσχες ἀφεῖναι τὸ βέλος. — Φ. Οὐ δυνατόν, εἴπερ Ἕλλην ὢν τυγχάνεις, τὸ μὴ ἀπολωλέναι σε [8] ἐν τῇδε τῇ ἡμέρᾳ. — Ο. Ἀλλὰ πέπονθά γε ὑπ̓ αὐτῶν τοιαῦτα, ἐξ ὧν δικαίως σοὶ μὲν ἂν φίλος εἴην, ἐκείνων δὲ ἐχθρός. — Φ. Καὶ τί δὴ τοῦτό ἐστιν, ὃ πέπονθας οὕτως χαλεπόν; — Ο. Φυγάδα με ἤλασεν Ὀδυσσεὺς ἐκ τοῦ στρατοῦ. — Φ. Τί δὲ ἔδρας, ἐφ̓ ὅτῳ τῆσδε τῆς δίκης ἔτυχες; — Ο. Οἶμαί σε γιγνώσκειν τὸν Ναυπλίου παῖδα Παλαμήδην. — Φ. Οὐ γὰρ δὴ τῶν ἐπιτυχόντων οὐδὲ ὀλίγου ἄξιος συνέπλει οὔτε τῷ στρατῷ οὔτε τοῖς ἡγεμόσιν. — Ο. Τὸν δὴ τοιοῦτον ἄνδρα ὁ κοινὸς τῶν Ἑλλήνων λυμεὼν διέφθειρεν. — Φ. Πότερον ἐκ τοῦ φανεροῦ μάχῃ κρατήσας ἢ μετὰ δόλου τινός; — Ο. Προδοσίαν ἐπενεγκὼν τοῦ στρατοῦ τοῖς Πριαμίδαις. — Φ. Ἦν δὲ κατ̓ ἀλήθειαν οὕτως ἔχον ἢ πέπονθε κατεψευσμένος; — Ο. Πῶς δ̓ [9] ἂν δικαίως γένοιτο τῶν ὑπ̓ ἐκείνου γιγνομένων ὁτιοῦν; — Φ. Ὦ μηδενὸς ἀποσχόμενος τῶν χαλεπωτάτων, λόγῳ τε καὶ ἔργῳ πανουργότατε ἀνθρώπων Ὀδυσσεῦ, οἷον αὖ τοῦτον ἄνδρα ἀνῄρηκας, ὃς οὐδὲν ἧττον ὠφέλιμος ἦν τοῖς ξυμμάχοις ἤπερ οἶμαι σύ, τὰ κάλλιστα καὶ σοφώτατα ἀνευρίσκων καὶ συντιθείς: ὥσπερ ἀμέλει κἀμὲ ἐξέθηκας, ὑπὲρ τῆς κοινῆς σωτηρίας τε καὶ νίκης περιπεσόντα τῇδε τῇ ξυμφορᾷ, δεικνύντα τὸν Χρύσης βωμόν, οὗ θύσαντες κρατήσειν ἔμελλον τῶν πολεμίων: εἰ δὲ μή, μάτην ἐγίγνετο ἡ στρατεία. ἀλλὰ [10] τί δή σοι προσῆκον τῆς Παλαμήδους τύχης; — Ο. Εὖ ἴσθι ὅτι ἐπὶ πάντας τοὺς ἐκείνου φίλους ἦλθε τὸ κακὸν καὶ πάντες ἀπολώλασιν, ὅστις μὴ φυγεῖν ἠδυνήθη. οὕτω δὲ κἀγὼ τὴς παροιχομένης νυκτὸς διαπλεύσας μόνος δεῦρο ἐσώθην. σχεδὸν μὲν οὖν ἐν ὅσῃ ἔγωγε χρείᾳ καθέστηκας αὐτός. εἰ δ̓ οὖν ἔχεις τινὰ μηχανήν, ξυμπροθυμηθεὶς ἡμῖν περὶ τὸν οἴκαδε ἀπόπλουν ἡμᾶς τε εὖ πεποιηκὼς ἔσῃ καὶ ἅμα ἄγγελον ἀποπέμψεις πρὸς τοὺς σεαυτοῦ οἴκαδε [11] τῶν σοὶ προσόντων κακῶν. — Ἀλλ̓, ὦ δύστηνε, πρὸς τοιοῦτον [p. 134] ἕτερον ἥκεις ξύμμαχον, αὐτόν τε ἄπορον καὶ ἔρημον φίλων ἐπὶ τῆσδε τῆς ἀκτῆς ἐρριμμένον, γλίσχρως καὶ μόλις ἀπὸ τῶνδε τῶν τόξων πορίζοντα καὶ τροφὴν καὶ ἐσθῆτα, ὡς ὁρᾷς. ἣ γὰρ ἦν ἡμῖν ἐσθὴς πρότερον, ὑπὸ τοῦ χρόνου ἀνάλωται. εἰ δὲ δὴ τοῦδ̓ ἐθελήσεις κοινωνεῖν τοῦ βίου μεθ̓ ἡμῶν ἐνθάδε, ἕως ἂν ἑτέρα σοι παραπέσῃ σωτηρία ποθέν, οὐκ ἂν φθονοῖμεν. δυσχερῆ γε μὴν τἄνδον ὁράματα, ὦ ξένε, τελαμῶνές τε ἀνάπλεοι καὶ ἄλλα σημεῖα τῆς νόσου: αὐτός τε οὐχ ἡδὺς ξυγγενέσθαι, ὅταν ἡ ὀδύνη προσπέσῃ. καίτοι λελώφηκε τῷ χρόνῳ τὸ πολὺ τῆς νόσου, κατ̓ ἀρχὰς δὲ οὐδαμῶς ἀνεκτὸς ἦν.

  THE SIXTIETH DISCOURSE: NESSUS OR DEÏANEIRA

  ΝΕΣΣΟΣ Η ΔΗΙΑΝΕΙΡΑ.

  Ἔχεις μοι λῦσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκαλοῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηιάνειραν ἢ οὔ; φασὶ γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν, ποιοῦντα τὴν Δηιάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων: ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅ,τι ἐβούλετο πρᾶξαι: οἱ δὲ τὸν Σοφοκλέα πρὸ τοῦ καιροῦ πεποιηκέναι τὴν τοξείαν, διαβαινόντων αὐτῶν ἔτι τὸν ποταμόν: οὕτως γὰρ ἂν καὶ τὴν Δηιάνειραν ἀπολέσθαι, ἀφέντος τοῦ Κενταύρου. ἀλλὰ μή, καθάπερ εἴωθας, πολὺ παρὰ τὴν [2] δόξαν λέγε καὶ πάντα μᾶλλον ἢ ὅ τις ἂν οἰηθείη. — Δ. Ἆῤ οὖν κελεύεις με ταῦτά σοι λέγειν ἅ τις ἂν οἰηθείη ὀρθῶς οἰόμενος ἢ ἅ τις ἂν καὶ μὴ ὀρθῶς; — Ἐγὼ μὲν ἃ ἄν τις ὀρθῶς οἰόμενος. — Δ. Τί οὖ�
� ἃ οἱ πολλοὶ ἄνθρωποι δοξάζουσιν; ἆρά γε ἀνάγκη τὸν βουλόμενον ὀρθῶς ἐξηγεῖσθαι παρὰ τὴν δόξαν τῶν πολλῶν λέγειν; — Ἀνάγκη. — Δ. Μὴ οὖν δυσκόλως ἀκολουθήσῃς, ἐὰν [p. 135] τοιοῦτον ῃ τὸ λεγόμενον: σκόπει δέ, εἰ μὴ δεόντως λέγεται. — Λέγε τοίνυν καὶ ἐξηγοῦ, ὅπως σοι δοκεῖ. — Δ. Οὐκοῦν λέγω τὸ νῦν σοι ὅτι ὅλον τὸ ἀγνόημά ἐστι περὶ τὸν μῦθον τὸ ἐπιχειρεῖν τὸν Κένταυρον συγγενέσθαι τῇ Δηιανείρᾳ. — Οὐ γὰρ ἐπεχείρησεν; [3] — Δ. Οὔ. ἢ σοὶ δοκεῖ πιθανὸν εἶναι, ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον, ἡνίκα μόνος τῶν Κενταύρων αὐτὸς διέφυγε παρὰ τοῦ Φόλου μηδὲν ἐκείνων τοιοῦτον ἀδικησάντων αὐτόν, ἐπιχειρεῖν συγγενέσθαι αὐτοῦ τῇ γυναικί; — Ἔχει μέν τινα ἀπορίαν τὸ τοιοῦτο: ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν. — Δ. Οὐδαμῶς, ἄνπερ λογιζώμεθα ὡς ἐγένετο καὶ εἰκὸς ἦν γενέσθαι τὸ πρᾶγμα. — Οὕτω [4] δὴ λέγοις. — Δ. Ὁ Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος, ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον, ὃν προῄρηται. ἐὰν δ̓, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι, ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοί τε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων. [5] ταῦτα δὲ διελέγετο ὁ Κένταυρος ἐπιβουλεύων τῷ Ἡρακλεῖ, εἴ πως δύναιτο αὐτὸν ἐπὶ τρυφὴν ἀγαγεῖν καὶ ῥᾳθυμίαν: ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. ἡ δὲ Δηιάνειρα ἀκούουσα οὐ παρέργως τοῖς λόγοις προσεῖχεν, ἀλλὰ ἐνεθυμεῖτο ὡς ὀρθῶς λέγοι ὁ Κένταυρος, ὥσπερ εἰκὸς ἦν βουλομένην τὸν ἄνδρα ὑφ̓ ἑαυτῇ ἔχειν. ὁ δὲ Ἡρακλῆς ὑπονοήσας μηδὲν ὑγιὲς τὸν Κένταυρον λέγειν ἐκ τοῦ διαλέγεσθαι πρὸς τὴν Δηιάνειραν ἐπιμελῶς καὶ ὅτι ἐκείνη προσεῖχεν αὐτῷ, [6] οὕτως δὴ ἐτόξευσεν αὐτόν. ὁ δὲ ἀποθνῄσκων οὐδὲν ἧττον ἐκέλευσε τὴν Δηιάνειραν ἀναμνησθῆναι ὧν εἶπε καὶ ποιεῖν ὡς αὐτὸς παρῄνεσεν. [p. 136] ὕστερον δὲ ἡ Δηιάνειρα μεμνημένη τῶν λόγων τοῦ Κενταύρου καὶ ἅμα τοῦ Ἡρακλέους οὐδὲν ἀνιέντος, ἀλλὰ καὶ μακροτέραν ἀποδημίαν ἀποδημήσαντος, τὴν τελευταίαν ὅτε ἐξεῖλε τὴν Οἰχαλίαν, καὶ λεγομένου δὴ ὡς ἐρασθείη τῆς Ἰόλης, ἡγησαμένη βέλτιον εἶναι [7] ἃ παρῄνεσεν ἀνύεσθαι, ἐπιτίθεται αὐτῷ καὶ, οἷον δὴ πέφυκε τὸ τῶν γυναικῶν αἱμύλον καὶ πανοῦργον, οὐ πρότερον ἀνῆκε πρὶν ἢ ἔπεισεν αὐτὸν τὰ μὲν παραμυθουμένη καὶ φάσκουσα ἐκείνου κήδεσθαι ὅπως μὴ κακοπαθῇ γυμνὸς τοῦ χειμῶνος καὶ τοῦ θέρους ὁμοίως ὑπομένων ἐν τῷ δέρματι τοῦ λέοντος, τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν ὁμοίαν τοῖς ἄλλοις. καὶ τοῦτο δὴ [8] ἦν ὁ λεγόμενος τῆς Δηιανείρας χιτών, ὃν ἐνέδυ ὁ Ἡρακλῆς. ἅμα δὲ τῇ στολῇ καὶ τὴν ἄλλην δίαιταν ἐποίησεν αὐτὸν μεταβαλεῖν, ἐπί τε στρωμάτων καθεύδοντα καὶ μὴ θυραυλοῦντα τὰ πολλά, ὥσπερ εἰώθει πρότερον, μηδὲ αὐτουργοῦντα μηδὲ τροφῇ ὁμοίᾳ χρώμενον, ἀλλὰ σίτῳ τε ἐκπεπονημένῳ καὶ ὄψῳ καὶ οἴνῳ ἡδεῖ καὶ ὅσα δὴ τούτοις ἑπόμενά ἐστιν. ἐκ δὲ τῆς μεταβολῆς ταύτης, ὥσπερ ἦν οἶμαι ἀναγκαῖον, εἰς ἀσθένειαν καὶ μαλακίαν ἐμπεσὼν τοῦ σώματος καὶ ἡγησάμενος μηκέτ̓ εἶναι ῥᾴδιον ἁψάμενον τρυφῆς ἀποθέσθαι αὐτήν, οὕτως δὴ ἐνέπρησεν αὑτόν, ἅμα μὲν κρεῖττον οἰόμενος ἀπηλλάχθαι τοῦ τοιούτου βίου, ἅμα δὲ δυσχεραίνων, ὅτι ἠνέσχετο τρυφῆς ἅψασθαι. ἔχεις δὴ τὸν παῤ ἐμοῦ λόγον, ὁποῖον [9] ἐγὼ ἠδυνάμην ὑπὲρ τοῦ μύθου εἰπεῖν. — Καὶ μὰ τὸν Δία οὐδαμῶς φαῦλος οὐδὲ ἀπίθανος δοκεῖ μοι εἶναι. καὶ οὐκ οἶδα ὅπως δοκεῖ μοι προσεοικέναι τὸ τῶν φιλοσόφων ἐνίων περὶ τοὺς λόγους ἁμῃγέπῃ τῷ τῶν κοροπλάθων. καὶ γὰρ ἐκεῖνοι τύπον τινὰ παρέχοντες, ὁποῖον ἂν πηλὸν εἰς τοῦτον ἐμβάλωσιν, ὅμοιον τῷ τύπῳ τὸ εἶδος ἀποτελοῦσιν: καὶ τῶν φιλοσόφων ἤδη τινὲς τοιοῦτοι γεγόνασιν, ὥστε ὁποῖον ἂν μῦθον ἢ λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα [10] ἀπέδειξαν: οἷον δὴ μάλιστα ἀκούομεν Σωκράτην γενέσθαι. ἐκεῖνος γὰρ εἰς ἅπαντας δὴ λόγους καὶ πάσας διατριβὰς καθίει, [p. 137] καὶ πρὸς ῥήτορας καὶ πρὸς σοφιστὰς καὶ πρὸς γεωμέτρας καὶ μουσικοὺς καὶ παιδοτρίβας καὶ τοὺς ἄλλους δημιουργούς, καὶ ἐν παλαίστραις καὶ ἐν συμποσίοις καὶ ἐν ἀγορᾶ οὐκ ἐκωλύετο ἐξ ἅπαντος τρόπου φιλοσοφεῖν καὶ προτρέπειν ἐπ̓ ἀρετὴν τοὺς συνόντας, οὐκ ἰδίαν εἰσφέρων ὑπόθεσιν οὐδὲ πρόβλημα ἐσκεμμένον, ἀλλ̓ ἀεὶ τῇ παρούσῃ χρώμενος καὶ ταύτην προσάγων πρὸς φιλοσοφίαν.

 

‹ Prev