Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 168
Delphi Complete Works of Dio Chrysostom Page 168

by Dio Chrysostom


  THE EIGHTIETH DISCOURSE: ON FREEDOM

  ΤΩΝ ΕΝ ΚΙΛΙΚΙΑΙ ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ.

  Ὑμεῖς μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός, ὅστις ἁπάντων ἀποστάς, περὶ ἃ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματά τε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν, οὑτωσὶ δὲ ἀτόπως ἰών τε καὶ ἀπιὼν καὶ παριστάμενος, ἔνθα μηδὲν αὐτῷ πρᾶγμά [2] ἐστιν, ἀλλ̓ ὡς ἂν τύχῃ τε καὶ ὁρμήσῃ: βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός: καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐδὲ ᾄδοντας οὐδὲ πυκτεύοντας οὐδὲ παλαίοντας, ἀλλ̓ ὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους: ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον ἢ παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐδὲ ἀγρυπνῶν οὐδὲ θλιβόμενος: ποτὲ δὲ αὖ μήτ̓ ἀκούων μηδενὸς μήθ̓ ὁρῶν, ἀλλὰ μηδ̓ εἶναι νομίζων αὐτούς, ἐννοῶν ὃ βούλεται [3] καὶ πράττων ἀδεῶς. ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος: ὑπὲρ οὗ πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες [p. 223] Λυδοῖς ἐπολέμησαν, πολλὰ δ̓ Ἴωνές τε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀνοήτῳ δὲ ψευδοῦς αὐτονομίας ἔρωτι οὐδεὶς ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις, ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μηδὲ ἐκείνων οἷα ἐχρῆν θέντος. Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι φασὶν ὡς ὅτι αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναίοις, ἀλλ̓ οἷς αὐτοὺς [4] ὑπελάμβανε χρήσεσθαι. δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν: ἀλλ̓ ὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖς τε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐδὲ ἐσπούδαζον οὐδὲ ἐπολέμουν, ὅπως ὦσιν ἐλεύθεροι: ἀλλὰ γὰρ ἄφθονόν τε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παῤ αὐτούς, ὥσπερ εἴ τις τῆς νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης, ἀλλ̓ ἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθεσαν: ὑπέρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ [5] οὔσης παῤ αὐτοῖς. ἀλλ̓ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπός᾿ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παῤ ἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν ἄρα μικρὸν αἴθυγμα δεικνύντι πυρός. ὁ μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παῤ ὑμῖν, ὦ κακοδαίμονες: ἄξονας δὲ καὶ γραμματεῖα καὶ [6] στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα. καὶ τὸν μὲν τοῦ Διὸς [p. 224] θεσμὸν πάλαι παρέβητε, τὸν δὲ τοῦ δεῖνος ἢ τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀράν, ἣν Ἀθηναῖοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν, ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις ῾πᾶσα γὰρ ἀνάγκη τὸν συνέχοντα τὸ πᾶν θεσμὸν ἀραῖον ὑπάρχειν̓ πλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλ̓ ἕκαστος αὑτῷ γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον ἂν σῴζειν ὡς ἂν οἷός τε ᾖ καὶ τό γε καθ̓ αὑτὸν φυλάττειν οὐδέποτε [7] ἂν μὴ φρονεῖν φαίην ἔγωγε. πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας, ἐν ᾗ ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες οὐδὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφ̓ ὦν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσει τε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον: σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθ̓ ὑμᾶς σοφωτάτου ποἶ ἄττα δεσμὰ τὸν Ἄρη φησὶ κατασχεῖν, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ἠΰτ̓ ἀράχνια λεπτά, τά γ̓ οὔ κέ τις οὐδὲ ἴδοιτο. [8] μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ̓ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου εὖ πεποιημένα εἴη. τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον ἐκ γῆς γεγονότα, τοιούτων δεῖται τῶν κρατησόντων: ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι κατὰ [p. 225] τὸν Ἥφαιστον αὐτὸν; ὑμεῖς δὲ στερροὺς καὶ ἀδα
μαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃ τε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μηδὲ αὐτόνομον. [9] τί γὰρ ἦν ἡ Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ̓ ἡ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ̓ ὁ Λακώνων Κεάδας καὶ τὸ παρὰ Πέρσαις οἴκημα μεστὸν τέφρας, ἢ νὴ Δία εἴ τινας κόρας χαλεποὶ πατέρες, ὡς ὁ τῶν ποιητῶν λόγος, ῾χαλκέων περιβόλων̓ ἐφρούρησαν ῾εἱρκταῖς᾿. οὐδ̓ ἐγὼ νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον καὶ τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας, λείας, ἣν δεδούλωσθε πάντες: ὅθεν οὐ νημάτων ἔστι λεπτῶν εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, εἰ μή τις αὐτῆς οἶμαι τῆς Ἀθηνᾶς [10] παρισταμένης καὶ σῳζούσης ἅμα. εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτων τε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε, μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής, ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιέζονται, τραχήλου τε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ καὶ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου ἰδίῳ δεσμῷ τε καὶ ἀνάγκῃ κατειλημμένοι εἰσὶ ποικίλῃ τε καὶ πολυτρόπωι: καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ ὄψει τερφθῆναί τε καὶ [11] σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν. πρώτη μὲν γὰρ οἶμαι πρὸς ἕκαστον ἔστη δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ καὶ μειδιῶσα πρὸς ἅπαντας ῾σαρδάνιον μάλα τοῖον̓ [p. 226] χαλεπὴ δὲ ἡδονὴ καὶ φέρει δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἵοις εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς ἢ τυράννους καὶ πάντας, ὅσοι μακαρίων παῖδες κέκληνται: τούτων [12] δὲ χαλεπώτερον οὐδὲν οὐδὲ μᾶλλον ἐμφύεται καὶ πιέζει. μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἢ ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθ̓ Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων, οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας: ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου [13] κηδόμενος. πολὺ δ̓ ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δ̓ οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν ἡ χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς: καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς ἢ θύρας ἢ ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτεῤ ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς [14] θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως: ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότων τε καὶ ποππυσμῶν καὶ ἠχεῖ ταῦτα τὰ δεσμά. πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖς τε καὶ βασιλεῦσιν. ἀλλ̓ ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος ἑπόμενον μακρὰν ἀπελθεῖν: ἱκανῶς ἔχει. [p. 227]

 

‹ Prev