Book Read Free

The Complete Plays

Page 69

by Aristophanes


  τὰ δίκαια λέγων.

  Ἄδικος Λόγος

  ἀλλ’ἀνατρέψω γ’αὔτ’ἀντιλέγων:

  οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.

  Δίκαιος Λόγος

  οὐκ εἶναι φῄς;

  Ἄδικος Λόγος

  φέρε γὰρ ποῦ ‘στιν;

  Δίκαιος Λόγος

  παρὰ τοῖσι θεοῖς.

  Ἄδικος Λόγος

  πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς

  905 οὐκ ἀπόλωλεν τὸν πατέρ’αὑτοῦ

  δήσας;

  Δίκαιος Λόγος

  αἰβοῖ τουτὶ καὶ δὴ

  χωρεῖ τὸ κακόν: δότε μοι λεκάνην.

  Ἄδικος Λόγος

  τυφογέρων εἶ κἀνάρμοστος.

  Δίκαιος Λόγος

  καταπύγων εἶ κἀναίσχυντος.

  Ἄδικος Λόγος

  910 ῥόδα μ’εἴρηκας.

  Δίκαιος Λόγος

  καὶ βωμολόχος.

  Ἄδικος Λόγος

  κρίνεσι στεφανοῖς.

  Δίκαιος Λόγος

  καὶ πατραλοίας.

  Ἄδικος Λόγος

  χρυσῷ πάττων μ’οὐ γιγνώσκεις.

  Δίκαιος Λόγος

  οὐ δῆτα πρὸ τοῦ γ’, ἀλλὰ μολύβδῳ.

  Ἄδικος Λόγος

  νῦν δέ γε κόσμος τοῦτ’ἐστὶν ἐμοί.

  Δίκαιος Λόγος

  915 θρασὺς εἶ πολλοῦ.

  Ἄδικος Λόγος

  σὺ δέ γ’ἀρχαῖος.

  Δίκαιος Λόγος

  διὰ σὲ δὲ φοιτᾶν

  οὐδεὶς ἐθέλει τῶν μειρακίων:

  καὶ γνωσθήσει ποτ’Ἀθηναίοις

  οἶα διδάσκεις τοὺς ἀνοήτους.

  Ἄδικος Λόγος

  αὐχμεῖς αἰσχρῶς.

  Δίκαιος Λόγος

  σὺ δέ γ’εὖ πράττεις.

  921 καίτοι πρότερόν γ’ἐπτώχευες,

  Τήλεφος εἶναι Μυσὸς φάσκων,

  ἐκ πηριδίου

  γνώμας τρώγων Πανδελετείους.

  Ἄδικος Λόγος

  925 ὤμοι σοφίας —

  Δίκαιος Λόγος

  ὤμοι μανίας —

  Ἄδικος Λόγος

  ἧς ἐμνήσθης —

  Δίκαιος Λόγος

  τῆς σῆς, πόλεώς θ’ἥτις σε τρέφει

  λυμαινόμενον τοῖς μειρακίοις.

  Ἄδικος Λόγος

  οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

  Δίκαιος Λόγος

  930 εἴπερ γ’αὐτὸν σωθῆναι χρὴ

  καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

  Ἄδικος Λόγος

  δεῦρ’ἴθι, τοῦτον δ’ἔα μαίνεσθαι.

  Δίκαιος Λόγος

  κλαύσει, τὴν χεῖρ’ἢν ἐπιβάλλῃς.

  Χορός

  παύσασθε μάχης καὶ λοιδορίας.

  935 ἀλλ’ἐπίδειξαι σύ τε τοὺς προτέρους

  ἅττ’ἐδίδασκες, σύ τε τὴν καινὴν

  παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν

  ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

  Δίκαιος Λόγος

  δρᾶν ταῦτ’ἐθέλω.

  Ἄδικος Λόγος

  κἄγωγ’ἐθέλω.

  Χορός

  940 φέρε δὴ πότερος λέξει πρότερος;

  Ἄδικος Λόγος

  τούτῳ δώσω:

  κᾆτ’ἐκ τούτων ὧν ἂν λέξῃ

  ῥηματίοισιν καινοῖς αὐτὸν

  καὶ διανοίαις κατατοξεύσω.

  945 τὸ τελευταῖον δ’, ἢν ἀναγρύζῃ,

  τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ

  κεντούμενος ὥσπερ ὑπ’ἀνθρηνῶν

  ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

  Χορός

  νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι

  λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,

  ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.

  955 νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,

  ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.

  959 ἀλλ’ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,

  ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

  Δίκαιος Λόγος

  961 λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,

  ὅτ’ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ‘νενόμιστο.

  πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι:

  εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ

  τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.

  966 εἶτ’αὖ προμαθεῖν ᾆσμ’ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,

  ἢ ‘Παλλάδα περσέπολιν δεινὰν’ἢ ‘τηλέπορόν τι βόαμα,’

  ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.

  εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ἢ κάμψειέν τινα καμπήν,

  οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,

  ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.

  ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι

  τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές:

  975 εἶτ’αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι

  εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.

  ἠλείψατο δ’ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ’ἄν, ὥστε

  τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει:

  οὐδ’ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν

  980 αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,

  οὐδ’ἀνελέσθαι δειπνοῦντ’ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,

  οὐ�
�’ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,

  οὐδ’ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ’ἴσχειν τὼ πόδ’ἐναλλάξ.

  Ἄδικος Λόγος

  ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα

  985 καὶ Κηκείδου καὶ Βουφονίων.

  Δίκαιος Λόγος

  ἀλλ’οὖν ταῦτ’ἐστὶν ἐκεῖνα,

  ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.

  σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι:

  ὥστε μ’ἀπάγχεσθ’, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς

  τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.

  990 πρὸς ταῦτ’ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ:

  κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,

  καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι:

  καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,

  καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν

  995 αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμ’ἀναπλάττειν:

  μηδ’εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς

  μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς:

  μηδ’ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδ’Ἰαπετὸν καλέσαντα

  μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.

  Ἄδικος Λόγος

  1000 εἰ ταῦτ’ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον

  τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.

  Ἄδικος Λόγος

  εἰ ταῦτ’ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον 1000

  τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.

  Δίκαιος Λόγος

  ἀλλ’οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,

  οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ’οἷάπερ οἱ νῦν,

  οὐδ’ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου:

  ἀλλ’εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει 1005

  στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,

  μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,

  ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

  ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,

  καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, 1010

  ἕξεις ἀεὶ

  στῆθος λιπαρόν, χροιὰν λαμπράν,

  ὤμους μεγάλους, γλῶτταν βαιάν,

  πυγὴν μεγάλην, πόσθην μικράν.

  ἢν δ’ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, 1015

  πρῶτα μὲν ἕξεις

  χροιὰν ὠχράν, ὤμους μικρούς,

  στῆθος λεπτόν, γλῶτταν μεγάλην,

  πυγὴν μικράν, κωλῆν μεγάλην,

  ψήφισμα μακρόν, καὶ σ’ἀναπείσει

  τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, 1020

  τὸ καλὸν δ’αἰσχρόν:

  καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου

  καταπυγοσύνης ἀναπλήσει. 1023

  Χορός

  ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,

  ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.

  †εὐδαίμονες δ’ἦσαν ἄρ’οἱ ζῶντες τότ’ἐπὶ

  τῶν προτέρων†: πρὸς τάδε σ’ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,

  δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ. 1031

  δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,

  εἴπερ τὸν ἄνδρ’ὑπερβαλεῖ καὶ μὴ γέλωτ’ὀφλήσεις. 1035

  Ἄδικος Λόγος

  καὶ μὴν πάλαι γ’ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν

  ἅπαντα ταῦτ’ἐναντίαις γνώμαισι συνταράξαι.

  ἐγὼ γὰρ ἥττων μὲν λόγος δι’αὐτὸ τοῦτ’ἐκλήθην

  ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα

  τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί’ἀντιλέξαι. 1040

  καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ἄξιον στατήρων,

  αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.

  σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,

  ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.

  καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά; 1045

  Δίκαιος Λόγος

  ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.

  Ἄδικος Λόγος

  ἐπίσχες: εὐθὺς γάρ σ’ἔχω μέσον λαβὼν ἄφυκτον.

  καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν’ἄνδρ’ἄριστον

  ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.

  Δίκαιος Λόγος

  ἐγὼ μὲν οὐδέν’Ἡρακλέους βελτίον’ἄνδρα κρίνω. 1050

  Ἄδικος Λόγος

  ποῦ ψυχρὰ δῆτα πώποτ’εἶδες Ἡράκλεια λουτρά;

  καίτοι τίς ἀνδρειότερος ἦν;

  Δίκαιος Λόγος

  ταῦτ’ἐστὶ ταῦτ’ἐκεῖνα,

  ἃ τῶν νεανίσκων ἀεὶ δι’ἡμέρας λαλούντων

  πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.

  Ἄδικος Λόγος

  εἶτ’ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις: ἐγὼ δ’ἐπαινῶ. 1055

  εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ’ἂν ἐποίει

  τὸν Νέστορ’ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.

  ἄνειμι δῆτ’
ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν

  οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.

  καὶ σωφρονεῖν αὖ φησι χρῆναι: δύο κακὼ μεγίστω. 1060

  ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ’εἶδες ἤδη

  ἀγαθάν τι γενόμενον, φράσον, καί μ’ἐξέλεγξον εἰπών.

  Δίκαιος Λόγος

  πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

  Ἄδικος Λόγος

  μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.

  Ὑπέρβολος δ’οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ 1065

  εἴληφε διὰ πονηρίαν, ἀλλ’οὐ μὰ Δί’οὐ μάχαιραν.

  Δίκαιος Λόγος

  καὶ τὴν Θέτιν γ’ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.

  Ἄδικος Λόγος

  κᾆτ’ἀπολιποῦσά γ’αὐτὸν ᾤχετ’: οὐ γὰρ ἦν ὑβριστὴς

  οὐδ’ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν:

  γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ’εἶ Κρόνιππος. 1070

  σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα

  ἅνεστιν, ἡδονῶν θ’ὅσων μέλλεις ἀποστερεῖσθαι,

  παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.

  καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;

  εἶεν. πάρειμ’ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. 1075

  ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ’ἐλήφθης:

  ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ’ὁμιλῶν

  χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.

  μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ’ἀντερεῖς πρὸς αὐτόν,

  ὡς οὐδὲν ἠδίκηκας: εἶτ’ἐς τὸν Δί’ἐπανενεγκεῖν, 1080

  κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν:

 

‹ Prev