Book Read Free

The Complete Plays

Page 77

by Aristophanes


  ἀλλ᾽ εἴσαγ᾽ ἀνύσας: ὡς ἐγὼ τιμᾶν βλέπω.

  Βδελυκλέων

  φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.

  Φιλοκλέων

  οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν:

  850 ἐγὼ δ᾽ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.

  Βδελυκλέων

  ἰδού.

  Φιλοκλέων

  κάλει νυν.

  Βδελυκλέων

  ταῦτα δή. τίς οὑτοσὶ

  ὁ πρῶτός ἐστιν;

  Φιλοκλέων

  ἐς κόρακας, ὡς ἄχθομαι

  ὁτιὴ ‘πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.

  Βδελυκλέων

  οὗτος σὺ ποῖ θεῖς;

  Φιλοκλέων

  ἐπὶ καδίσκους.

  Βδελυκλέων

  μη δαμῶς.

  855 ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.

  Φιλοκλέων

  κάλλιστα τοίνυν: πάντα γὰρ πάρεστι νῷν

  ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.

  Βδελυκλέων

  ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;

  Φιλοκλέων

  εὖ γ᾽ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

  Βδελυκλέων

  860 ἀλλ᾽ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω

  καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,

  ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.

  Χορός

  καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς

  καὶ ταῖς εὐχαῖς

  865 φήμην ἀγαθὴν λέξομεν ὑμῖν,

  ὅτι γενναίως ἐκ τοῦ πολέμου

  καὶ τοῦ νείκους ξυνεβήτην. Βδελυκλέων

  εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.

  Χορός

  ὦ Φοῖβ᾽ Ἄπολλον Πύθι᾽ ἐπ᾽ ἀγαθῇ τύχῃ

  870 τὸ πρᾶγμ᾽ ὃ μηχανᾶται

  ἔμπροσθεν οὗτος τῶν θυρῶν,

  ἅπασιν ἡμῖν ἁρμόσαι

  παυσαμένοις πλάνων.

  ἰήιε Παιάν.

  Βδελυκλέων

  875 ὦ δέσποτ᾽ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,

  δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,

  παῦσόν τ᾽ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,

  ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας:

  ἤδη δ᾽ εἶναι τοῖς ἀνθρώποις

  ἤπιον αὐτόν,

  880 τοὺς φεύγοντάς τ᾽ ἐλεεῖν μᾶλλον

  τῶν γραψαμένων

  κἀπιδακρύειν ἀντιβολούντων,

  καὶ παυσάμενον τῆς δυσκολίας

  ἀπὸ τῆς ὀργῆς

  τὴν ἀκαλήφην ἀφελέσθαι. Χορός

  885 ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν

  νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.

  εὖνοι γάρ ἐσμεν ἐξ οὗ

  τὸν δῆμον ᾐσθόμεσθά σου

  φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ

  890 τῶν γε νεωτέρων.

  ἰήιε Παιάν.

  Βδελυκλέων

  εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω:

  ὡς ἡνίκ᾽ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.

  Φιλοκλέων

  τίς ἆρ᾽ ὁ φεύγων;

  Βδελυκλέων

  οὗτος.

  Φιλοκλέων

  ὅσον ἁλώσεται.

  Βδελυκλέων

  ἀκούετ᾽ ἤδη τῆς γραφῆς. ἐγράψατο

  895 κύων Κυδαθηναιεὺς Λάβητ᾽ Αἰξωνέα

  τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν

  τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.

  Φιλοκλέων

  θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.

  Βδελυκλέων

  καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.

  Φιλοκλέων

  900 ὦ μιαρὸς οὗτος: ὡς δὲ καὶ κλέπτον βλέπει,

  οἷον σεσηρὼς ἐξαπατήσειν μ᾽ οἴεται.

  ποῦ δ᾽ ἔσθ᾽ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;

  Κύων

  αὗ αὗ.

  Βδελυκλέων

  πάρεστιν οὗτος.

  Φιλοκλέων

  ἕτερος οὗτος αὖ Λάβης.

  Βδελυκλέων

  ἀγαθός γ᾽ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.

  905 σίγα, κάθιζε: σὺ δ᾽ ἀναβὰς κατηγόρει.

  Φιλοκλέων

  φέρε νυν ἅμα τήνδ᾽ ἐγχεάμενος κἀγὼ ῥοφῶ.

  Σωσίας

  τῆς μὲν γραφῆς ἠκούσαθ᾽ ἣν ἐγραψάμην

  ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ

  ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.

  910 ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν

  κατεσικέλιζε κἀνέπλητ᾽ ἐν τῷ σκότῳ —

  Φιλοκλέων

  νὴ τὸν Δί᾽ ἀλλὰ δῆλός ἐστ᾽: ἔμοιγέ τοι

  τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν

  ὁ βδελυρὸς οὗτος.

  Σωσίας

  κοὐ μετέδωκ᾽ αἰτοῦντί μοι.

  915 καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,

  ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;

  Φιλοκλέων

  οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ᾽ ἐμοί.

  θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

  Βδελυκλέων

  πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ᾽ ὦ πάτερ,

  920 πρὶν ἄν γ᾽ ἀκούσῃς ἀμφοτέρων.

  Φιλοκλέων

  ἀλλ᾽ ὦγαθὲ

  τὸ πρᾶγμα φανερόν ἐστιν: αὐτὸ γὰρ βοᾷ.

  Σωσίας

  μή νυν ἀφῆτέ γ᾽ αὐτόν, ὡς ὄντ᾽ αὖ πολὺ

  κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,

  ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ

  925 ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.

  Φιλοκλέων

  ἐμοὶ δέ γ᾽ οὐκ ἔστ᾽ οὐδὲ τὴν ὑδρίαν πλάσαι.

  Σωσίας

  πρὸς ταῦτα τοῦτον κολάσατ᾽: οὐ
γὰρ ἄν ποτε

  τρέφειν δύναιτ᾽ ἂν μία λόχμη κλέπτα δύο:

  ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ:

  930 ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.

  Φιλοκλέων

  ἰοὺ ἰού.

  ὅσας κατηγόρησε τὰς πανουργίας.

  κλέπτον τὸ χρῆμα τἀνδρός: οὐ καὶ σοὶ δοκεῖ

  ὦλεκτρυόν; νὴ τὸν Δί᾽ ἐπιμύει γέ τοι.

  935 ὁ θεσμοθέτης: ποῦ ‘σθ᾽ οὗτος; ἀμίδα μοι δότω.

  Βδελυκλέων

  αὐτὸς καθελοῦ: τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.

  Λάβητι μάρτυρας παρεῖναι τρύβλιον

  δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,

  καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.

  940 ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω;

  Φιλοκλέων

  τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον.

  Βδελυκλέων

  οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,

  καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει;

  ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

  Φιλοκλέων

  945 ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν ὅ τι λέγῃ.

  Βδελυκλέων

  οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,

  ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης:

  ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.

  πάρεχ᾽ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.

  950 χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου

  ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως.

  ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

  Φιλοκλέων

  κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

  Βδελυκλέων

  μὰ Δί᾽ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν

  955 οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.

  Φιλοκλέων

  τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

  Βδελυκλέων

  ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν

  καὶ τἄλλ᾽ ἄριστός ἐστιν: εἰ δ᾽ ὑφείλετο,

  ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

  Φιλοκλέων

  960 ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα,

  ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον.

  Βδελυκλέων

  ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.

  ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα:

  σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς,

  965 εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.

  φησὶ κατακνῆσαι.

  Φιλοκλέων

  νὴ Δί᾽ ἀλλὰ ψεύδεται.

  Βδελυκλέων

  ὦ δαιμόνι᾽ ἐλέει ταλαιπωρουμένους.

  οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι᾽ ἐσθίει

  καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει.

  970 ὁ δ᾽ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.

  αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ

  τούτων μεταιτεῖ τὸ μέρος: εἰ δὲ μή, δάκνει.

  Φιλοκλέων

  αἰβοῖ. τί κακόν ποτ᾽ ἔσθ᾽ ὅτῳ μαλάττομαι;

  κακόν τι περιβαίνει με κἀναπείθομαι.

  Βδελυκλέων

  975 ἴθ᾽ ἀντιβολῶ σ᾽: οἰκτίρατ᾽ αὐτὸν ὦ πάτερε,

  καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;

  ἀναβαίνετ᾽ ὦ πόνηρα καὶ κνυζούμενα

  αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

  Φιλοκλέων

  κατάβα κατάβα κατάβα κατάβα.

  Βδελυκλέων

  καταβήσομαι.

  980 καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ

  ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

  Φιλοκλέων

  ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.

  ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν

  οὐδέν ποτ᾽ ἀλλ᾽ ἢ τῆς φακῆς ἐμπλήμενος.

  Βδελυκλέων

  985 οὔκουν ἀποφεύγει δῆτα;

  Φιλοκλέων

  χαλεπὸν εἰδέναι.

  Βδελυκλέων

  ἴθ᾽ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.

  τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον

  μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.

  Φιλοκλέων

  οὐ δῆτα: κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

  Βδελυκλέων

  990 φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.

  Φιλοκλέων

  ὅδ᾽ ἔσθ᾽ ὁ πρότερος;

  Βδελυκλέων

  οὗτος:

  Φιλοκλέων

  αὕτη ‘νταῦθ᾽ ἔνι.

  Βδελυκλέων

  ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.

  φέρ᾽ ἐξεράσω.

  Φιλοκλέων

  πῶς ἄρ᾽ ἠγωνίσμεθα;

  Βδελυκλέων

  δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.

  995 πάτερ πάτερ τί πέπονθας; οἴμοι: ποῦ ‘σθ᾽ ὕδωρ;

  ἔπαιρε σαυτόν.

  Φιλοκλέων

  εἰπέ νυν ἐκεῖνό μοι,

  ὄντως ἀπέφυγε;

  Βδελυκλέων

  νὴ Δί᾽:

  Φιλοκλέων

  οὐδέν εἰμ᾽ ἄρα.

  Βδελυκλέων

  μὴ φροντίσῃς ὦ δαιμόνι᾽: ἀλλ᾽ ἀνίστασο.

  Φιλοκλέων

  πῶς οὖν ἐμαυτῷ τοῦτ᾽ ἐγὼ ξυνείσομαι,

  1000 φεύγοντ᾽ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;

  ἀλλ᾽ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι:

  ἄκων γὰρ αὔτ᾽ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.

  Βδελυκλέων

  καὶ μηδὲν ἀγανάκτει γ᾽. ἐγὼ γάρ σ᾽ ὦ πάτερ

  θρέψω καλῶς, ἄγων μετ᾽ ἐμαυτοῦ πανταχοῖ,

  1005 ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπ
ὶ θεωρίαν,

  ὥσθ᾽ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον:

  κοὐκ ἐγχανεῖταί σ᾽ ἐξαπατῶν Ὑπέρβολος.

  ἀλλ᾽ εἰσίωμεν.

  Φιλοκλέων

  ταῦτά νυν, εἴπερ δοκεῖ.

  Χορός

  ἀλλ᾽ ἴτε χαίροντες ὅποι βούλεσθ᾽.

  1010 ὑμεῖς δὲ τέως ὦ μυριάδες

  ἀναρίθμητοι,

  νῦν τὰ μέλλοντ᾽ εὖ λέγεσθαι

  μὴ πέσῃ φαύλως χαμᾶζ᾽

  εὐλαβεῖσθε.

  τοῦτο γὰρ σκαιῶν θεατῶν

  ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν. Χορός

  1015 νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.

  μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.

  ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ᾽ αὐτοὺς εὖ πεποιηκώς,

  τὰ μὲν οὐ φανερῶς ἀλλ᾽ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,

  μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,

  1020 εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι:

  μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ᾽ ἑαυτόν,

  οὐκ ἀλλοτρίων ἀλλ᾽ οἰκείων Μουσῶν στόμαθ᾽ ἡνιοχήσας.

  ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ᾽ ἐν ὑμῖν,

  οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδ᾽ ὀγκῶσαι τὸ φρόνημα,

  1025 οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν: οὐδ᾽ εἴ τις ἐραστὴς

  κωμῳδεῖσθαι παιδίχ᾽ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,

  οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν᾽ ἔχων ἐπιεικῆ,

  ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.

  οὐδ᾽ ὅτε πρῶτόν γ᾽ ἦρξε διδάσκειν, ἀνθρώποις φήσ᾽ ἐπιθέσθαι,

  1030 ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,

  θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,

 

‹ Prev