Book Read Free

The Complete Plays

Page 90

by Aristophanes


  ἄφατον ὡς φρόνιμος.

  Χορός

  ἔνι σοφόν τι φρενί;

  Ἔποψ

  430 πυκνότατον κίναδος,

  σόφισμα κύρμα τρῖμμα παιπάλημ᾽ ὅλον.

  Χορός

  λέγειν λέγειν κέλευέ μοι.

  κλύων γὰρ ὧν σύ μοι λέγεις

  λόγων ἀνεπτέρωμαι.

  Ἔποψ

  435 ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν

  ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ

  ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου:

  σὺ δὲ τούσδ᾽ ἐφ᾽ οἷσπερ τοῖς λόγοις συνέλεξ᾽ ἐγὼ

  φράσον, δίδαξον.

  Πισθέταιρος

  μὰ τὸν Ἀπόλλω ‘γὼ μὲν οὔ,

  440 ἢν μὴ διάθωνταί γ᾽ οἵδε διαθήκην ἐμοὶ

  ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,

  ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ

  μήτ᾽ ὀρχίπεδ᾽ ἕλκειν μήτ᾽ ὀρύττειν —

  Χορός

  οὔτι που

  τόν — ; οὐδαμῶς.

  Πισθέταιρος

  οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.

  Χορός

  διατίθεμαι ‘γώ.

  Πισθέταιρος

  κατόμοσόν νυν ταῦτά μοι.

  Χορός

  445 ὄμνυμ᾽ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς

  καὶ τοῖς θεαταῖς πᾶσιν.

  Πισθέταιρος

  ἔσται ταυταγί.

  Χορός

  εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

  Κῆρυξ

  ἀκούετε λεῴ: τοὺς ὁπλίτας νυνμενὶ

  ἀνελομένους θὤπλ᾽ ἀπιέναι πάλιν οἴκαδε,

  450 σκοπεῖν δ᾽ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.

  Χορός

  δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον

  πέφυκεν ἄνθρωπος: σὺ δ᾽ ὅμως λέγε μοι.

  τάχα γὰρ τύχοις ἂν

  χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ

  455 δύναμίν τινα μείζω

  παραλειπομένην ὑπ᾽ ἐμῆς φρενὸς ἀξυνέτου:

  σὺ δὲ τοῦθ᾽ οὑρᾷς λέγ᾽ ἐς κοινόν.

  ὃ γὰρ ἂν σὺ τύχῃς μοι

  ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται. Χορός

  460 ἀλλ᾽ ἐφ᾽ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,

  λέγε θαρρήσας: ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν. Πισθέταιρος

  καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,

  ὃν διαμάττειν οὐ κωλύει: φέρε παῖ στέφανον: καταχεῖσθαι

  κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

  Ἐυελπίδης

  δειπνήσειν μέλλομεν; ἢ τί;

  Πισθέταιρος

  465 μὰ Δί᾽ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,

  ὅ το τὴν τούτων θραύσει ψυχήν: οὕτως ὑμῶν ὑπεραλγῶ,

  οἵτινες ὄντες πρότερον βασιλῆς —

  Χορός

  ἡμεῖς βασιλῆς; τίνος;

  Πισθέταιρος

  ὑμεῖς

  πάντων ὁπόσ᾽ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,

  ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,

  καὶ γῆς.

  Χορός

  καὶ γῆς;

  Πισθέταιρος

  νὴ τὸν Ἀπόλλω.

  Χορός

  470 τουτὶ μὰ Δί᾽ οὐκ ἐπεπύσμην.

  Πισθέταιρος

  ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ᾽ Αἴσωπον πεπάτηκας,

  ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,

  προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ᾽ αὐτῆς ἀποθνῄσκειν:

  γῆν δ᾽ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: τὴν δ᾽ ἀποροῦσαν

  475 ὑπ᾽ ἀμηχανίας τὸν πατέρ᾽ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.

  Ἐυελπίδης

  ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

  Πισθέταιρος

  οὔκουν δῆτ᾽ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,

  ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ᾽ ἡ βασιλεία;

  Ἐυελπίδης

  νὴ τὸν Ἀπόλλω: πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν:

  480 οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

  Πισθέταιρος

  ὡς δ᾽ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,

  ἀλλ᾽ ὄρνιθες, κἀβασίλευον, πόλλ᾽ ἐστὶ τεκμήρια τούτων.

  αὐτίκα δ᾽ ὑμῖν πρῶτ᾽ ἐπιδείξω τὸν ἀλεκτρυόν᾽, ὡς ἐτυράννει

  ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,

  485 ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ᾽ ἐκείνης.

  Ἐυελπίδης

  διὰ ταῦτ᾽ ἄρ᾽ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει

  ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

  Πισθέταιρος

  οὕτω δ᾽ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ᾽ ἔτι καὶ νῦν

  ὑπὸ τῆς ῥώμης τῆς τότ᾽ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾁσῃ,

  490 ἀναπηδῶσιν πάντες ἐπ᾽ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι

  σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί:

  οἱ δὲ βαδίζουσ᾽ ὑποδησάμενοι νύκτωρ.

  Ἐυελπίδης

  ἐμὲ τοῦτό γ᾽ ἐρώτα.

  χλαῖναν γὰρ ἀπώλεσ᾽ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.

  ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

  495 κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ᾽ ᾖσεν:

  κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλι�
�ουντάδε, κἄρτι προκύπτω

  ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον:

  κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ᾽ ἀπέβλισε θοἰμάτιόν μου.

  Πισθέταιρος

  ἰκτῖνος δ᾽ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

  Χορός

  500 τῶν Ἑλλήνων;

  Πισθέταιρος

  καὶ κατέδειξέν γ᾽ οὗτος πρῶτος βασιλεύων

  προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.

  Ἐυελπίδης

  νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν

  ἐκυλινδούμην ἰκτῖνον ἰδών: κᾆθ᾽ ὕπτιος ὢν ἀναχάσκων

  ὀβολὸν κατεβρόχθισα: κᾆτα κενὸν τὸν θύλακον οἴκαδ᾽ ἀφεῖλκον.

  Πισθέταιρος

  Αἰγύπτου δ᾽ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν:

  505 χὠπόθ᾽ ὁ κόκκυξ εἴποι ‘κόκκυ,’ τότ᾽ ἂν οἱ Φοίνικες ἅπαντες

  τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.

  Ἐυελπίδης

  τοῦτ᾽ ἄρ᾽ ἐκεῖν᾽ ἦν τοὔπος ἀληθῶς: ‘κόκκυψωλοὶ πεδίονδε.’

  Πισθέταιρος

  ἦρχον δ᾽ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ᾽ εἴ τις καὶ βασιλεύοι

  ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,

  510 ἐπὶ τῶν σκήπτρων ἐκάθητ᾽ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.

  Ἐυελπίδης

  τουτὶ τοίνυν οὐκ ᾔδη ‘γώ: καὶ δῆτά μ᾽ ἐλάμβανε θαῦμα,

  ὁπότ᾽ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,

  ὁ δ᾽ ἄρ᾽ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.

  Πισθέταιρος

  ὃ δὲ δεινότατόν γ᾽ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

  515 αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,

  ἡ δ᾽ αὖ θυγάτηρ γλαῦχ᾽, ὁ δ᾽ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.

  Ἐυελπίδης

  νὴ τὴν Δήμητρ᾽ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ᾽ ἄρ᾽ ἔχουσιν;

  Πισθέταιρος

  ἵν᾽ ὅταν θύων τις ἔπειτ᾽ αὐτοῖς ἐς τὴν χεῖρ᾽, ὡς νόμος ἐστίν,

  τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

  520 ὤμνυ τ᾽ οὐδεὶς τότ᾽ ἂν ἀνθρώπων θεόν, ἀλλ᾽ ὄρνιθας ἅπαντες:

  Λάμπων δ᾽ ὄμνυσ᾽ ἔτι καὶ νυνὶ τὸν χῆν᾽, ὅταν ἐξαπατᾷ τι.

  οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ᾽ ἐνόμιζον,

  Πισθέταιρος

  νῦν δ᾽ ἀνδράποδ᾽ ἠλιθίους Μανᾶς:

  ὥσπερ δ᾽ ἤδη τοὺς μαινομένους

  525 βάλλουσ᾽ ὑμᾶς, κἀν τοῖς ἱεροῖς

  πᾶς τις ἐφ᾽ ὑμῖν ὀρνιθευτὴς

  ἵστησι βρόχους παγίδας ῥάβδους

  ἕρκη νεφέλας δίκτυα πηκτάς:

  εἶτα λαβόντες πωλοῦσ᾽ ἁθρόους:

  530 οἱ δ᾽ ὠνοῦνται βλιμάζοντες:

  κοὐδ᾽ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,

  ὀπτησάμενοι παρέθενθ᾽ ὑμᾶς,

  ἀλλ᾽ ἐπικνῶσιν τυρὸν ἔλαιον

  σίλφιον ὄξος καὶ τρίψαντες

  535 κατάχυσμ᾽ ἕτερον γλυκὺ καὶ λιπαρόν,

  κἄπειτα κατεσκέδασαν θερμὸν

  τοῦτο καθ᾽ ὑμῶν

  αὐτῶν ὥσπερ κενεβρείων. Χορός

  πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους

  540 ἤνεγκας ἄνθρωφ᾽. ὡς ἐδάκρυσά γ᾽ ἐμῶν

  πατέρων κάκην, οἳ

  τάσδε τὰς τιμὰς προγόνων παραδόντων

  ἐπ᾽ ἐμοῦ κατέλυσαν.

  σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν

  545 ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.

  ἀναθεὶς γὰρ ἐγώ σοι

  τὰ νεοττία κἀμαυτὸν οἰκήσω. Χορός

  ἀλλ᾽ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών: ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,

  εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν. Πισθέταιρος

  550 καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,

  κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ

  περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.

  Ἔποψ

  ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.

  Πισθέταιρος

  κἄπειτ᾽ ἢν τοῦτ᾽ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί᾽ ἀπαιτεῖν:

  555 κἂν μὲν μὴ φῇ μηδ᾽ ἐθελήσῃ μηδ᾽ εὐθὺς γνωσιμαχήσῃ,

  ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν

  διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,

  ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον

  καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας: ἤνπερ δ᾽ ἐπίωσ᾽, ἐπιβάλλειν

  560 σφραγῖδ᾽ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσ᾽ ἔτ᾽ ἐκείνας.

  τοῖς δ᾽ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,

  ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,

  κἄπειτα θεοῖς ὕστερον αὖθις: προσνείμασθαι δὲ πρεπόντως

  τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ᾽ ἕκαστον:

  565 ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν:

  ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν:

  ἢν δ᾽ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας:

  κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ᾽ ὀρχίλος ὄρνις,

  ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.

  Ἐυελπίδης

  570 ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.

  Χορός

  καὶ π�
��ς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,

  οἳ πετόμεσθα πτέρυγάς τ᾽ ἔχομεν;

  Πισθέταιρος

  ληρεῖς: καὶ νὴ Δί᾽ ὅ γ᾽ Ἑρμῆς

  πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.

  αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί᾽ Ἔρως γε:

  575 Ἥρην δέ γ᾽ Ὅμηρος ἔφασκ᾽ ἰκέλην εἶναι τρήρωνι πελείῃ.

  Ἐυελπίδης

  ὁ Ζεὺς δ᾽ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

  Πισθέταιρος

  ἢν δ᾽ οὖν ὑμᾶς μὲν ὑπ᾽ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,

  τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν

  καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ᾽ αὐτῶν ἀνακάψαι:

  580 κἄπειτ᾽ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.

  Ἐυελπίδης

  οὐκ ἐθελήσει μὰ Δί᾽, ἀλλ᾽ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

  Πισθέταιρος

  οἱ δ᾽ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,

  καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ:

  εἶθ᾽ ὅ γ᾽ Ἀπόλλων ἰατρός γ᾽ ὢν ἰάσθω: μισθοφορεῖ δέ.

  Ἐυελπίδης

  585 μὴ πρίν γ᾽ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ᾽ ἀποδῶμαι.

  Πισθέταιρος

  ἢν δ᾽ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,

  ἀγάθ᾽ αὐτοῖσιν πάντα παρέσται.

  Ἔποψ

  λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

  Πισθέταιρος

  πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,

  ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.

  590 εἶθ᾽ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,

 

‹ Prev