The Complete Plays
Page 93
μήτ᾽ ἢν Λάμπων ᾖ μήτ᾽ ἢν ὁ μέγας Διοπείθης.
Χρησμολόγος
καὶ ταῦτ᾽ ἔνεστ᾽ ἐνταῦθα;
Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
990 οὐκ εἶ θύραζ᾽; ἐς κόρακας.
Χρησμολόγος
οἴμοι δείλαιος.
Πισθέταιρος
οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
Μέτων
ἥκω παρ᾽ ὑμᾶς —
Πισθέταιρος
ἕτερον αὖ τουτὶ κακόν.
τί δ᾽ αὖ σὺ δράσων; τίς δ᾽ ἰδέα βουλεύματος;
τίς ἡ ‘πίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
Μέτων
995 γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
ὑμῖν διελεῖν τε κατὰ γύας.
Πισθέταιρος
πρὸς τῶν θεῶν
σὺ δ᾽ εἶ τίς ἀνδρῶν;
Μέτων
ὅστις εἴμ᾽ ἐγώ; Μέτων,
ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
Πισθέταιρος
εἰπέ μοι,
ταυτὶ δέ σοι τί ἔστι;
Μέτων
κανόνες ἀέρος.
1000 αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
τὸν κανόν᾽, ἄνωθεν τουτονὶ τὸν καμπύλον
ἐνθεὶς διαβήτην — μανθάνεις;
Πισθέταιρος
οὐ μανθάνω.
Μέτων
ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
1005 ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ
ἀγορά, φέρουσαι δ᾽ ὦσιν εἰς αὐτὴν ὁδοὶ
ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ᾽ ἀστέρος
αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
ἀκτῖνες ἀπολάμπωσιν.
Πισθέταιρος
ἅνθρωπος Θαλῆς.
1010 Μέτων —
Μέτων
τί ἔστιν;
Πισθέταιρος
οἶσθ᾽ ὁτιὴ φιλῶ σ᾽ ἐγώ,
κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
Μέτων
τί δ᾽ ἐστὶ δεινόν;
Πισθέταιρος
ὥσπερ ἐν Λακεδαίμονι
ξενηλατοῦνται καὶ κεκίνηνταί τινες:
πληγαὶ συχναὶ κατ᾽ ἄστυ.
Μέτων
μῶν στασιάζετε;
Πισθέταιρος
1015 μὰ τὸν Δί᾽ οὐ δῆτ᾽.
Μέτων
ἀλλὰ πῶς;
Πισθέταιρος
ὁμοθυμαδὸν
σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.
Μέτων
ὑπάγοιμί τἄρ᾽ ἄν.
Πισθέταιρος
νὴ Δί᾽ ὡς οὐκ οἶδ᾽ ἂν εἰ
φθαίης ἄν: ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.
Μέτων
οἴμοι κακοδαίμων.
Πισθέταιρος
οὐκ ἔλεγον ἐγὼ πάλαι;
1020 οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;
Ἐπίσκοπος
ποῦ πρόξενοι;
Πισθέταιρος
τίς ὁ Σαρδανάπαλλος οὑτοσί;
Ἐπίσκοπος
ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν
ἐς τὰς Νεφελοκοκκυγίας.
Πισθέταιρος
ἐπίσκοπος;
ἔπεμψε δὲ τίς σε δεῦρο;
Ἐπίσκοπος
φαῦλον βιβλίον
1025 Τελέου.
Πισθέταιρος
τί; βούλει δῆτα τὸν μισθὸν λαβὼν
μὴ πράγματ᾽ ἔχειν ἀλλ᾽ ἀπιέναι;
Ἐπίσκοπος
νὴ τοὺς θεούς.
ἐκκλησιάσαι δ᾽ οὖν ἐδεόμην οἴκοι μένων.
ἔστιν γὰρ ἃ δι᾽ ἐμοῦ πέπρακται Φαρνάκῃ.
Πισθέταιρος
ἄπιθι λαβών: ἔστιν δ᾽ ὁ μισθὸς οὑτοσί.
Ἐπίσκοπος
1030 τουτὶ τί ἦν;
Πισθέταιρος
ἐκκλησία περὶ Φαρνάκου.
Ἐπίσκοπος
μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
Πισθέταιρος
οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
οὐ δεινά; καὶ πέμπουσιν ἤδη ‘πισκόπους
ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
Ψηφισματοπώλης
1035 ἐὰν δ᾽ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —
Πισθέταιρος
τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
Ψηφισματοπώλης
ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
ἥκω παρ᾽ ὑμᾶς δεῦρο πωλήσων.
Πισθέταιρος
τὸ τί;
Ψηφισματοπώλης
1040 χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
Πισθέταιρος
σὺ δέ γ᾽ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
Ψηφισματοπώλης
οὗτος τί πάσχεις;
Πισθέταιρος
οὐκ ἀποίσεις τοὺς νόμους;
1045 πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
Ἐπίσκοπος
καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
Πισθέταιρος
ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθ᾽ ἦσθα σύ;
Ψηφισματοπώλης
1050 ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται κατὰ τὴν στήλην —
Πισθέταιρος
οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθ᾽ ἦσθ᾽ ἔτι;
Ἐπίσκοπος
ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
Πισθέταιρος
ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
Ψηφισματοπώλης
μέμνησ᾽ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
Πισθέταιρος
1055 αἰβοῖ: λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;
ἀπίωμεν ἡμεῖς ὡς τάχιστ᾽ ἐντευθε�
�ὶ
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
Χορός
ἤδη ‘μοὶ τῷ παντόπτᾳ
καὶ παντάρχᾳ θνητοὶ πάντες
1060 θύσουσ᾽ εὐκταίαις εὐχαῖς.
πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
σῴζω δ᾽ εὐθαλεῖς καρποὺς
κτείνων παμφύλων γένναν
θηρῶν, ἂ πάντ᾽ ἐν γαίᾳ
1065 ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις
δένδρεσί τ᾽ ἐφημένα καρπὸν ἀποβόσκεται:
κτείνω δ᾽ οἳ κήπους εὐώδεις
φθείρουσιν λύμαις ἐχθίσταις,
ἑρπετά τε καὶ δάκετα πάνθ᾽ ὅσαπερ
1070 ἔστιν ὑπ᾽ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται. Χορός
τῇδε μέντοι θἠμέρᾳ μάλιστ᾽ ἐπαναγορεύεται,
ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,
λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα
1075 τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.
βουλόμεσθ᾽ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε.
ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον,
λήψεται τάλαντον, ἢν δὲ ζῶντά γ᾽ ἀγάγῃ, τέτταρα,
ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ᾽ ἑπτὰ τοὐβολοῦ,
1080 εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται,
τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,
τὰς περιστεράς θ᾽ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει,
κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.
ταῦτα βουλόμεσθ᾽ ἀνειπεῖν: κεἴ τις ὄρνιθας τρέφει
1085 εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.
ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων
αὖθις ὑμεῖς αὖ παρ᾽ ἡμῖν δεδεμένοι παλεύσετε. Χορός
εὔδαιμον φῦλον πτηνῶν
οἰωνῶν, οἳ χειμῶνος μὲν
1090 χλαίνας οὐκ ἀμπισχνοῦνται:
οὐδ᾽ αὖ θερμὴ πνίγους ἡμᾶς
ἀκτὶς τηλαυγὴς θάλπει:
ἀλλ᾽ ἀνθηρῶν λειμώνων
φύλλων τ᾽ ἐν κόλποις ναίω,
1095 ἡνίκ᾽ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας
θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
χειμάζω δ᾽ ἐν κοίλοις ἄντροις
νύμφαοις οὐρείαις ξυμπαίζων:
ἠρινά τε βοσκόμεθα παρθένια
1100 λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα. Χορός
τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,
ὅσ᾽ ἀγάθ᾽, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,
ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
1105 πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,
γλαῦκες ὑμᾶς οὔποτ᾽ ἐπιλείψουσι Λαυρειωτικαί:
ἀλλ᾽ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις
ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.
εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε:
1110 τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν:
κἂν λαχόντες ἀρχίδιον εἶθ᾽ ἁρπάσαι βούλησθέ τι,
ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.
ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν
1115 ὥσπερ ἀνδριάντες: ὡς ὑμῶν ὃς ἂν μὴ μῆν᾽ ἔχῃ,
ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ᾽ οὕτω δίκην
δώσεθ᾽ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι. Πισθέταιρος
τὰ μὲν ἱέρ᾽ ἡμῖν ἐστιν ὦρνιθες καλά:
ἀλλ᾽ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
1120 οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
ἀλλ᾽ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
Ἄγγελος Α
ποῦ ποῦ ‘στι, ποῦ ποῦ ποῦ ‘στι, ποῦ ποῦ ποῦ ‘στι ποῦ,
ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
Πισθέταιρος
οὑτοσί.
Ἄγγελος Α
ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
Πισθέταιρος
εὖ λέγεις.
Ἄγγελος Α
1125 κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον:
ὥστ᾽ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
καὶ Θεογένης ἐναντίω δύ᾽ ἅρματε,
ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
Πισθέταιρος
Ἡράκλεις.
Ἄγγελος Α
1130 τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησ᾽ αὔτ᾽ ἐγώ,
ἑκατοντορόγυιον.
Πισθέταιρος
ὦ Πόσειδον τοῦ μάκρους.
τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
Ἄγγελος Α
ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
1135 ἀλλ᾽ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
τούτους δ᾽ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
ἕτεροι δ᾽ ἐπλινθοφόρουν πελαργοὶ μύριοι:
1140 ὕδωρ δ᾽ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμι᾽ ὄρνεα.
Πισθέταιρος
ἐπηλοφόρουν δ᾽ αὐτοῖσι τίνες;
Ἄγγελος Α
ἐρωδιοὶ
λεκάναισι.
Πισθέταιρος
τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
Ἄγγελος Α
τοῦτ᾽ ὦγάθ᾽ ἐξηύρητο καὶ σοφώτατα:
&nb
sp; 1145 οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
Πισθέταιρος
τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
Ἄγγελος Α
καὶ νὴ Δί᾽ αἱ νῆτταί γε περιεζωσμέναι
ἐπλινθοφόρουν: ἄνω δὲ τὸν ὑπαγωγέα
1150 ἐπέτοντ᾽ ἔχουσαι κατόπιν †ὥσπερ παιδία
τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.
Πισθέταιρος
τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
φέρ᾽ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
ἀπηργάσαντ᾽;
Ἄγγελος Α
ὄρνιθες ἦσαν τέκτονες
1155 σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
ἀπεπελέκησαν τὰς πύλας: ἦν δ᾽ ὁ κτύπος
αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
καὶ νῦν ἅπαντ᾽ ἐκεῖνα πεπύλωται πύλαις
καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
1160 ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
ἐν τοῖσι πύργοις. ἀλλ᾽ ἐγὼ μὲν ἀποτρέχων
ἀπονίψομαι: σὺ δ᾽ αὐτὸς ἤδη τἄλλα δρᾶ.
Χορός
οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
1165 οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
Πισθέταιρος
νὴ τοὺς θεοὺς ἔγωγε: καὶ γὰρ ἄξιον:
ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
ἀλλ᾽ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
Ἄγγελος Β
1170 ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
Πισθέταιρος
τί τὸ πρᾶγμα τουτί;
Ἄγγελος Β.
δεινότατα πεπόνθαμεν.
τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
διὰ τῶν πυλῶν εἰσέπτετ᾽ ἐς τὸν ἀέρα,