by Aristophanes
Κινησίας
1380 ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
Πισθέταιρος
παῦσαι μελῳδῶν, ἀλλ᾽ ὅ τι λέγεις εἰπέ μοι.
Κινησίας
ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
1385 ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
Πισθέταιρος
ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
Κινησίας
κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
1390 καὶ πτεροδόνητα: σὺ δὲ κλύων εἴσει τάχα.
Πισθέταιρος
οὐ δῆτ᾽ ἔγωγε.
Κινησίας
νὴ τὸν Ἡρακλέα σύ γε.
ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
Κινησίας
εἴδωλα πετεινῶν
αἰθεροδρόμων
οἰωνῶν ταναοδείρων —
Πισθέταιρος
1395 ὠόπ.
Κινησίας
τὸν ἁλάδρομον ἁλάμενος
ἅμ᾽ ἀνεμων πνοαῖσι βαίην.
Πισθέταιρος
νὴ τὸν Δί᾽ ἦ ‘γώ σου καταπαύσω τὰς πνοάς.
Κινησίας
τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
τοτὲ δ᾽ αὖ βορέᾳ σῶμα πελάζων
1400 ἀλίμενον αἰθέρος αὔλακα τέμνων.
Κινησίας
χαρίεντά γ᾽ ὦ πρεσβῦτ᾽ ἐσοφίσω καὶ σοφά.
Πισθέταιρος
οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
Κινησίας
ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμ᾽ ἀεί;
Πισθέταιρος
1405 βούλει διδάσκειν καὶ παρ᾽ ἡμῖν οὖν μένων
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν;
Κινησίας
καταγελᾷς μου, δῆλος εἶ.
ἀλλ᾽ οὖν ἔγωγ᾽ οὐ παύσομαι, τοῦτ᾽ ἴσθ᾽ ὅτι,
πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
Συκοφάντης
1410 ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
τανυσίπτερε ποικίλα χελιδοῖ;
Πισθέταιρος
τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
ὅδ᾽ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
Συκοφάντης
1415 τανυσίπτερε ποικίλα μάλ᾽ αὖθις.
Πισθέταιρος
ἐς θοἰμάτιον τὸ σκόλιον ᾁδειν μοι δοκεῖ,
δεῖσθαι δ᾽ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
Συκοφάντης
τίς ὁ πτερῶν δεῦρ᾽ ἐστὶ τοὺς ἀφικνουμένους;
Πισθέταιρος
ὁδὶ πάρεστιν: ἀλλ᾽ ὅτου δεῖ χρὴ λέγειν.
Συκοφάντης
1420 πτερῶν πτερῶν δεῖ: μὴ πύθῃ τὸ δεύτερον.
Πισθέταιρος
μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
Συκοφάντης
μὰ Δί᾽ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
καὶ συκοφάντης —
Πισθέταιρος
ὦ μακάριε τῆς τέχνης.
Συκοφάντης
καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
1425 κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
Πισθέταιρος
ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
Συκοφάντης
μὰ Δί᾽ ἀλλ᾽ ἵν᾽ οἱ λῃσταί τε μὴ λυπῶσί με,
μετὰ τῶν γεράνων τ᾽ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
ἀνθ᾽ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
Πισθέταιρος
1430 τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,
νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
Συκοφάντης
τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
Πισθέταιρος
ἀλλ᾽ ἔστιν ἕτερα νὴ Δί᾽ ἔργα σώφρονα,
ἀφ᾽ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
1435 ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
Συκοφάντης
ὦ δαιμόνιε μὴ νουθέτει μ᾽ ἀλλὰ πτέρου.
Πισθέταιρος
νῦν τοι λέγων πτερῶ σε.
Συκοφάντης
καὶ πῶς ἂν λόγοις
ἄνδρα πτερώσειας σύ;
Πισθέταιρος
πάντες τοῖς λόγοις
ἀναπτεροῦνται.
Συκοφάντης
πάντες;
Πισθέταιρος
οὐκ ἀκήκοας,
1440 ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
‘δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
λέγων ἀνεπτέρωκεν ὥσθ᾽ ἱππηλατεῖν.’
ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
1445 ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
Συκοφάντης
λόγοισί τἄρα καὶ πτεροῦνται;
Πισθέταιρος
φήμ᾽ ἐγώ.
ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
ἐπαίρεταί τ᾽ ἄνθρωπος. οὕτω καί σ᾽ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
1450 τρέψαι πρὸς ἔργον νόμιμον.
Συκοφάντης
ἀλλ᾽ οὐ βούλομαι.
Πισθέταιρος
τί δαὶ ποιήσεις;
Συκοφάντης
τὸ γένος οὐ καταισχυνῶ.
παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
1455 καλεσάμενος κᾆτ᾽ ἐγκεκληκὼς ἐνθαδὶ
κατ᾽ αὖ πέτωμαι πάλιν ἐκ�
�ῖσε.
Πισθέταιρος
μανθάνω.
ὡδὶ λέγεις: ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
Συκοφάντης
πάνυ μανθάνεις.
Πισθέταιρος
κἄπειθ᾽ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ᾽ ἐκεῖσ᾽ αὖ πέτει
1460 ἁρπασόμενος τὰ χρήματ᾽ αὐτοῦ.
Συκοφάντης
πάντ᾽ ἔχεις.
βέμβικος οὐδὲν διαφέρειν δεῖ.
Πισθέταιρος
μανθάνω
βέμβικα: καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
Συκοφάντης
οἴμοι τάλας μάστιγ᾽ ἔχεις.
Πισθέταιρος
πτερὼ μὲν οὖν,
1465 οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
Συκοφάντης
οἴμοι τάλας.
Πισθέταιρος
οὐ πτερυγιεῖς ἐντευθενί;
οὐκ ἀπολιβάξεις ὦ κάκιστ᾽ ἀπολούμενος;
πικρὰν τάχ᾽ ὄψει στρεψοδικοπανουργίαν.
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
Χορός
1470 πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστ᾽
ἐπεπτόμεσθα καὶ
δεινὰ πράγματ᾽ εἴδομεν.
ἔστι γὰρ δένδρον πεφυκὸς
ἔκτοπόν τι Καρδίας ἀ-
1475 πωτέρω Κλεώνυμος,
χρήσιμον μὲν οὐδέν, ἄλλως
δὲ δειλὸν καὶ μέγα.
τοῦτο τοῦ μὲν ἦρος ἀεὶ
βλαστάνει καὶ συκοφαντεῖ,
1480 τοῦ δὲ χειμῶνος πάλιν τὰς
ἀσπίδας φυλλορροεῖ. Χορός
ἔστι δ᾽ αὗ χώρα πρὸς αὐτῷ
τῷ σκότῳ πόρρω τις ἐν
τῇ λύχνων ἐρημίᾳ,
1485 ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι
ξυναριστῶσι καὶ ξύν-
εισι πλὴν τῆς ἑσπέρας.
τηνικαῦτα δ᾽ οὐκέτ᾽ ἦν
ἀσφαλὲς ξυντυγχάνειν.
1490 εἰ γὰρ ἐντύχοι τις ἥρῳ
τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
γυμνὸς ἦν πληγεὶς ὑπ᾽ αὐτοῦ
πάντα τἀπιδέξια. Προμηθεύς
οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ᾽ ὄψεται.
1495 ποῦ Πισθέταιρός ἐστ᾽;
Πισθέταιρος
ἔα τουτὶ τί ἦν;
τίς ὁ συγκαλυμμός;
Προμηθεύς
τῶν θεῶν ὁρᾷς τινα
ἐμοῦ κατόπιν ἐνταῦθα;
Πισθέταιρος
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
τίς δ᾽ εἶ σύ;
Προμηθεύς
πηνίκ᾽ ἐστὶν ἄρα τῆς ἡμέρας;
Πισθέταιρος
ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
1500 ἀλλὰ σὺ τίς εἶ;
Προμηθεύς
βουλυτὸς ἢ περαιτέρω;
Πισθέταιρος
οἴμ᾽ ὡς βδελύττομαί σε.
Προμηθεύς
τί γὰρ ὁ Ζεὺς ποιεῖ;
ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
Πισθέταιρος
οἴμωζε μεγάλ᾽.
Προμηθεύς
οὕτω μὲν ἐκκεκαλύψομαι.
Πισθέταιρος
ὦ φίλε Προμηθεῦ.
Προμηθεύς
παῦε παῦε, μὴ βόα.
Πισθέταιρος
1505 τί γὰρ ἔστι;
Προμηθεύς
σίγα, μὴ κάλει μου τοὔνομα:
ἀπὸ γάρ μ᾽ ὀλεῖς, εἴ μ᾽ ἐνθάδ᾽ ὁ Ζεὺς ὄψεται.
ἀλλ᾽ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
ἄνωθεν, ὡς ἂν μή μ᾽ ὁρῶσιν οἱ θεοί.
Πισθέταιρος
1510 ἰοὺ ἰού:
εὖ γ᾽ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
Προμηθεύς
ἄκουε δή νυν.
Πισθέταιρος
ὡς ἀκούοντος λέγε.
Προμηθεύς
ἀπόλωλεν ὁ Ζεύς.
Πισθέταιρος
πηνίκ᾽ ἄττ᾽ ἀπώλετο;
Προμηθεύς
1515 ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
ἀνῆλθεν ὡς ἡμᾶς ἀπ᾽ ἐκείνου τοῦ χρόνου,
ἀλλ᾽ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
1520 ἄνευ θυηλῶν: οἱ δὲ βάρβαροι θεοὶ
πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
ἐπιστρατεύσειν φάσ᾽ ἄνωθεν τῷ Διί,
εἰ μὴ παρέξει τἀμπόρι᾽ ἀνεῳγμένα,
ἵν᾽ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
Πισθέταιρος
1525 εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
ἄνωθεν ὑμῶν;
Προμηθεύς
οὐ γάρ εἰσι βάρβαροι,
ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
Πισθέταιρος
ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
τί ἔστιν;
Προμηθεύς
ὅ τι ἔστιν; Τριβαλλοί.
Πισθέταιρος
μανθάνω.
1530 ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;
Προμηθεύς
μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές:
ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω:
ὑμεῖς δὲ μὴ σπένδεσθ᾽, ἐὰν μὴ παραδιδῷ
1535 τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
καὶ τὴν Βασίλειάν σοι γυναῖκ᾽ ἔχειν διδῷ.
Πισθέταιρος
τίς ἐστιν ἡ Βασίλεια;
Προμηθεύς
καλλίστη κόρη,
ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
καὶ τἄλλ᾽ ἁπαξάπαντα, τὴν εὐβουλ�
�αν
1540 τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
Πισθέταιρος
ἅπαντά γ᾽ ἆρ᾽ αὐτῷ ταμιεύει;
Προμηθεύς
φήμ᾽ ἐγώ.
ἥν γ᾽ ἢν σὺ παρ᾽ ἐκείνου παραλάβῃς, πάντ᾽ ἔχεις.
τούτων ἕνεκα δεῦρ᾽ ἦλθον, ἵνα φράσαιμί σοι.
1545 ἀεί ποτ᾽ ἀνθρώποις γὰρ εὔνους εἴμ᾽ ἐγώ.
Πισθέταιρος
μόνον θεῶν γὰρ διὰ σ᾽ ἀπανθρακίζομεν.
Προμηθεύς
μισῶ δ᾽ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
Πισθέταιρος
νὴ τὸν Δί᾽ ἀεὶ δῆτα θεομισὴς ἔφυς.
Προμηθεύς
Τίμων καθαρός. ἀλλ᾽ ὡς ἂν ἀποτρέχω πάλιν,
1550 φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ
ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
Πισθέταιρος
καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
Χορός
πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη
τις ἔστ᾽ ἄλουτος οὗ
1555 ψυχαγωγεῖ Σωκράτης:
ἔνθα καὶ Πείσανδρος ἦλθε
δεόμενος ψυχὴν ἰδεῖν ἣ
ζῶντ᾽ ἐκεῖνον προὔλιπε,
σφάγι᾽ ἔχων κάμηλον ἀμνόν
1560 τιν᾽, ἧς λαιμοὺς τεμὼν ὥσπερ
ποθ᾽ οὑδυσσεὺς ἀπῆλθε,
κᾆτ᾽ ἀνῆλθ᾽ αὐτῷ κάτωθεν
πρὸς τὸ λαῖτμα τῆς καμήλου
Χαιρεφῶν ἡ νυκτερίς. Ποσειδῶν
1565 τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
οὗτος τί δρᾷς; ἐπ᾽ ἀριστέρ᾽ οὕτως ἀμπέχει;
οὐ μεταβαλεῖς θοἰμάτιον ὧδ᾽ ἐπιδέξια;
τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
1570 ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
εἰ τουτονί γ᾽ ἐχειροτόνησαν οἱ θεοί;
Τριβαλλός
ἕξεις ἀτρέμας;
Ποσειδῶν
οἴμωζε: πολὺ γὰρ δή σ᾽ ἐγὼ