by Aristophanes
ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
Ἡρακλῆς
ἀκήκοας
1575 ἐμοῦ γ᾽ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
ὅστις ποτ᾽ ἔσθ᾽ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
Ποσειδῶν
ἀλλ᾽ ὦγάθ᾽ ᾑρήμεσθα περὶ διαλλαγῶν
πρέσβεις.
Ἡρακλῆς
διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
Πισθέταιρος
τὴν τυρόκνηστίν τις δότω: φέρε σίλφιον:
1580 τυρὸν φερέτω τις: πυρπόλει τοὺς ἄνθρακας.
Ποσειδῶν
τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
τρεῖς ὄντες ἡμεῖς.
Πισθέταιρος
ἀλλ᾽ ἐπικνῶ τὸ σίλφιον.
Ἡρακλῆς
τὰ δὲ κρέα τοῦ ταῦτ᾽ ἐστίν;
Πισθέταιρος
ὄρνιθές τινες
ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
1585 ἔδοξαν ἀδικεῖν.
Ἡρακλῆς
εἶτα δῆτα σίλφιον
εἴπικνῇς πρότερον αὐτοῖσιν;
Πισθέταιρος
ὦ χαῖρ᾽ Ἡράκλεις.
τί ἔστι;
Ποσειδῶν
πρεσβεύοντες ἡμεῖς ἥκομεν
παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
Πισθέταιρος
ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
Ἡρακλῆς
1590 καὶ μὴν τά γ᾽ ὀρνίθεια λιπάρ᾽ εἶναι πρέπει.
Ποσειδῶν
ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
ὑμεῖς τ᾽ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
ὄμβριον ὕδωρ ἂν εἴχετ᾽ ἐν τοῖς τέλμασιν,
ἀλκυονίδας τ᾽ ἂν ἤγεθ᾽ ἡμέρας ἀεί.
1595 τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.
Πισθέταιρος
ἀλλ᾽ οὔτε πρότερον πώποθ᾽ ἡμεῖς ἤρξαμεν
πολέμου πρὸς ὑμᾶς, νῦν τ᾽ ἐθέλομεν, εἰ δοκεῖ,
ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαι᾽ ἐστὶν ταδί,
1600 τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
τὸν Δί᾽ ἀποδοῦναι: κἂν διαλλαττώμεθα
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ᾽ ἄριστον καλῶ.
Ἡρακλῆς
ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
Ποσειδῶν
τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
1605 ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;
Πισθέταιρος
ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
ἰσχύσετ᾽, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
νῦν μέν γ᾽ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί:
1610 ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ
προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
Ποσειδῶν
νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
Ἡρακλῆς
1615 κἀμοὶ δοκεῖ.
Πισθέταιρος
τί δαὶ σὺ φῄς;
Τριβαλλός
ναβαισατρεῦ.
Πισθέταιρος
ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι
ἀκούσαθ᾽ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
εὐξάμενος εἶτα διασοφίζηται λέγων,
1620 ‘μενετοὶ θεοί,’ καὶ μἀποδιδῷ μισητίᾳ,
ἀναπράξομεν καὶ ταῦτα.
Ποσειδῶν
φέρ᾽ ἴδω τῷ τρόπῳ;
Πισθέταιρος
ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
1625 προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
Ἡρακλῆς
τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
τούτοις ἐγώ.
Ποσειδῶν
καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
Ἡρακλῆς
ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
Τριβαλλός
σαυνάκα
βακταρικροῦσα.
Ἡρακλῆς
φησί μ᾽ εὖ λέγειν πάνυ.
Ποσειδῶν
1630 εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
Ἡρακλῆς
οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
Πισθέταιρος
καὶ νὴ Δί᾽ ἕτερόν γ᾽ ἐστὶν οὗ ‘μνήσθην ἐγώ.
τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ᾽ ἐμοὶ
1635 ἐκδοτέον ἐστίν.
Ποσειδῶν
οὐ διαλλαγῶν ἐρᾷς.
ἀπίωμεν οἴκαδ᾽ αὖθις.
Πισθέταιρος
ὀλίγον μοι μέλει.
μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
Ἡρακλῆς
ὦ δαιμόνι᾽ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
Ποσειδῶν
1640 τί δαὶ ποιῶμεν;
Ἡρακλῆς
ὅ τι; διαλλαττώμεθα.
Ποσειδῶν
τί δ᾽ ᾠζύρ᾽; οὐκ οἶσθ᾽ ἐξαπατώμενος πάλαι;
βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
1645 τὰ χρήμαθ᾽, ὅσ᾽ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
Πισθέταιρος
οἴμοι τάλας οἷόν σε περισοφίζεται.
δεῦρ᾽
ὡς ἔμ᾽ ἀποχώρησον, ἵνα τί σοι φράσω.
διαβάλλεταί σ᾽ ὁ θεῖος ὦ πόνηρε σύ.
τῶν γὰρ πατρῴων οὐδ᾽ ἀκαρῆ μέτεστί σοι
1650 κατὰ τοὺς νόμους: νόθος γὰρ εἶ κοὐ γνήσιος.
Ἡρακλῆς
ἐγὼ νόθος; τί λέγεις;
Πισθέταιρος
σὺ μέντοι νὴ Δία
ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
οὖσαν θυγατέρ᾽, ὄντων ἀδελφῶν γυησίων;
Ἡρακλῆς
1655 τί δ᾽ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
νοθεἶ ἀποθνῄσκων;
Πισθέταιρος
ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
1660 ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον:
‘νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
1665 γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.’
Ἡρακλῆς
ἐμοὶ δ᾽ ἄρ᾽ οὐδὲν τῶν πατρῴων χρημάτων
μέτεστιν;
Πισθέταιρος
οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
ἤδη σ᾽ ὁ πατὴρ εἰσήγαγ᾽ ἐς τοὺς φράτερας;
Ἡρακλῆς
1670 οὐ δῆτ᾽ ἐμέ γε. καὶ δῆτ᾽ ἐθαύμαζον πάλαι.
Πισθέταιρος
τί δῆτ᾽ ἄνω κέχηνας αἴκειαν βλέπων;
ἀλλ᾽ ἢν μεθ᾽ ἡμῶν ᾖς, καταστήσας σ᾽ ἐγὼ
τύραννον ὀρνίθων παρέξω σοι γάλα.
Ἡρακλῆς
δίκαι᾽ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
1675 περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
Πισθέταιρος
τί δαὶ σὺ φῄς;
Ποσειδῶν
τἀναντία ψηφίζομαι.
Πισθέταιρος
ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
Τριβαλλός
καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
ὄρνιτο παραδίδωμι.
Ἡρακλῆς
παραδοῦναι λέγει.
Ποσειδῶν
1680 μὰ τὸν Δί᾽ οὐχ οὗτός γε παραδοῦναι λέγει,
εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
Πισθέταιρος
οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
Ποσειδῶν
σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε:
ἐγὼ δ᾽, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
Ἡρακλῆς
1685 ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
ἀλλ᾽ ἴθι μεθ᾽ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ᾽ ἐκεῖ λάβῃς.
Πισθέταιρος
ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
ἐς τοὺς γάμους.
Ἡρακλῆς
βούλεσθε δῆτ᾽ ἐγὼ τέως
1690 ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δ᾽ ἴτε.
Ποσειδῶν
ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
οὐκ εἶ μεθ᾽ ἡμῶν;
Ἡρακλῆς
εὖ γε μέντἂν διετέθην.
Πισθέταιρος
ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
Χορός
ἔστι δ᾽ ἐν Φαναῖσι πρὸς τῇ
1695 Κλεψύδρᾳ πανοῦργον ἐγ-
γλωττογαστόρων γένος,
οἳ θερίζουσίν τε καὶ σπείρουσι
καὶ τρυγῶσι ταῖς γλώτταισι
συκάζουσί τε:
1700 βάρβαροι δ᾽ εἰσὶν γένος,
Γοργίαι τε καὶ Φίλιπποι.
κἀπὸ τῶν ἐγγλωττογαστόρων
ἐκείνων τῶν Φιλίππων
πανταχοῦ τῆς Ἀττικῆς ἡ
1705 γλῶττα χωρὶς τέμνεται. Ἄγγελος
ὦ πάντ᾽ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,
ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,
δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.
προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς
1710 ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,
οὔθ᾽ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας
τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται
ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος:
1715 ὀσμὴ δ᾽ ἀνωνόμαστος ἐς βάθος κύκλου
χωρεῖ, καλὸν θέαμα: θυμιαμάτων δ᾽
αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα. Χορός
1720 ἄναγε δίεχε πάραγε πάρεχε.
περιπέτεσθε
τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
1725 ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.
Χορός
μεγάλαι μεγάλαι κατέχουσι τύχαι
γένος ὀρνίθων
διὰ τόνδε τὸν ἄνδρ᾽. ἀλλ᾽ ὑμεναίοις
καὶ νυμφιδίοισι δέχεσθ᾽ ᾠδαῖς
1730 αὐτὸν καὶ τὴν Βασίλειαν.
Χορός
Ἥρᾳ ποτ᾽ Ὀλυμπίᾳ
τῶν ἠλιβάτων θρόνων
ἄρχοντα θεοῖς μέγαν
Μοῖραι ξυνεκοίμισαν
1735 ἐν τοιῷδ᾽ ὑμεναίῳ.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ,
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ. Χορός
ὁ δ᾽ ἀμφιθαλὴς Ἔρως
χρυσόπτερος ἡνίας
ηὔθυνε παλιντόνους,
1740 Ζηνὸς πάροχος γάμων
τῆς τ᾽ εὐδαίμονος Ἥρας.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ,
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ. Πισθέταιρος
/> ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς:
ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
1745 καὶ τὰς χθονίας κλῄσατε βροντὰς
τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
δεινόν τ᾽ ἀργῆτα κεραυνόν.
Χορός
ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
1750 ὦ χθόνιαι βαρυαχέες
ὀμβροφόροι θ᾽ ἅμα βρονταί,
αἷς ὅδε νῦν χθόνα σείει.
διὰ σὲ τὰ πάντα κρατήσας
καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ.
Πισθέταιρος
1755 ἔπεσθε νῦν γάμοισιν ὦ
φῦλα πάντα συννόμων
πτεροφόρ᾽ ἐπὶ δάπεδον Διὸς
καὶ λέχος γαμήλιον.
ὄρεξον ὦ μάκαιρα σὴν
1760 χεῖρα καὶ πτερῶν ἐμῶν
λαβοῦσα συγχόρευσον: αἴρων
δὲ κουφιῶ σ᾽ ἐγώ.
Χορός
ἀλαλαλαὶ ἰὴ παιών,
τήνελλα καλλίνικος, ὦ
1765 δαιμόνων ὑπέρτατε.
LYSISTRATA
Λυσιστράτη
ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ‘ς Πανὸς ἢ ‘πὶ Κωλιάδ᾽ ἢ ‘ς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
5 πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.
χαῖρ᾽ ὦ Καλονίκη.
Καλονίκη
καὶ σύ γ᾽ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη
ἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10 καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι —
Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.