The Complete Plays
Page 109
ὦ τοξόθ᾽ ἱκετεύω σε.
Τοξότης
μή μ᾽ ἰκετεῦσι σύ.
Μνησίλοχος
χάλασον τὸν ἧλον.
Τοξότης
ἀλλὰ ταῦτα δρᾶσ᾽ ἐγώ.
Μνησίλοχος
οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξότης
1005 ἔτι μᾶλλο βοῦλις;
Μνησίλοχος
ἀτταταῖ ἰατταταῖ:
κακῶς ἀπόλοιο.
Τοξότης
σῖγα κακοδαίμων γέρον.
πέρ᾽ ἐγὼ ‘ξινίγκι πορμός, ἴνα πυλάξι σοι.
Μνησίλοχος
ταυτὶ τὰ βέλτιστ᾽ ἀπολέλαυκ᾽ Εὐριπίδου.
ἔα: θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
1010 ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθ᾽ Ἀνδρομέδαν: πάντως δέ μοι
τὰ δέσμ᾽ ὑπάρχει. δῆλον οὖν τοῦτ᾽ ἔσθ᾽ ὅτι
1015 ἥξει με σώσων: οὐ γὰρ ἂν παρέπτετο.
Εὐριπίδης
φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
1020 κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μ᾽ ἐλθεῖν.
Μνησίλοχος
ἄνοικτος ὅς μ᾽ ἔδησε τὸν
πολυστονώτατον βροτῶν:
μόλις δὲ γραῖαν ἀποφυγὼν
1025 σαπρὰν ἀπωλόμην ὅμως.
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
1030 χοροῖσιν οὐδ᾽ ὑφ᾽ ἡλίκων νεανίδων
κημὸν ἕστηκ᾽ ἔχουσ᾽,
ἀλλ᾽ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
1035 παιῶνι δεσμίῳ δὲ
γοᾶσθέ μ᾽ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλαν᾽ ἄνομα πάθεα,
1040 φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμ᾽ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντ᾽ ἐνέδυσεν:
1045 ἐπὶ δὲ τοῖσδ᾽ ἐς τόδ᾽ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων:
ὦ κατάρατος ἐγώ:
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
1050 εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ —
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτ᾽ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητ᾽ ἄχη δαιμόνων αἰόλαν
1055 νέκυσιν ἐπὶ πορείαν.
Εὐριπίδης
χαῖρ᾽ ὦ φίλη παῖ: τὸν δὲ πατέρα Κηφέα
ὅς σ᾽ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Μνησίλοχος
σὺ δ᾽ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
Εὐριπίδης
Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060 ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
ἀλλ᾽ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
κλάειν ἐλεινῶς.
Μνησίλοχος
σὲ δ᾽ ἐπικλάειν ὕστερον.
Εὐριπίδης
ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλ᾽ ἄρχου λόγων.
Μνησίλοχος
1065 ὦ νὺξ ἱερὰ
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσ᾽
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου δι᾽ Ὀλύμπου;
Εὐριπίδης
δι᾽ Ὀλύμπου.
Μνησίλοχος
1070 τί ποτ᾽ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον —
Εὐριπίδης
μέρος ἐξέλαχον —
Μνησίλοχος
θανάτου τλήμων;
Εὐριπίδης
θανάτου τλήμων;
Μνησίλοχος
ἀπολεῖς μ᾽ ὦ γραῦ στωμυλλομένη.
Εὐριπίδης
στωμυλλομένη.
Μνησίλοχος
1075 νὴ Δί᾽ ὀχληρά γ᾽ εἰσήρρηκας
λίαν.
Εὐριπίδης
λίαν.
Μνησίλοχος
ὦγάθ᾽ ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. παῦσαι.
Εὐριπίδης
παῦσαι.
Μνησίλοχος
βάλλ᾽ ἐς κόρακας.
Εὐριπίδης
βάλλ᾽ ἐς κόρακας.
Μνησίλοχος
1080 τί κακόν;
Εὐριπίδης
τί κακόν;
Μνησίλοχος
ληρεῖς.
Εὐριπίδης
ληρεῖς.
Μνησίλοχος
οἴμωζ᾽.
Εὐριπίδης
οἴμωζ᾽.
Μνησίλοχος
ὀτότυζ᾽.
Εὐριπίδης
ὀτότυζ᾽.
Τοξότης
οὖτος σί λαλῖς;
Εὐριπίδης
οὖτος σί λαλῖς;
Τοξότης
πρυτάνεις καλέσω;
Εὐριπίδης
πρυτάνεις καλέσω;
Τοξότης
1085 σί κακόν;
Εὐριπίδης
σί κακόν;
Τοξότης
πῶτε τὸ πωνή;
Εὐριπίδης
πῶτε τὸ πωνή;
Τοξότης
σὺ λαλῖς;
Εὐριπίδης
σὺ λαλῖς;
Τοξότης
κλαύσει.
Εὐριπίδης
κλαύσει.
Τοξότης
κακκάσκι μοι
;
Εὐριπίδης
κακκάσκι μοι;
Μνησίλοχος
1090 μὰ Δί᾽ ἀλλὰ γυνὴ πλησίον αὕτη.
Εὐριπίδης
πλησίον αὕτη.
Τοξότης
ποῦ στ᾽ η᾽ μιαρά; καὶ δὴ πεύγει.
ποῖ ποῖ πεύγεις;
Εὐριπίδης
ποῖ ποῖ πεύγεις;
Τοξότης
οὐ καιρήσεις;
Εὐριπίδης
οὐ καιρήσεις;
Τοξότης
1095 ἔτι γὰρ γρύζεις;
Εὐριπίδης
ἔτι γὰρ γρύζεις;
Τοξότης
λαβὲ τὴ μιαρά.
Εὐριπίδης
λαβὲ τὴ μιαρά.
Τοξότης
λάλο καὶ κατάρατο γύναικο.
Εὐριπίδης
ὦ θεοὶ τίν᾽ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
1100 τέμνων κέλευθον πόδα τίθημ᾽ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.
Τοξότης
τί λέγι; τὴ Γόργος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;
Εὐριπίδης
τὴν Γοργόνος
ἔγωγε φημί.
Τοξότης
Γόργο τοι κἀγὼ λέγι.
Εὐριπίδης
1105 ἔα: τίν᾽ ὄχθον τόνδ᾽ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Μνησίλοχος
ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
λῦσόν με δεσμῶν.
Τοξότης
οὐκὶ μὶ λαλῆσι σύ;
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
Εὐριπίδης
1110 ὦ παρθέν᾽ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
Τοξότης
οὐ παρτέν᾽ ἐστίν, ἀλλ᾽ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.
Εὐριπίδης
ληρεῖς ὦ Σκύθα.
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
Τοξότης
σκέψαι τὸ κύστο: μή τι μικτὸν παίνεται;
Εὐριπίδης
1115 φέρε δεῦρό μοι τὴν χεῖρ᾽, ἵν᾽ ἅψωμαι κόρης:
φέρε Σκύθ᾽: ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν: ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.
Τοξότης
οὐ ζηλῶσί σε:
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
1120 οὐκ ἐπτόνησά σ᾽ αὐτὸ πυγίζεις ἄγων.
Εὐριπίδης
τί δ᾽ οὐκ ἐᾷς λύσαντά μ᾽ αὐτὴν ὦ Σκύθα
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
Τοξότης
εἰ σπόδρ᾽ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
Εὐριπίδης
1125 μὰ Δί᾽ ἀλλὰ λύσω δεσμά.
Τοξότης
μαστιγῶ σ᾽ ἄρα.
Εὐριπίδης
καὶ μὴν ποιήσω τοῦτο.
Τοξότης
τὸ κεπαλή σ᾽ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
Εὐριπίδης
αἰαῖ: τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
ἀλλ᾽ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
1130 σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν, ἀλλ᾽ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
Τοξότης
μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
Μνησίλοχος
μέμνησο Περσεῦ μ᾽ ὡς καταλείπεις ἀθλίαν.
Τοξότης
1135 ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
Χορός
Παλλάδα τὴν φιλόχορον ἐμοὶ
δεῦρο καλεῖν νόμος ἐς χορόν,
παρθένον ἄζυγα κούρην, Χορός
1140 ἣ πόλιν ἡμετέραν ἔχει
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται. Χορός
φάνηθ᾽ ὦ τυράννους
στυγοῦσ᾽ ὥσπερ εἰκός. Χορός
1145 δῆμός τοί σε καλεῖ γυναικῶν:
ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον. Χορός
ἥκετ᾽ εὔφρονες ἵλαοι,
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
1150 οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
φαίνετον ἄμβροτον ὄψιν.
μόλετον ἔλθετον, ἀντόμεθ᾽ ὦ
Θεσμοφόρω πολυποτνία, Χορός
1155 εἰ καὶ πρότερόν ποτ᾽ ἐπηκόω
ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθ᾽ ἱκετεύομεν
ἐνθάδε χἠμῖν. Εὐριπίδης
1160 γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφ᾽ ᾧτ᾽ ἀκοῦσαι μηδὲν ὑπ᾽ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. ταῦτ᾽ ἐπικηρυκεύομαι.
Χορός
χρείᾳ δὲ ποίᾳ τόνδ᾽ ἐπεσφέρεις λόγον;
Εὐριπίδης
1165 ὅδ᾽ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητ᾽: ἢν δὲ μὴ πίθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
Χορός
1170 τὰ μὲν παρ᾽ ἡμῶν ἴσθι σοι πεπεισμένα:
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Εὐριπίδης
ἐμὸν ἔργον ἐστίν: καὶ σὸν ὦλάφιον ἅ σοι
καθ᾽ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
1175 σὺ δ᾽ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
Τοξότης
τί τὸ βόμ�
�ο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
Εὐριπίδης
ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
ὀρχησομένη γὰρ ἔρχεθ᾽ ὡς ἄνδρας τινάς.
Τοξότης
ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσ᾽ ἐγώ.
1180 ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
Εὐριπίδης
φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί:
καθιζομένη δ᾽ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵν᾽ ὑπολύσω.
Τοξότης
ναῖκι ναὶ
κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
1185 οἴμ᾽ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.
Εὐριπίδης
αὔλει σὺ θᾶττον: ἔτι δέδοικας τὸν Σκύθην;
Τοξότης
καλό γε τὸ πυγή. κλαῦσί γ᾽ ἂν μὴ ‘νδον μένῃς.
ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος:
εἶεν: καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
Εὐριπίδης
καλῶς ἔχει. λαβὲ θοἰμάτιον: ὥρα ‘στὶ νῷν
1190 ἤδη βαδίζειν.
Τοξότης
οὐκὶ πιλῆσι πρῶτά με;
Εὐριπίδης
πάνυ γε: φίλησον αὐτόν.
Τοξότης
ὂ ὂ ὂ παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσσ᾽, ὤσπερ Ἀττικὸς μέλις.
τί οὐ κατεύδει παρ᾽ ἐμέ;
Εὐριπίδης
χαῖρε τοξότα,
οὐ γὰρ γένοιτ᾽ ἂν τοῦτο.
Τοξότης
ναὶ ναὶ γρᾴδιο.
ἐμοὶ κάρισο σὺ τοῦτο.
Εὐριπίδης
δώσεις οὖν δραχμήν;
Τοξότης
1195 ναὶ ναῖκι δῶσι.
Εὐριπίδης
τἀργύριον τοίνυν φέρε.
Τοξότης
ἀλλ᾽ οὐκ ἔκὠδέν: ἀλλὰ τὸ συβήνην λαβέ.
Εὐριπίδης
ἔπειτα † κομίζεις αὐτοῖς.†
Τοξότης
ἀκολούτι τέκνον.
σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
1200 ὄνομα δέ σοι τί ἔστιν;
Εὐριπίδης
Ἀρτεμισία.
Τοξότης
μεμνῆσι τοίνυν τοὔνομ᾽: Ἀρταμουξία.