The Complete Plays
Page 116
Διόνυσος
1125 ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε.
Αἰσχύλος
‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.’
Διόνυσος
τούτων ἔχεις ψέγειν τι;
Εὐριπίδης
πλεῖν ἢ δώδεκα.
Διόνυσος
1130 ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία.
Εὐριπίδης
ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.
Διόνυσος
Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αἰσχύλος
ἐγὼ σιωπῶ τῷδ᾽;
Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.
Εὐριπίδης
1135 εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον.
Αἰσχύλος
ὁρᾷς ὅτι ληρεῖς;
Διόνυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.
Αἰσχύλος
πῶς φῄς μ᾽ ἁμαρτεῖν;
Εὐριπίδης
αὖθις ἐξ ἀρχῆς λέγε.
Αἰσχύλος
‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη.’
Εὐριπίδης
οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει
1140 τῷ τοῦ πατρὸς τεθνεῶτος;
Αἰσχύλος
οὐκ ἄλλως λέγω.
Εὐριπίδης
πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ ‘ἐποπτεύειν’ ἔφη;
Αἰσχύλος
οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145 Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας —
Εὐριπίδης
ἔτι μεῖζον ἐξήμαρτες ἢ ‘γὼ ‘βουλόμην:
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας —
Διόνυσος
οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
Αἰσχύλος
1150 Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
Διόνυσος
λέγ᾽ ἕτερον αὐτῷ: σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.
Αἰσχύλος
‘σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι— ‘
Εὐριπίδης
δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Διόνυσος
1155 πῶς δίς;
Εὐριπίδης
σκόπει τὸ ῥῆμ᾽: ἐγὼ δέ σοι φράσω.
‘ἥκω γὰρ ἐς γῆν,’ φησί, ‘καὶ κατέρχομαι:’
‘ἥκω’ δὲ ταὐτόν ἐστι τῷ ‘κατέρχομαι.’
Διόνυσος
νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι,
‘χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.’
Αἰσχύλος
1160 οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε
ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον.
Εὐριπίδης
πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις;
Αἰσχύλος
‘ἐλθεῖν’ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας:
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν:
1165 φεύγων δ᾽ ἀνὴρ ‘ἥκει’ τε καὶ ‘κατέρχεται.’
Διόνυσος
εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
Εὐριπίδης
οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε:
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος
εὖ νὴ τὸν Ἑρμῆν: ὅ τι λέγεις δ᾽ οὐ μανθάνω.
Εὐριπίδης
1170 πέραινε τοίνυν ἕτερον.
Διόνυσος
ἴθι πέραινε σὺ
Αἰσχύλ᾽ ἀνύσας: σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε.
Αἰσχύλος
‘τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν ἀκοῦσαι.’
Εὐριπίδης
τοῦθ᾽ ἕτερον αὖθις λέγει,
‘κλύειν ἀκοῦσαι,’ ταὐτὸν ὂν σαφέστατα.
Διόνυσος
1175 τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αἰσχύλος
σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
Εὐριπίδης
ἐγὼ φράσω.
κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος
1180 ἴθι δὴ λέγ᾽: οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης
‘ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ’ —
Αἰσχύλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει,
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185 ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι:
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
Εὐριπίδης
‘εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν.’
Αἰσχύλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο.
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190 χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ ‘κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς:
εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε:
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα:
1195 εἶτ᾽ ἐξετύφλωσεν αὑτόν.
Διόνυσος
εὐδαίμων ἄρ᾽ ἦν,
εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδ�
�υ.
Εὐριπίδης
ληρεῖς: ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αἰσχύλος
καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω
τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200 ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
Εὐριπίδης
ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
Αἰσχύλος
ἑνὸς μόνου.
ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα.
Εὐριπίδης
1205 ἰδού, σὺ δείξεις;
Αἰσχύλος
φημί.
Διόνυσος
καὶ δὴ χρὴ λέγειν.
Εὐριπίδης
Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1210 λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
Εὐριπίδης
‘Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης
1215 ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα: πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
‘οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ:
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
1220 Εὐριπίδη —
Εὐριπίδης
τί ἔσθ᾽;
Διόνυσος
ὑφέσθαι μοι δοκεῖ:
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε:
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται.
Διόνυσος
ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.
Εὐριπίδης
1225 ‘Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν
Ἀγήνορος παῖς’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Εὐριπίδης
τὸ τί;
ἐγὼ πρίωμαι τῷδ᾽;
Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.
Εὐριπίδης
1230 οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
‘Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235 ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ:
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης
μὰ τὸν Δί᾽ οὔπω γ᾽: ἔτι γὰρ εἰσί μοι συχνοί.
‘Οἰνεύς ποτ᾽ ἐκ γῆς’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Εὐριπίδης
ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον.
1240 ‘Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς’ —
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;
Εὐριπίδης
ἔα αὐτὸν ὦ τᾶν: πρὸς τοδὶ γὰρ εἰπάτω.
‘Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο’ —
Διόνυσος
1245 ἀπολεῖ σ᾽: ἐρεῖ γάρ, ‘ληκύθιον ἀπώλεσεν.’
τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Εὐριπίδης
καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν
1250 μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί.
Χορός
τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω,
τίν᾽ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255 καὶ κάλλιστα μέλη ποιήσαντι
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
1260 καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ.
Εὐριπίδης
πάνυ γε μέλη θαυμαστά: δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος
καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών: (διαύλιον προσαυλεῖ τις)
Εὐριπίδης
Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων
1265 ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Εὐριπίδης
1270 κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Εὐριπίδης
εὐφαμεῖτε: μελισσονόμοι δόμον �
��ρτέμιδος πέλας οἴγειν.
1275 ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Διόνυσος
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι:
1280 ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης
μὴ πρίν γ᾽ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος
ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης
1285 ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290 τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τ᾽ ἐπ᾽ Αἴαντι,
1295 τοφλαττοθρατ τοφλαττοθρατ.
Διόνυσος
τί τὸ ‘φλαττοθρατ’ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰσχύλος
ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
1300 λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων:
οὗτος δ᾽ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
1305 λύρας ἐπὶ τούτων; ποῦ ‘στιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; δεῦρο Μοῦσ᾽ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ᾽ ᾁδειν μέλη.