The Complete Plays
Page 120
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνι᾽ Εἰλείθυια μή με περιίδῃς
370 διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρέμης
οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
Βλέπυρος
ἐγώ;
οὐ δῆτ᾽ ἔτι γε μὰ τὸν Δί᾽, ἀλλ᾽ ἀνίσταμαι.
Χρέμης
τὸ τῆς γυναικὸς δ᾽ ἀμπέχει χιτώνιον;
Βλέπυρος
375 ἐν τῷ σκότῳ γὰρ τοῦτ᾽ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
Χρέμης
ἐξ ἐκκλησίας.
Βλέπυρος
ἤδη λέλυται γάρ;
Χρέμης
νὴ Δί᾽ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλέπυρος
380 τὸ τριώβολον δῆτ᾽ ἔλαβες;
Χρέμης
εἰ γὰρ ὤφελον.
ἀλλ᾽ ὕστερος νῦν ἦλθον, ὥστ᾽ αἰσχύνομαι
μὰ τὸν Δί᾽ οὐδέν᾽ ἄλλον ἢ τὸν θύλακον.
Βλέπυρος
τὸ δ᾽ αἴτιον τί;
Χρέμης
πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτ᾽ ἦλθ᾽ ἁθρόος ἐς τὴν πύκνα.
385 καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ᾽ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία:
ὥστ᾽ οὐκ ἔλαβον οὔτ᾽ αὐτὸς οὔτ᾽ ἄλλοι συχνοί.
Βλέπυρος
οὐδ᾽ ἄρ᾽ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
Χρέμης
πόθεν;
390 οὐδ᾽ εἰ μὰ Δία τότ᾽ ἦλθες ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετ᾽.
Βλέπυρος
οἴμοι δείλαιος.
Ἀντίλοχ᾽ ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἦν, ὅτι τοσοῦτον χρῆμ᾽ ὄχλου
395 οὕτως ἐν ὥρᾳ ξυνελέγη;
Χρέμης
τί δ᾽ ἄλλο γ᾽ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτ᾽ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθ᾽ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
400 ‘οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδ᾽ οὐκ ἐσώσατο;’
ὁ δ᾽ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
‘τί δαί με χρῆν δρᾶν;’
Βλέπυρος
‘σκόροδ᾽ ὁμοῦ τρίψαντ᾽ ὀπῷ
405 τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,’
ἔγωγ᾽ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
Χρέμης
μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν:
410 αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν:
κἄπειτ᾽ ἔλεξε δημοτικωτάτους λόγους:
‘ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν: ἀλλ᾽ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
415 ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
πλευρῖτις ἡμῶν οὐδέν᾽ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή ‘στι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
420 ἐς τῶν σκυλοδεψῶν: ἢν δ᾽ ἀποκλῄῃ θύρᾳ
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.’
Βλέπυρος
νὴ τὸν Διόνυσον χρηστά γ᾽: εἰ δ᾽ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425 δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
ἵνα τοῦτ᾽ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
Χρέμης
μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδησ᾽ ὅμοιος Νικίᾳ
δημηγορήσων, κἀπεχείρησεν λέγειν
430 ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
εἶτ᾽ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν.
Βλέπυρος
νοῦν γὰρ εἶχον νὴ Δία.
Χρέμης
ἀλλ᾽ ἦσαν ἥττους: ὁ δὲ κατεῖχε τῇ βοῇ,
435 τὰς μὲν γυναῖκας πόλλ᾽ ἀγαθὰ λέγων, σὲ δὲ
πολλὰ κακά.
Βλέπυρος
καὶ τί εἶπε;
Χρέμης
πρῶτον μέν σ᾽ ἔφη
εἶναι πανοῦργον.
Βλέπυρος
καὶ σέ;
Χρέμης
μή πω τοῦτ᾽ ἔρῃ.
κἄπειτα κλέπτην.
Βλέπυρος
ἐμὲ μόνον;
Χρέμης
καὶ νὴ Δία
καὶ συκοφάντην.
Βλέπυρος
ἐμὲ μόνον;
Χρέμης
καὶ νὴ Δία
440 τωνδὶ τὸ πλῆθος.
Βλέπυρος
τίς δὲ τοῦτ᾽ ἄλλως λέγει;
Χορὸς
γυναῖκα δ᾽ εἶναι πρᾶγμ᾽ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν: κοὔτε τἀπόρρητ᾽ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτ᾽ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
Βλέπυρος
445 καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ᾽ οὐκ ἐψεύσατο.
Χρέμης
ἔπειτα
συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσί᾽ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ᾽ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
450 ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
Βλέπυρος
νὴ τὸν Ποσειδῶ μαρτύρων γ᾽ ἐναντίον.
Χρέμης
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
Βλέπυρος
455 τί δῆτ᾽ ἔδοξεν;
Χρέμης
ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι.
Βλέπυρος
καὶ δέδοκται;
Χρέμης
φήμ᾽ ἐγώ.
Βλέπυρος
ἅπαντά τ᾽ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
Χρέμης
οὕτω ταῦτ᾽ ἔχει.
Βλέπυρος
460 οὐδ᾽ ἐς δικαστήριον ἄρ᾽ εἶμ᾽ ἀλλ᾽ ἡ γυνή;
Χρέμης
οὐδ᾽ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ᾽ ἡ γυνή.
Βλέπυρος
οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ᾽ ἆρά μοι;
Χρέμης
μὰ Δί᾽ ἀλλὰ ταῖς γυναιξὶ ταῦτ᾽ ἤδη μέλει:
σὺ δ᾽ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
Βλέπυρος
465 ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ᾽ ἀναγκάζωσι πρὸς βίαν —
Χρέμης
τί δρᾶν;
Βλέπυρος
κινεῖν ἑαυτάς.
Χρέμης
ἢν δὲ μὴ δυνώμεθα;
Βλέπυρος
ἄριστον οὐ δώσουσι.
Χρέμης
σὺ δέ γε νὴ Δία
470 δρᾶ ταῦθ᾽, ἵν᾽ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
Βλέπυρος
τὸ πρὸς βίαν δεινότατον.
Χρέμης
ἀλλ᾽ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ᾽ ἄνδρα δρᾶν.
Βλέπυρος
λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ᾽ ὅσ᾽ ἂν καὶ μῶρα βουλευσώμεθα,
475 ἅπαντ᾽ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
Χρέμης
καὶ ξυμφέροι γ᾽ ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ᾽ εἶμι: σὺ δ᾽ ὑγίαινε.
Βλέπυρος
καὶ σύ γ᾽ ὦ Χρέμης.
Χορὸς
ἔμβα χώρει.
ἆρ᾽ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480 στρέφου σκόπει,
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ. Χορὸς
ἀλλ᾽ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε:
ἡμῖν δ᾽ ἂν αἰσχύνην φέροι
485 πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ᾽ ἐλεγχθέν.
πρὸς ταῦτα συστέλλου σεαυτὴν
καὶ περισκοπουμένη
τἀνθένδε καὶ τἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλ᾽ ἐγκονῶμεν: τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
490 ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ᾽ ἡνίκ᾽ ᾖμεν:
τὴν δ᾽ οἰκίαν ἔξεσθ᾽ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθ᾽ ἡ τὸ πρᾶγμ᾽ εὑροῦσ᾽ ὃ νῦν ἔδοξε τοῖς πολίταις. Χορὸς
ὥστ᾽ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ᾽ ἐπαναμενούσας
πώγωνας ἐξηρτημένας,
495 μὴ καὶ τις †ὄψεθ᾽ ἡμᾶς† χἠμῶν ἴσως κατείπῃ.
ἀλλ᾽ εἶα δεῦρ᾽ ἐπὶ σκιᾶς
ἐλθοῦσα πρὸς τὸ τειχίον
παραβλέπουσα θατέρῳ
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
500 καὶ μὴ βράδυν᾽: ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ᾽ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα:
χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ᾽ ἔχουσαι. Πραξάγορα
ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
505 τὰ πράγματ᾽ ἐκβέβηκεν ἁβουλεύσαμεν.
ἀλλ᾽ ὡς τάχιστα πρίν τιν᾽ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
510 ταύτας κατευτρέπιζ᾽, ἐγὼ δὲ βούλομαι
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον τἄλλα θ᾽ ἁξηνεγκάμην.
Χορὸς
κεῖται καὶ δὴ πάνθ᾽ ἅπερ εἶπας, σὸν δ᾽ ἔργον τἄλλα διδάσκειν,
515 ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασ᾽ οἶδα γυναικί.
Πραξάγορα
περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
Βλέπυρος
520 αὕτη πόθεν ἥκεις Πραξαγόρα;
Πραξάγορα
τί δ᾽ ὦ μέλε
σοὶ τοῦθ᾽;
Βλέπυρος
ὅ τί μοι τοῦτ᾽ ἔστιν; ὡς εὐηθικῶς.
Πραξάγορα
οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Βλέπυρος
οὐκ ἴσως
ἑνός γε.
Πρ
αξάγορα
καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι.
Βλέπυρος
πῶς;
Πραξάγορα
εἰ τῆς κεφαλῆς ὄζω μύρου.
Βλέπυρος
525 τί δ᾽; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
Πραξάγορα
οὐ δῆτα τάλαν ἔγωγε.
Βλέπυρος
πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
Πραξάγορα
γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ᾽ ὠδίνουσα.
Βλέπυρος
κᾆτ᾽ οὐκ ἦν ἐμοὶ
530 φράσασαν ἰέναι;
Πραξάγορα
τῆς λεχοῦς δ᾽ οὐ φροντίσαι
οὕτως ἐχούσης ὦνερ;
Βλέπυρος
εἰποῦσάν γέ μοι.
ἀλλ᾽ ἔστιν ἐνταῦθά τι κακόν.
Πραξάγορα
μὰ τὼ θεὼ
ἀλλ᾽ ὥσπερ εἶχον ᾠχόμην: ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ᾽ ἐξιέναι πάσῃ τέχνῃ.
Βλέπυρος
535 εἶτ᾽ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ᾽ ἔχειν;
ἀλλ᾽ ἔμ᾽ ἀποδύσασ᾽ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσ᾽ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασ᾽ οὐδ᾽ ἐπιθεῖσα λήκυθον.
Πραξάγορα
ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής:
540 ἔπειθ᾽ ἵν᾽ ἀλεαίνοιμι, τοῦτ᾽ ἠμπεσχόμην:
σὲ δ᾽ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον ὦνερ.
Βλέπυρος
αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
Πραξάγορα
ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545 μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλέπυρος
οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξάγορα
μὴ φροντίσῃς: ἄρρεν γὰρ ἔτεκε παιδίον.