The Complete Plays
Page 127
σκοπῶμεν.
Χρεμύλος
ἀλλ᾽ οὐκ ἔστιν.
Βλεψίδημος
οὐδ ἐμοὶ δοκεῖ.
Χρεμύλος
410 μὰ Δί᾽ ἀλλ᾽ ὅπερ πάλαι παρεσκευαζόμην
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι.
Βλεψίδημος
πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
μή νυν διάτριβ᾽ ἀλλ᾽ ἄνυε πράττων ἕν γέ τι.
Χρεμύλος
καὶ δὴ βαδίζω.
Βλεψίδημος
σπεῦδέ νυν.
Χρεμύλος
τοῦτ᾽ αὐτὸ δρῶ.
Πενία
415 ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε —
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Βλεψίδημος
Ἡράκλεις.
Πενία
ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς:
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420 ἀλλ᾽ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος: ὥστ᾽ ἀπολώλατον.
Χρεμύλος
σὺ δ᾽ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
Βλεψίδημος
ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας:
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
Χρεμύλος
425 ἀλλ᾽ οὐκ ἔχει γὰρ δᾷδας.
Βλεψίδημος
οὐκοῦν κλαύσεται.
Πενία
ὄιεσθε δ᾽ εἶναι τίνα με;
Χρεμύλος
πανδοκεύτριαν
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενία
ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430 ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
Χρεμύλος
οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
ἀλλ᾽ ἥτις εἶ λέγειν σ᾽ ἐχρῆν αὐτίκα μάλα.
Πενία
ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
ἀνθ᾽ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ᾽ ἀφανίσαι.
Βλεψίδημος
435 ἆρ᾽ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία
Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ᾽ ἔτη.
Βλεψίδημος
ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμύλος
οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον:
440 οὐ παραμενεῖς;
Βλεψίδημος
ἥκιστα πάντων.
Χρεμύλος
οὐ μενεῖς;
ἀλλ᾽ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Βλεψίδημος
Πενία γάρ ἐστιν ὦ πόνηρ᾽, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
Χρεμύλος
στῆθ᾽, ἀντιβολῶ σε, στῆθι.
Βλεψίδημος
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
Χρεμύλος
445 καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
ἔργων ἁπάντων ἐργασόμεθ᾽, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
Βλεψίδημος
ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
450 ποῖον γὰρ οὐ θώρακα, ποίαν δ᾽ ἀσπίδα
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
Χρεμύλος
θάρρει: μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ᾽ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
Πενία
γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
455 ἐπ᾽ αὐτοφώρῳ δεινὰ δρῶντ᾽ εἰλημμένω;
Χρεμύλος
σὺ δ᾽ ὦ κάκιστ᾽ ἀπολουμένη τί λοιδορεῖ
ἡμῖν προσελθοῦσ᾽ οὐδ᾽ ὁτιοῦν ἀδικουμένη;
Πενία
οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460 βλέψαι πάλιν;
Χρεμύλος
τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν;
Πενία
τί δ᾽ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ᾽;
Χρεμύλος
ὅ τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
Πενία
ἔμ᾽ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
465 κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
Χρεμύλος
ὅ τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
Πενία
καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ: κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470 ὑμῖν δι᾽ ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή,
ποιεῖτον ἤδη τοῦθ᾽ ὅ τι ἂν ὑμῖν δοκῇ.
Χρεμύλος
ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
Πενία
καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθ᾽ ἁμαρτάνοντά σ᾽ ἀποδείξειν ἐγώ,
475 εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
Χρεμύλος
ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενία
οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμύλος
καὶ τίς δύναιτ᾽ ἂν μὴ βοᾶν ‘ἰοὺ ἰοὺ’
τοιαῦτ᾽ ἀκούων;
Πενία
ὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμύλος
480 τί δῆτά σοι τίμημ᾽ ἐπιγράψω τῇ δίκῃ,
ἐὰν ἁλῷς;
Πενία
ὅ τι σοι δοκεῖ.
Χρεμύλος
καλῶς λέγε�
�ς.
Πενία
τὸ γὰρ αὔτ᾽, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
Χρεμύλος
ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
Βλεψίδημος
ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
Πενία
485 οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ᾽, ἢ τί γ᾽ ἂν
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
Χορός
ἀλλ᾽ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ᾽ ἐνδώσετε μηδέν. Χρεμύλος
φανερὸν μὲν ἔγωγ᾽ οἶμαι γνῶναι τοῦτ᾽ εἶναι πᾶσιν ὁμοίως,
490 ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
τοῦτ᾽ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
495 ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ᾽ ἄμεινον;
Βλεψίδημος
οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ᾽ ἀνερώτα.
Χρεμύλος
500 ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,
τίς ἂν οὐχ ἡγοῖτ᾽ εἶναι μανίαν κακοδαιμονίαν τ᾽ ἔτι μᾶλλον;
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ᾽ ὄντες πάνυ χρηστοὶ
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
505 οὔκουν εἶναί φημ᾽, εἰ παύσει ταύτην βλέψας ποθ᾽ ὁ Πλοῦτος,
ὁδὸν ἥντιν᾽ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ᾽ ἄν μείζω πορίσειεν.
Πενία
ἀλλ᾽ ὦ πάντων ῥᾷστ᾽ ἀνθρώπων ἀναπεισθέντ᾽ οὐχ ὑγιαίνειν
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
εἰ τοῦτο γένοιθ᾽ ὃ ποθεῖθ᾽ ὑμεῖς, οὔ φημ᾽ ἂν λυσιτελεῖν σφῷν.
510 εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ᾽ ἴσον αὑτόν,
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ᾽ ἂν σοφίαν μελετῴη
οὐδείς: ἀμφοῖν δ᾽ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,
515 ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
Χρεμύλος
λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ᾽ ὅσα νῦν δὴ κατέλεξας
οἱ θεράποντες μοχθήσουσιν.
Πενία
πόθεν οὖν ἕξεις θεράποντας;
Χρεμύλος
ὠνησόμεθ᾽ ἀργυρίου δήπου.
Πενία
τίς δ᾽ ἔσται πρῶτον ὁ πωλῶν,
520 ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
Χρεμύλος
κερδαίνειν βουλόμενός τις
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
Πενία
ἀλλ᾽ οὐδ᾽ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ᾽ ἀνδραποδιστὴς
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
525 ὥστ᾽ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
Χρεμύλος
ἐς κεφαλὴν σοί.
Πενία
ἔτι δ᾽ οὐχ ἕξεις οὔτ᾽ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
οὔτ᾽ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
530 οὔθ᾽ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
παρ᾽ ἐμοῦ δ᾽ ἔστιν ταῦτ᾽ εὔπορα πάνθ᾽ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ
τὸν χειροτέχνην ὥσπερ δέσποιν᾽ ἐπαναγκάζουσα κάθημαι
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
Χρεμύλος
535 σὺ γὰρ ἂν πορίσαι τί δύναι᾽ ἀγαθὸν φῴδων ἐκ βαλανείου
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι:δίων κολοσυρτόν;
φθειρῶν τ᾽ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
ἐπεγείρουσαι καὶ φράζουσαι, ‘πεινήσεις, ἀλλ᾽ ἐπανίστω.’
540 πρὸς δέ γε τούτοις ἀνθ᾽ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης
στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει:
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ᾽ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ᾽ ἰσχνῶν ῥαφανίδων,
545 ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
ἀγαθῶν π�
��σιν τοῖς ἀνθρὠποις ἀποφαίνω σ᾽ αἴτιον οὖσαν;
Πενία
σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ᾽ ὑπεκρούσω.
Χρεμύλος
οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενία
550 ὑμεῖς γ᾽ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
ἀλλ᾽ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί᾽, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα:
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
περιγίγνεσθαι δ᾽ αὐτῷ μηδέν, μὴ μέντοι μηδ᾽ ἐπιλείπειν.
Χρεμύλος
555 ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
Πενία
σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560 καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
παρ᾽ ἐμοὶ δ᾽ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμύλος
ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενία
περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετ᾽ ἐμοῦ, τοῦ Πλούτου δ᾽ ἐστὶι ὑβρίζειν.
Χρεμύλος
565 πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
Βλεψίδημος
†νὴ τὸν Δί᾽, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Πενία
σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν