Book Read Free

Delphi Complete Works of Polybius

Page 144

by Polybius


  [1] διόπερ οἱ Καρχηδόνιοι θεωροῦντες αὐτὸν κακῶς χειρίζοντα τὰς πράξεις, Ἀμίλκαν τὸν ἐπικαλούμενον Βάρκαν αὖθις προεστήσαντο, [2] καὶ τοῦτον ἐξέπεμπον εἰς τὸν ἐνεστῶτα πόλεμον στρατηγόν, δόντες ἑβδομήκοντα μὲν ἐλέφαντας καὶ τοὺς ἐπισυνηγμένους τῶν μισθοφόρων καὶ τοὺς ηὐτομοληκότας ἀπὸ τῶν πολεμίων, ἅμα δὲ τούτοις πολιτικοὺς ἱππεῖς καὶ πεζούς, ὥστε τοὺς σύμπαντας εἰς μυρίους ὑπάρχειν. [3] ὃς κατὰ τὴν πρώτην εὐθέως ἔξοδον καταπληξάμενος τῷ παραδόξῳ τῆς ἐπιβολῆς ἥττησε μὲν τὰς ψυχὰς τῶν ὑπεναντίων, ἔλυσε δὲ τὴν τῆς Ἰτύκης πολιορκίαν, ἐφάνη δ᾽ ἄξιος τῶν προγεγονότων ἔργων καὶ τῆς παρὰ τῷ πλήθει προσδοκίας. [4] τὸ δὲ πραχθὲν ἦν ὑπ᾽ αὐτοῦ περὶ τὴν χρείαν ταύτην τοιοῦτον. τῶν γεωλόφων τῶν ἐπιζευγνύντων τὸν αὐχένα τὸν συνάπτοντα τὴν Καρχηδόνα πρὸς τὴν Λιβύην ὄντων δυσβάτων καὶ χειροποιήτους ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημένων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς διειληφέναι, [5] πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους παραπλησίως τὴν ἐπὶ τὴν χώραν τοῖς ἐκ τῆς πόλεως ἔξοδον καὶ διὰ τὸ πλῆθος τοῦ ῥεύματος ἀβάτου κατὰ τὸ πλεῖστον ὑπάρχοντος, μιᾶς δ᾽ οὔσης ἐπ᾽ αὐτῷ γεφύρας, καὶ ταύτην τηρεῖν τὴν δίοδον ἀσφαλῶς, πόλιν ἐπ᾽ αὐτῆς ᾠκοδομηκότας. [6] ἐξ ὧν συνέβαινε τοὺς Καρχηδονίους μὴ οἷον στρατοπέδῳ τῆς χώρας ἐπιβαίνειν, ἀλλὰ μηδὲ τοὺς κατ᾽ ἰδίαν θέλοντας διαπεσεῖν ῥᾳδίως ἂν δύνασθαι λαθεῖν τοὺς ὑπεναντίους. [7] εἰς ἃ βλέπων Ἀμίλκας καὶ παντὸς πράγματος καὶ καιροῦ πεῖραν λαμβάνων διὰ τὸ δυσχρηστεῖν περὶ τὴν ἔξοδον διενοήθη τι τοιοῦτον. [8] τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρ᾽ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐτρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύπτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημένον σύμπτωμα. [9] παραπεσόντος δὲ τοῦ καιροῦ, νυκτὸς ἐξορμήσας ἔλαθε πάντας ἅμα τῷ φωτὶ τὸν προειρημένον τόπον διαβιβάσας τὴν δύναμιν. [10] παραδόξου δὲ τοῦ πράγματος φανέντος καὶ τοῖς ἐν τῇ πόλει καὶ τοῖς ὑπεναντίοις, ὁ μὲν Ἀμίλκας προῆγεν διὰ τοῦ πεδίου, ποιούμενος τὴν πορείαν ἐπὶ τοὺς

  [1] τὴν γέφυραν φυλάττοντας. οἱ δὲ περὶ τὸν Σπένδιον συνέντες τὸ γεγονὸς ἀπήντων εἰς τὸ πεδίον καὶ παρεβοήθουν ἀλλήλοις, οἱ μὲν ἐκ τῆς περὶ τὴν γέφυραν πόλεως ὄντες οὐκ ἐλάττους μυρίων, οἱ δ᾽ ἀπὸ τῆς Ἰτύκης ὑπὲρ τοὺς μυρίους καὶ πεντακισχιλίους. [2] ἐπεὶ δ᾽ εἰς σύνοπτον ἧκον ἀλλήλοις, νομίσαντες ἐν μέσῳ τοὺς Καρχηδονίους ἀπειληφέναι, σπουδῇ παρηγγύων ἅμα παρακαλοῦντες σφᾶς αὐτοὺς καὶ συνῆπτον τοῖς πολεμίοις. [3] ὁ δ᾽ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευταῖα δὲ τὰ βαρέα τῶν ὅπλων. [4] κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ. [5] καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποιεῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε: τοὺς δ᾽ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. [6] οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπέκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως. [7] ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παράδοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι. [8] λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλλοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους: οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱππέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων. [9] ἀπώλοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους: οἱ δὲ λοιποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πόλιν, οἱ δ᾽ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν. [10] Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει. [11] τοῖς δὲ Καρχηδονίοις βραχύ τι θάρσους ἐνειργάσατο καὶ τόλμης, ἐπὶ ποσὸν αὐτοὺς ἀπαλλάξας τῆς προγεγενημένης δυσελπιστίας.

  [1] ὁ δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακριτῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάριτον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχεσθαι τῶν ὑπεναντίων συνεβούλευε, [2] τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναντίοις ἱππέων καὶ θηρίων, ταῖς δ᾽ ὑπωρείαις ἀντιπαράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπιπτούσας ἀεὶ δυσχερείας. [3] ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι κα�
� μὴ καταπροΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς. [4] ὁ δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφ᾽ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετ᾽ Αὐταρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους. [5] τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατ᾽ ἀρχὰς συστήματος ηὐτομολήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα στρατοπεδείαις. [6] τοῦ δ᾽ Ἀμίλκου παρεμβεβληκότος ἔν τινι πεδίῳ πανταχόθεν ὄρεσι περιεχομένῳ, συνέβη τὰς παρὰ τῶν Νομάδων καὶ Λιβύων βοηθείας εἰς τὸν καιρὸν τοῦτον συνάψαι τοῖς περὶ τὸν Σπένδιον. [7] γενομένης δὲ τοῖς Καρχηδονίοις τῆς μὲν τῶν Λιβύων ἐπιστρατοπεδείας αἰφνιδίου καὶ κατὰ πρόσωπον, τῆς δὲ τῶν Νομάδων ἀπ᾽ οὐρᾶς, τῆς δὲ περὶ τὸν Σπένδιον ἐκ πλαγίου, μεγάλην αὐτοῖς ἀπορίαν

  [1] συνέβη περιστῆναι καὶ δυσέκφευκτον. κατὰ δὲ τὸν καιρὸν τοῦτον Ναραύας, ὃς ἦν μὲν Νομὰς τῶν ἐνδοξοτάτων εἷς, ἦν δὲ καὶ πλήρης ὁρμῆς πολεμικῆς, οὗτος ἀεὶ μὲν οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους πατρικὴν ἔχων σύστασιν, τότε δὲ μᾶλλον παρωρμήθη διὰ τὴν Ἀμίλκου τοῦ στρατηγοῦ καταξίωσιν. [2] διὸ καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς ἔντευξιν αὐτῷ καὶ σύστασιν, ἧκεν εἰς τὴν στρατοπεδείαν ἔχων περὶ αὑτὸν Νομάδας εἰς ἑκατόν. [3] καὶ συνεγγίσας τῷ χάρακι τολμηρῶς ἔμενε, κατασείων τῇ χειρί. [4] τοῦ δ᾽ Ἀμίλκου θαυμάσαντος τὴν ἐπιβολὴν καὶ προπέμψαντός τινα τῶν ἱππέων, εἰς λόγους ἔφη βούλεσθαι συνελθεῖν τῷ στρατηγῷ. [5] διαποροῦντος δ᾽ ἀκμὴν καὶ διαπιστοῦντος τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, παραδοὺς ὁ Ναραύας τὸν ἵππον καὶ τὰς λόγχας τοῖς μεθ᾽ αὑτοῦ παρῆν ἄνοπλος εὐθαρσῶς εἰς τὴν παρεμβολήν. [6] οἱ δὲ τὰ μὲν ἐθαύμαζον, τὰ δὲ κατεπλήττοντο τὴν τόλμαν: ὅμως δὲ προσεδέξαντο καὶ συνῆλθον εἰς τὰς χεῖρας. [7] ὁ δὲ παραγενόμενος εἰς λόγους ἔφη πᾶσι μὲν Καρχηδονίοις εὐνοεῖν, μάλιστα δ᾽ ἐπιθυμεῖν Βάρκᾳ γενέσθαι φίλος: διὸ καὶ νῦν παρεῖναι συσταθησόμενος αὐτῷ καὶ κοινωνήσων ἀδόλως παντὸς ἔργου καὶ πάσης ἐπιβολῆς. [8] Ἀμίλκας δὲ ταῦτ᾽ ἀκούσας οὕτως ἥσθη μεγάλως ἐπί τε τῷ κατὰ τὴν παρουσίαν θάρσει καὶ τῇ κατὰ τὴν ἔντευξιν ἁπλότητι τοῦ νεανίσκου, ὡς οὐ μόνον εὐδόκησε κοινωνὸν αὐτὸν προσλαβέσθαι τῶν πράξεων, ἀλλὰ καὶ τὴν θυγατέρα δώσειν ἐπηγγείλατο μεθ᾽ ὅρκου, διαφυλάξαντος αὐτοῦ τὴν πρὸς Καρχηδονίους πίστιν. [9] γενομένων δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Ναραύας ἧκε τοὺς ὑφ᾽ αὑτὸν τεταγμένους ἔχων Νομάδας, ὄντας εἰς δισχιλίους, [10] ὁ δ᾽ Ἀμίλκας προσγενομένης αὐτῷ τῆς χειρὸς ταύτης παρετάξατο τοῖς πολεμίοις. οἱ δὲ περὶ τὸν Σπένδιον συνάψαντες ἐπὶ ταὐτὸ τοῖς Λίβυσι καὶ καταβάντες εἰς τὸ πεδίον συνέβαλλον τοῖς Καρχηδονίοις. [11] γενομένης δὲ μάχης ἰσχυρᾶς ἐνίκων οἱ περὶ τὸν Ἀμίλκαν, καλῶς μὲν τῶν θηρίων ἀγωνισαμένων, ἐπιφανεστάτην δὲ τοῦ Ναραύα παρασχομένου χρείαν. [12] ὁ μὲν οὖν Αὐτάριτος καὶ Σπένδιος διέφυγον, τῶν δὲ λοιπῶν ἔπεσον μὲν εἰς μυρίους, ἑάλωσαν δ᾽ εἰς τετρακισχιλίους. [13] ἐπιτελεσθέντος δὲ τοῦ κατορθώματος, Ἀμίλκας τοῖς μὲν βουλομένοις τῶν αἰχμαλώτων μεθ᾽ ἑαυτοῦ συστρατεύειν ἐξουσίαν ἔδωκε καὶ καθώπλιζε τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις, [14] τοὺς δὲ μὴ βουλομένους ἁθροίσας παρεκάλει φάσκων, ἕως μὲν τοῦ νῦν συγγνώμην αὐτοῖς ἔχειν τῶν ἡμαρτημένων: διὸ καὶ συγχωρεῖν τρέπεσθαι κατὰ τὰς ἰδίας ὁρμὰς οὗ ποτ᾽ ἂν ἕκαστος αὐτῶν προαιρῆται. [15] μετὰ δὲ ταῦτα διηπειλήσατο μηθένα φέρειν ὅπλον πολέμιον κατ᾽ αὐτῶν, ὡς, ἐὰν ἁλῷ τις, ἀπαραιτήτου τευξόμενον τιμωρίας.

  [1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τὴν Σαρδόνα [τὴν νῆσον] παραφυλάττοντες τῶν μισθοφόρων, ζηλώσαντες τοὺς περὶ τὸν Μάθω καὶ Σπένδιον, ἐπιτίθενται τοῖς ἐν τῇ νήσῳ Καρχηδονίοις. [2] καὶ τὸν μὲν τότε παρ᾽ αὐτοῖς ὄντα βοήθαρχον Βώσταρον συγκλείσαντες εἰς τὴν ἀκρόπολιν μετὰ τῶν ἑαυτοῦ πολιτῶν ἀπέκτειναν. [3] αὖθις δὲ τῶν Καρχηδονίων στρατηγὸν ἐξαποστειλάντων μετὰ δυνάμεως Ἄννωνα, κἄπειτα καὶ τούτων τῶν δυνάμεων ἐγκαταλιπουσῶν τὸν Ἄννωνα καὶ μεταθεμένων πρὸς σφᾶς, [4] γενόμενοι ζωγρίᾳ κύριοι τοῦ προειρημένου, παραυτίκα τοῦτον μὲν ἀνεσταύρωσαν, μετὰ δὲ ταῦτα παρηλλαγμένας ἐπινοοῦντες τιμωρίας πάντας τοὺς ἐν τῇ νήσῳ Καρχηδονίους στρεβλοῦντες ἀπέκτειναν: [5] καὶ τὸ λοιπὸν ἤδη ποιησάμενοι τὰς πόλεις ὑφ᾽ ἑαυτοὺς εἶχον ἐγκρατῶς τὴν νῆσον, ἕως οὗ στασιάσαντες πρὸς τοὺς Σαρδονίους ἐξέπεσον ὑπ᾽ ἐκείνων εἰς τὴν Ἰταλίαν. [6]

  [1] ἡ μὲν οὖν Σαρδὼ τοῦτον τὸν τρόπον ἀπηλλοτριώθη Καρχηδονίων, νῆσος καὶ τῷ μεγέθει καὶ τῇ πολυανθρωπίᾳ καὶ τοῖς γεννήμασι διαφέρουσα. [7] τῷ δὲ πολλοὺς καὶ πολὺν ὑπὲρ αὐτῆς πεποιῆσθαι λόγον οὐκ ἀναγκαῖον ἡγούμεθ᾽ εἶναι ταυτολογεῖν ὑπὲρ τῶν ὁμολογουμένων. [8] Μάθως δὲ καὶ Σπένδιος, ἅμα δὲ τούτοις Αὐτάριτος ὁ Γαλάτης ὑπιδόμενοι τὴν Ἀμίλκου φιλανθρωπίαν εἰς τοὺς αἰχμαλώτους καὶ φοβηθέντες μὴ τῷ τοιούτῳ τρόπῳ ψυχαγωγηθέντες ὁρμήσωσι πρὸς τὴν ὑποδεικνυμένην ἀσφάλειαν οἵ τε Λίβυες καὶ τὸ τῶν μισθοφόρων πλῆθος, ἐβουλεύοντο πῶς ἂν καινοτομήσαντές τι τ
ῶν πρὸς ἀσέβειαν εἰς τέλος ἀποθηριώσειαν τὰ πλήθη πρὸς τοὺς Καρχηδονίους. [9] ἔδοξεν οὖν αὐτοῖς συναθροῖσαι τοὺς πολλούς. γενομένου δὲ τούτου γραμματοφόρον εἰσήγαγον, ὡς ἀπεσταλμένον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αἱρετιστῶν. [10] ἡ δ᾽ ἐπιστολὴ διεσάφει τόν τε Γέσκωνα καὶ τοὺς μετ᾽ αὐτοῦ πάντας, οὓς παρεσπόνδησαν ἐν τῷ Τύνητι, καθάπερ ἐπάνω προεῖπον, φυλάττειν ἐπιμελῶς, ὡς πραττόντων τινῶν ἐκ τοῦ στρατοπέδου τοῖς Καρχηδονίοις ὑπὲρ τῆς τούτων σωτηρίας. [11] λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης ὁ Σπένδιος πρῶτον μὲν παρεκάλει μὴ πιστεύειν τὴν ὑπὸ τοῦ στρατηγοῦ τοῦ τῶν Καρχηδονίων γεγενημένην φιλανθρωπίαν πρὸς τοὺς αἰχμαλώτους: [12] οὐ γὰρ σῶσαι προαιρούμενον αὐτὸν ταῦτα βεβουλεῦσθαι περὶ τῶν ἁλόντων, ἀλλὰ διὰ τῆς ἐκείνων ἀφέσεως ἡμῶν ἐγκρατῆ γενέσθαι σπουδάζοντα, πρὸς τὸ μὴ τινὰς ἀλλὰ πάντας ἡμᾶς ἅμα τιμωρήσασθαι πιστεύσαντας αὐτῷ. [13] πρὸς δὲ τούτοις φυλάττεσθαι παρῄνει μὴ προέμενοι τοὺς περὶ τὸν Γέσκωνα καταφρονηθῶσι μὲν ὑπὸ τῶν ἐχθρῶν, μεγάλα δὲ βλάψωσι τὰς ἰδίας πράξεις, ἄνδρα τοιοῦτον καὶ στρατηγὸν ἀγαθὸν ἐάσαντες διαφυγεῖν, ὃν εἰκὸς ἐχθρὸν αὐτοῖς ἔσεσθαι φοβερώτατον. [14] ἔτι δὲ ταῦτα λέγοντος αὐτοῦ παρῆν ἄλλος γραμματοφόρος, ὡς ἀπὸ τῶν ἐκ τοῦ Τύνητος ἀπεσταλμένος, παρα πλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν. ἐφ᾽ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας: [2] ἕως δ᾽ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον. [3] διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοιούτοις προσέχειν τὸν νοῦν, οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων: τοὺς δ᾽ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει. [4] ταῦτα δ᾽ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετ᾽ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι. [5] πρακτικώτατος δ᾽ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι. [6] πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί: ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας. [7] διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησεν. [8] πολλῶν δὲ προπορευομένων ἀφ᾽ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος: [9] ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραιτοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας. [10] καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες. [11] τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον: καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας, [12] ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων. [13] ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους: κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.

 

‹ Prev