Book Read Free

Delphi Complete Works of Polybius

Page 188

by Polybius


  [1] αἱ μὲν οὖν ἀληθεῖς αἰτίαι τοῦ ῥεῖν ἔξω τὸν Πόντον αἵδ᾽ εἰσίν, οὐκ ἐξ ἐμπορικῶν ἔχουσαι διηγημάτων τὴν πίστιν, ἀλλ᾽ ἐκ τῆς κατὰ φύσιν θεω ρίας, ἧς ἀκριβεστέραν εὑρεῖν οὐ ῥᾴδιον: ἐπεὶ δ᾽ ἐπὶ τὸν τόπον ἐπέστημεν, οὐδὲν ἀφετέον ἀργὸν οὐδ᾽ ἐν αὐτῇ τῇ φάσει κείμενον, ὅπερ οἱ πλεῖστοι ποιεῖν εἰώθασι τῶν συγγραφέων, ἀποδεικτικῇ δὲ μᾶλλον τῇ διηγήσει χρηστέον, ἵνα μηδὲν ἄπορον ἀπολείπωμεν τῶν ζητουμένων τοῖς φιληκόοις. [2] τοῦτο γὰρ ἴδιόν ἐστι τῶν νῦν καιρῶν, ἐν οἷς πάντων πλωτῶν καὶ πορευτῶν γεγονότων οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ τῶν ἀγνοουμένων, [3] ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς κατὰ τὸν Ἡράκλειτον, πειρατέον δὲ δι᾽ αὐτῆς τῆς ἱστορίας ἱκανὴν παριστάναι πίστιν τοῖς ἀκούουσι. [4] φαμὲν δὴ χώννυσθαι μὲν καὶ πάλαι καὶ νῦν τὸν Πόντον, χρόνῳ γε μὴν ὁλοσχερῶς ἐγχωσθήσεσθαι τήν τε Μαιῶτιν καὶ τοῦτον, μενούσης γε δὴ τῆς αὐτῆς τάξεως περὶ τοὺς τόπους, καὶ τῶν αἰτίων τῆς ἐγχώσεως ἐνεργούντων κατὰ τὸ συνεχές. [5] ὅταν γὰρ ὁ μὲν χρόνος ἄπειρος ᾖ, τὰ δὲ κοιλώματα πάντη πάντως ὡρισμένα, δῆλον ὡς, κἂν τὸ τυχὸν εἰσφέρηται, πληρωθήσονται τῷ χρόνῳ. [6] κατὰ φύσιν γὰρ τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ συνεχῶς γινόμενον ἢ φθειρόμενον, κἂν κατ᾽ ἐλάχιστον γίνηται — τοῦτο γὰρ νοείσθω νῦν — ἀνάγκη τελειωθῆναι κατὰ τὴν πρόθεσιν. [7] ὅταν δὲ μὴ τὸ τυχόν, ἀλλὰ καὶ λίαν πολύς τις εἰσφέρηται χοῦς, φανερὸν ὡς οὐ ποτέ, ταχέως δὲ συμβήσεται γενέσθαι τὸ νῦν δὴ λεγόμενον ὑφ᾽ ἡμῶν. [8] ὃ δὴ καὶ φαίνεται γινόμενον. τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶσθαι συμβαίνει: τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι: διὸ καὶ πλεῖν αὐτὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθηγεμόνος. [9] οὖσά τ᾽ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς ἐπικρατούσης. [10] ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον, καὶ γίνεται νῦν: ἀλλ᾽ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος. τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν

  [1] ἐστι δῆλον τὸ γινόμενον. τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλλοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον ἀπέχουσαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς στόμασιν εἰσφερομένης ἰλύος: [2] ἐφ᾽ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους. καλοῦσι δ᾽ αὐτοὺς οἱ ναυτικοὶ Στήθη. [3] τοῦ δὲ μὴ παρ᾽ αὐτὴν συνίστασθαι τὴν γῆν, ἀλλ᾽ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν. [4] ἐφ᾽ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς: [5] ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα, τότ᾽ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν. [6] δι᾽ ἃ δὴ τῶν μὲν λάβρων καὶ μεγάλων ποταμῶν τὰ μὲν χώματα μακρὰν συνίσταται, τὰ δὲ παρὰ τὴν χέρσον ἐστὶν ἀγχιβαθῆ, τῶν δ᾽ ἐλαττόνων καὶ πρᾴως ῥεόντων παρ᾽ αὐτὰς τὰς εἰσβολὰς οἱ θῖνες συνίστανται. [7] μάλιστα δ᾽ ἔκδηλον γίνεται τοῦτο κατὰ τὰς τῶν ὄμβρων ἐπιφοράς: καὶ γὰρ τὰ τυχόντα τότε τῶν ῥείθρων, ἐπειδὰν ἐπικρατήσωσι τοῦ κύματος κατὰ τὴν εἰσβολήν, προωθοῦσι τὸν χοῦν εἰς θάλατταν ἐπὶ τοσοῦτον ὥστε πρὸς λόγον ἑκάστου γίνεσθαι τὴν ἀπόστασιν τῇ βίᾳ τῶν ἐμπιπτόντων ῥευμάτων. [8] τῷ δὲ μεγέθει τῆς προειρημένης ταινίας καὶ καθόλου τῷ πλήθει τῶν εἰσφερομένων λίθων καὶ ξύλων καὶ γῆς ὑπὸ τῶν ποταμῶν οὐδαμῶς ἀπιστητέον — [9] εὔηθες γάρ — θεωροῦντας ὑπὸ τὴν ὄψιν τὸν τυχόντα χειμάρρουν ἐν βραχεῖ χρόνῳ πολλάκις ἐκχαραδροῦντα μὲν καὶ διακόπτοντα τόπους ἠλιβάτους, φέροντα δὲ πᾶν γένος ὕλης καὶ γῆς καὶ λίθων, ἐπιχώσεις δὲ ποιούμενον τηλικαύτας ὥστ᾽ ἀλλοιοῦν ἐνίοτε καὶ μηδὲ γινώσκειν ἐν βραχεῖ χρόνῳ

  [1] τοὺς αὐτοὺς τόπους. ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέοντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος ἐκπληροῦσι τὸν Πόντον. [2] οὐ γὰρ εἰκός, ἀλλ᾽ ἀναγκαῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρθὸν λόγον. [3] σημεῖον δὲ τοῦ μέλλοντος: ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ Ποντικὴ τῆς καθ᾽ ἡμᾶς. [4] ἐξ ὧν δῆλον ὡς, ὅταν ὁ χρόνος, ἐν ᾧ πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα, τότε συμβήσεται καὶ τὸν Πόντον τεναγώδη καὶ γλυκὺν καὶ λιμνώδη γενέσθαι παραπλησίως τῇ Μαιώτιδι λίμνῃ. [5] καὶ θᾶττον δὲ τοῦτον ὑποληπτέον. ὅσῳ μείζους καὶ πλείους εἰσὶν αἱ ῥύσεις τ�
��ν εἰς τοῦτον ἐκπιπτόντων ποταμῶν. [6] ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διακειμένους, εἰ δὴ χώννυσθαι νῦν καὶ χωσθήσεσθαί ποτε συμβήσεται τὸν Πόντον καὶ λίμνη καὶ τέναγος ἔσται τὸ τηλικοῦτον πέλαγος. [7] ἔτι δὲ μᾶλλον εἰρήσθω καὶ τῆς τῶν πλοϊζομένων ψευδολογίας καὶ τερατείας χάριν, ἵνα μὴ παντὶ τῷ λεγομένῳ προσκεχηνέναι παιδικῶς ἀναγκαζώμεθα διὰ τὴν ἀπειρίαν, ἔχοντες δ᾽ ἴχνη τῆς ἀληθείας ἐπὶ ποσὸν ἐξ αὐτῶν ἐπικρίνειν δυνώμεθα τὸ λεγόμενον ὑπό τινων ἀληθῶς ἢ τοὐναντίον. [8] ἐπὶ δὲ τὸ συνεχὲς τῆς εὐκαιρίας τῶν Βυζαντίων ἐπάνιμεν.

  [1] τοῦ δὴ στόματος τοῦ τὸν Πόντον καὶ τὴν Προποντίδα συνάπτοντος ὄντος ἑκατὸν εἴκοσι σταδίων τὸ μῆκος, καθάπερ ἀρτίως εἶπον, καὶ τοῦ μὲν Ἱεροῦ τὸ πρὸς τὸν Πόντον πέρας ὁρίζοντος, τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα, [2] μεταξὺ τούτων ἐστὶν Ἑρμαῖον, τῆς Εὐρώπης ἐπὶ προοχῆς τινος ἀκρωτηριαζούσης ἐν τῷ στόματι κείμενον, ὃ τῆς μὲν Ἀσίας ἀπέχει περὶ πέντε στάδια, κατὰ τὸν στενώτατον δὲ τόπον ὑπάρχει τοῦ παντὸς στόματος: ᾗ καὶ Δαρεῖον ζεῦξαί φασι τὸν πόρον, καθ᾽ ὃν χρόνον ἐποιεῖτο τὴν ἐπὶ Σκύθας διάβασιν. [3] κατὰ μὲν δὴ τὸν ἄλλον τόπον ἀπὸ τοῦ Πόντου παραπλήσιός ἐστιν ἡ φορὰ τοῦ ῥεύματος διὰ τὴν ὁμοιότητα τῶν παρ᾽ ἑκάτερον τὸ μέρος τῷ στόματι παρηκόντων τόπων: [4] ἐπὰν δ᾽ εἰς τὸ τῆς Εὐρώπης Ἑρμαῖον, ᾗ στενώτατον ἔφαμεν εἶναι, φερόμενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ὁ ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμπίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις. [5] ἐκεῖθεν δὲ πάλιν, οἷον ἐξ ὑποστροφῆς, τὴν ἀνταπόδοσιν ποιεῖται πρὸς τὰ περὶ τὰς Ἑστίας ἄκρα καλούμενα τῆς Εὐρώπης. [6] ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφ᾽ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ περαιωθεῖσαν. [7] πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμήσας ἀπὸ τῆς Βοὸς ἐπ᾽ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ πλεῖον πάλιν ἀπονεύει. [8] διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφ᾽ ἧς ἐστι Καλχηδών: [9] πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποιημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βραχείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν: [10] διόπερ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεται

  [1] διὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτ᾽ ἔστι τὸ νῦν ὑφ᾽ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν. [2] ἀλλ᾽ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσ᾽ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατ᾽ ἀνάγκην ὁ ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν. [3] σημεῖον δὲ τούτου: ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατ᾽ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν, [4] ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δ᾽ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατ᾽ ἀνάγκην πρὸς τὸ Βυζάντιον. [5] ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως: [6] ἄν τε γὰρ ἀφ᾽ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τ᾽ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δ᾽ εὐπαρακόμιστός ἐστιν ὁ πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατ᾽ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον, [7] ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν. [8] ἀφ᾽ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές. [9] ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς, [10] ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις. [11]

  [1] τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτ᾽ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι. τῆς γὰρ Θρᾴκης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστ᾽ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους. [2] οὔτε γὰρ παρασκευασάμενοι καὶ κρατήσαντες αὐτῶν εἰσάπαξ ἀποτρίψασθαι τὸν πόλεμον οἷοί τ᾽ εἰσὶ διὰ τὸ πλῆθος καὶ τῶν ὄχλων καὶ τῶν δυναστῶν: [3] ἐὰν τοῦ γὰρ ἑνὸς περιγένωνται, τρεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν τούτων χώραν ἄλλοι βαρύτεροι δυνάσται. [4] καὶ μὴν οὐδ᾽ εἴξαντες καὶ συγκαταβάντες εἰς φόρους κα
ὶ συνθήκας οὐδὲν ποιοῦσι πλέον: ἂν γὰρ ἑνὶ πρόωνταί τι, πενταπλασίους δι᾽ αὐτὸ τοῦτο πολεμίους εὑρίσκουσι. [5] διόπερ ἀιδίῳ συνέχονται καὶ δυσχερεῖ πολέμῳ: τί γὰρ ἐπισφαλέστερον ἀστυγείτονος καὶ βαρβάρου πολέμου; [6] τί δεινότερον; οὐ μὴν ἀλλὰ τούτοις τὸ παράπαν κακοῖς παλαίοντες κατὰ γῆν, χωρὶς τῶν ἄλλων τῶν παρεπομένων τῷ πολέμῳ κακῶν, ὑπομένουσί τινα καὶ τιμωρίαν Ταντάλειον κατὰ τὸν ποιητήν: [7] ἔχοντες γὰρ χώραν γενναιοτάτην, ὅταν διαπονήσωσι ταύτην καὶ γένηται τὸ τῶν καρπῶν πλῆθος τῷ κάλλει διαφέρον, κἄπειτα παραγενηθέντες οἱ βάρβαροι τοὺς μὲν καταφθείρωσι, τοὺς δὲ συναθροίσαντες ἀποφέρωσι, [8] τότε δὴ χωρὶς τῶν ἔργων καὶ τῆς δαπάνης καὶ τὴν καταφθορὰν θεώμενοι διὰ τὸ κάλλος τῶν καρπῶν σχετλιάζουσι καὶ βαρέως φέρουσι τὸ συμβαῖνον. [9]

 

‹ Prev