Book Read Free

Delphi Complete Works of Polybius

Page 196

by Polybius


  [1] δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ διελύθησαν ἐπὶ τὰς πόλεις: τῷ δὲ βασιλεῖ βουλευομένῳ μετὰ τῶν φίλων, ἐπειδὴ συνῆλθον αἱ δυνάμεις ἐκ τῆς παραχειμασίας, ἔδοξε χρῆσθαι κατὰ θάλατταν τῷ πολέμῳ. [2] οὕτως γὰρ ἐπέπειστο μόνως αὐτὸς μὲν δυνήσεσθαι ταχέως πανταχόθεν ἐπιφαίνεσθαι τοῖς πολεμίοις, τοὺς δ᾽ ὑπεναντίους ἥκιστ᾽ ἂν δύνασθαι παραβοηθεῖν ἀλλήλοις, [3] ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δ᾽ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδηλότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας τῶν πολεμίων: πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαιμονίους ἔτι δ᾽ Ἠλείους ὁ πόλεμος ἦν αὐτῷ. [4] κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων: [5] πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες, [6] οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας,

  [1] πολέμῳ κεχαρηότας ἠΰτε δαιτί. [7] ὁ μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος: [8] ὁ δ᾽ Ἀπελλῆς, οὔτ᾽ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμοσίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστ᾽ ἐκείνους μὲν συμπαρόντας ἐπ᾽ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μηδαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπιβολάς. [9] οὗτος μὲν οὖν τοιαῦτα συνθέμενος καὶ κακοτροπευσάμενος πρὸς τοὺς προειρημένους ἀπῆρεν εἰς τὴν Χαλκίδα; σκήψεις τινὰς εὐλόγους πρὸς τὸν βασιλέα πορισάμενος: [10] κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρχούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα δι᾽ ἀπορίαν ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν. [11] ἡθροισμένων δὲ τῶν πλοίων, καὶ τῶν Μακεδόνων ἤδη ταῖς εἰρεσίαις κατηρτισμένων, σιτομετρήσας καὶ μισθοδοτήσας ὁ βασιλεὺς τὴν δύναμιν ἀνήχθη, καὶ κατῆρε δευτεραῖος εἰς Πάτρας, ἔχων Μακεδόνας μὲν ἑξακισχιλίους, μισθοφόρους δὲ χιλίους καὶ διακοσίους. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων: οἱ δ᾽ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς. [2] εἰς ἃ βλέπων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρ᾽ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον. [3] αὐτὸς δ᾽, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρ᾽ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους. [4] ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρκητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν. [5] συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ Μακεδόνας ἐφῆκε σιτολογεῖν. [6] αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσδέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξελεῖν, [7] ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίαν — ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τ᾽ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δ᾽ Ἀκαρνάνων ἐπόρθουν παραλίας — [8] δεύτερον δ᾽ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας. [9] ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, [10] ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δ᾽ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.

  [1] διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐφυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφ᾽ αὑτὸν ποιήσασθαι τὴν νῆσον. [2] συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μ�
��ν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βραχὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πολιορκίαν. [3] ὁ μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν. κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαίδεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδου — τοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα πολιδυνάστας — [4] ἧκον δὲ καὶ παρ᾽ Ἠπειρωτῶν καὶ παρ᾽ Ἀκαρνάνων ἔτι δὲ Μεσσηνίων οἱ διαταχθέντες σύμμαχοι: [5] τῆς γὰρ τῶν Φιαλέων πόλεως ἐξαιρεθείσης ἀπροφασίστως τὸ λοιπὸν ἤδη μετεῖχον Μεσσήνιοι τοῦ πολέμου. [6] τῶν δὲ πρὸς τὴν πολιορκίαν ἡτοιμασμένων, διαθεὶς τὰ βέλη καὶ τοὺς πετροβόλους κατὰ τοὺς ἁρμόζοντας τόπους πρὸς τὸ κωλύειν τοὺς ἀμυνομένους, παρακαλέσας τοὺς Μακεδόνας ὁ βασιλεὺς προσῆγε τὰς μηχανὰς τοῖς τείχεσι καὶ διὰ τούτων τοῖς ὀρύγμασιν ἐνεχείρει. [7] ταχὺ δὲ τοῦ τείχους ἐπὶ δύο πλέθρα κρεμασθέντος διὰ τὴν ἐν τοῖς ἔργοις προθυμίαν τῶν Μακεδόνων, ἐγγίσας τοῖς τείχεσιν ὁ βασιλεὺς παρῄνει τοῖς ἐν τῇ πόλει τίθεσθαι πρὸς αὑτὸν τὴν εἰρήνην. [8] τῶν δὲ παρακουόντων, ἐμβαλὼν πῦρ τοῖς ἐρείσμασιν ὁμοῦ πᾶν τὸ διεστυλωμένον κατέβαλε τεῖχος. [9] οὗ γενομένου, πρώτους ἐφῆκε τοὺς πελταστὰς τοὺς ὑπὸ Λεόντιον ταττομένους, σπειρηδὸν τάξας καὶ παραγγείλας βιάζεσθαι διὰ τοῦ πτώματος. [10] οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὰ πρὸς τὸν Ἀπελλῆν συγκείμενα, τρὶς ἑξῆς τοὺς νεανίσκους ὑπερβάντας τὸ πτῶμα διέτρεψαν τοῦ μὴ τελεσιουργῆσαι τὴν κατάληψιν τῆς πόλεως: [11] καὶ προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκακοῦντες δὲ καὶ παρ᾽ ἕκαστον ἀποδειλιῶντες αὐτοί, [12] τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λαβόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν πολεμίων. [13] ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων.

  [1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυκοῦργος μὲν εἰς τὴν Μεσσηνίαν ἐξεστρατεύκει, Δωρίμαχος δὲ τοὺς ἡμίσεις ἔχων Αἰτωλῶν εἰς Θετταλίαν ἐπεποίητο τὴν ὁρμήν, ἀμφότεροι πεπεισμένοι τὸν Φίλιππον ἀποσπάσειν τῆς τῶν Παλαιέων πολιορκίας. [2] ὑπὲρ ὧν ἧκον πρέσβεις πρὸς τὸν βασιλέα παρά τ᾽ Ἀκαρνάνων καὶ παρὰ Μεσσηνίων, οἱ μὲν παρὰ τῶν Ἀκαρνάνων παρακαλοῦντες αὐτὸν ἐμβαλεῖν εἰς τὴν τῶν Αἰτωλῶν χώραν καὶ τόν τε Δωρίμαχον ἀποστῆσαι τῆς εἰς τὴν Μακεδονίαν ὁρμῆς καὶ τὴν χώραν τῶν Αἰτωλῶν ἐπελθεῖν καὶ πορθῆσαι πᾶσαν ἀδεῶς, [3] οἱ δὲ παρὰ τῶν Μεσσηνίων δεόμενοι σφίσι βοηθεῖν καὶ διδάσκοντες ὅτι τῶν ἐτησίων ἤδη στάσιν ἐχόντων δυνατόν ἐστι τὴν παρακομιδὴν ἐκ τῆς Κεφαλληνίας εἰς τὴν Μεσσηνίαν ἐν ἡμέρᾳ ποιήσασθαι μιᾷ: [4] διόπερ οἱ περὶ Γόργον τὸν Μεσσήνιον αἰφνίδιον καὶ πραγματικὴν ἐσομένην συνίστασαν τὴν ἐπὶ τὸν Λυκοῦργον ἐπίθεσιν. [5] οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὴν αὑτῶν ὑπόθεσιν, συνήργουν τοῖς περὶ τὸν Γόργον ἐκτενῶς, θεωροῦντες ὅτι συμβήσεται τὴν θερείαν εἰς τέλος ἄπρακτον γενέσθαι τῷ Φιλίππῳ. πλεῦσαι μὲν γὰρ εἰς τὴν Μεσσηνίαν ῥᾴδιον ἦν, [6] ἀναπλεῦσαι δ᾽ ἐκεῖθεν τῶν ἐτησίων ἐπεχόντων ἀδύνατον: [7] ἐξ οὗ δῆλον ἦν ὡς ὁ μὲν Φίλιππος ἐν τῇ Μεσσηνίᾳ μετὰ τῆς δυνάμεως συγκλεισθεὶς ἀναγκασθήσεται τὸ λοιπὸν μέρος τοῦ θέρους ἄπρακτος μένειν, οἱ δ᾽ Αἰτωλοὶ τὴν Θετταλίαν καὶ τὴν Ἤπειρον ἐπιπορευόμενοι κατασύρουσι καὶ πορθοῦσι πᾶσαν ἀδεῶς. [8] οὗτοι μὲν οὖν λυμεωνευόμενοι ταῦτα καὶ τοιαῦτα συνεβούλευον. οἱ δὲ περὶ τὸν Ἄρατον συμπαρόντες τῆς ἐναντίας προέστασαν γνώμης. [9] δεῖν γὰρ ἔφασαν εἰς τὴν Αἰτωλίαν ποιεῖσθαι τὸν πλοῦν καὶ τούτων ἔχεσθαι τῶν πραγμάτων: ἐξεστρατευκότων γὰρ τῶν Αἰτωλῶν μετὰ Δωριμάχου κάλλιστον εἶναι καιρὸν ἐπελθεῖν καὶ πορθῆσαι τὴν Αἰτωλίαν. ὁ δὲ βασιλεύς, [10] τὰ μὲν ἀπιστῶν ἤδη τοῖς περὶ τὸν Λεόντιον ἐκ τῆς περὶ τὴν πολιορκίαν ἐθελοκακήσεως, συναισθανόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου τὴν κακοπραγμοσύνην, ἔκρινε χρῆσθαι τοῖς πράγμασι κατὰ τὴν Ἀράτου γνώμην. [11] διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρατηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δ᾽ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου νυκτός. [12] εὐτρεπισάμενος δὲ τὰ περὶ τὸν Διόρυκτον, καὶ ταύτῃ διακομίσας τὰς ναῦς, ἐποιεῖτο τὸν ἀπόπλουν κατὰ τὸν Ἀμβρακικὸν καλούμενον κόλπον. [13] ὁ δὲ προειρημένος κόλπος ἐπὶ πολὺ προτείνων ἐκ τοῦ Σικελικοῦ πελάγους εἰς τοὺς μεσογαίους ἀνήκει τόπους τῆς Αἰτωλίας, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται. [14] διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρατιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρασκευάζειν πρὸς ἀναζυγήν, [15] αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακει

 

‹ Prev