Book Read Free

Delphi Complete Works of Polybius

Page 199

by Polybius


  [1] Τεγεατῶν γίνεσθαι πόλει. ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν. ποιησάμενος δὲ τὴν πορείαν δι᾽ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν. [2] προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν. [3] περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπ᾽ αὐτὰς τὰς Ἀμύκλας. [4] οἱ δὲ Λακεδαιμόνιοι, θεωροῦντες ἐκ τῆς πόλεως παράγουσαν τὴν δύναμιν, ἐκπλαγεῖς ἐγένοντο καὶ περίφοβοι, θαυμάζοντες τὸ συμβαῖνον. [5] ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρ᾽ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς. [6] ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως. διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς. [7] ὁ γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον ἢ κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους. [8] ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε. [9] δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθήσας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ καθωρμίσθη. [10] μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιούμενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν τοῖς συμβαίνουσιν.

  [1] οἱ μὲν οὖν Λακεδαιμόνιοι, [11] περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέ κειντο πρὸς τὸ παρόν. ὁ δὲ Φίλιππος τῇ μὲν πρώτῃ κατεστρατοπέδευσε περὶ τὰς Ἀμύκλας. [2] αἱ δ᾽ Ἀμύκλαι καλούμεναι τόπος ἐστὶ τῆς Λακωνικῆς χώρας καλλιδενδρότατος καὶ καλλικαρπότατος, ἀπέχει δὲ τῆς Λακεδαίμονος ὡς εἴκοσι σταδίους. [3] ὑπάρχει δὲ καὶ τέμενος Ἀπόλλωνος ἐν αὐτῷ σχεδὸν ἐπιφανέστατον τῶν κατὰ τὴν Λακωνικὴν ἱερῶν. κεῖται δὲ τῆς πόλεως ἐν τοῖς πρὸς θάλατταν κεκλιμένοις μέρεσι. [4] τῇ δ᾽ ἐπιούσῃ πορθῶν ἅμα τὴν χώραν εἰς τὸν Πύρρου καλούμενον κατέβη χάρακα. δύο δὲ τὰς ἑξῆς ἡμέρας ἐπιδραμὼν καὶ δῃώσας τοὺς σύνεγγυς τόπους, [5] κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην: καὶ ποιησάμενος προσβολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου. [6] μεταβαλόμενος δ᾽ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δ᾽ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ διακόσια καὶ τριάκοντα στάδια. [7] τοῦτο δ᾽ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα τῆς Λακωνικῆς. [8] ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.

  [1] οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλππίου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους. [2] τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν: [3] ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι συνάψαι τοῖς περὶ τὸν Φίλιππον. [4] παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, ὃ κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρατοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως: [5] οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούντων τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ τείχους αὐτοῦ παρενέβαλον. [6] ὁ δὲ Λυκοῦργος, προσαγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακεδαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς. οἱ δὲ Μεσσήνιοι, [7] τἄλλα πάντα κακῶς βουλευσάμενοι, καὶ μάλιστα προελθεῖν ἐκ τῆς Τεγέας, μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις, παρ᾽ αὐτόν γε τὸν κίνδυνον κατὰ τὴν ἐπίθεσιν ὅμως τὸ δυνατὸν ἐκ τῶν πραγμάτων ἔλαβον πρὸς τὴν ἑαυτῶν σωτηρίαν: [8] ἅμα γὰρ τῷ συνιδεῖν ἐπιφαινομένους τοὺς πολεμίους ἀφέμενοι πάντων σπουδῇ πρὸς τὸ χωρίον πρ�
�σέφυγον. [9] διόπερ Λυκοῦργος τῶν μὲν ἵππων ἐγκρατὴς ἐγένετο τῶν πλείστων καὶ τῆς ἀποσκευῆς, τῶν δ᾽ ἀνδρῶν ζωγρίᾳ μὲν οὐδενὸς ἐκυρίευσε, τῶν δ᾽ ἱππέων ὀκτὼ μόνον ἀπέκτεινε. [10]

  [1] Μεσσήνιοι μὲν οὖν τοιαύτῃ περιπετείᾳ χρησάμενοι πάλιν δι᾽ Ἄργους εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν. [11] ὁ δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν ἐκ τῆς χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς. [12] ὁ δὲ βασιλεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας. Λυκοῦργος δὲ διαταξάμενος περὶ τοῦ μέλλοντος κινδύνου τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις, αὐτὸς μὲν ἐξελθὼν ἐκ τῆς πόλεως κατελάβετο τοὺς περὶ τὸ Μενελάιον τόπους, ἔχων τοὺς πάντας οὐκ ἐλάττους δισχιλίων, [2] τοῖς δ᾽ ἐν τῇ πόλει συνέθετο προσέχειν τὸν νοῦν, ἵν᾽ ὅταν αὐτοῖς αἴρῃ τὸ σύνθημα, σπουδῇ κατὰ πλείους τόπους ἐξαγαγόντες πρὸ τῆς πόλεως τὴν δύναμιν ἐκτάττωσι, βλέπουσαν ἐπὶ τὸν Εὐρώταν, καθ᾽ ὃν ἐλάχιστον τόπον ἀπέχει τῆς πόλεως ὁ ποταμός. [3] τὰ μὲν οὖν περὶ τὸν Λυκοῦργον καὶ τοὺς Λακεδαιμονίους ἐν τούτοις ἦν. [4]

  [1] ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων ἀνυπότακτα καὶ κωφὰ γίνηται τὰ λεγόμενα, συνυποδεικτέον ἂν εἴη τὴν φύσιν καὶ τάξιν αὐτῶν, [5] ὃ δὴ καὶ παρ᾽ ὅλην τὴν πραγματείαν πειρώμεθα ποιεῖν, συνάπτοντες καὶ συνοικειοῦντες ἀεὶ τοὺς ἀγνοουμένους τῶν τόπων τοῖς γνωριζομένοις καὶ παραδιδομένοις. [6] ἐπεὶ γὰρ τῶν κατὰ πόλεμον κινδύνων τοὺς πλείους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν σφάλλουσιν αἱ τῶν τόπων διαφοραί, βουλόμεθα δὲ πάντες οὐχ οὕτως τὸ γεγονὸς ὡς τὸ πῶς ἐγένετο γινώσκειν, [7] οὐ παρολιγωρητέον τῆς τῶν τόπων ὑπογραφῆς ἐν οὐδ᾽ ὁποίᾳ μὲν τῶν πράξεων, ἥκιστα δ᾽ ἐν ταῖς πολεμικαῖς, οὐδ᾽ ὀκνητέον ποτὲ μὲν λιμέσι καὶ πελάγεσι καὶ νήσοις συγχρῆσθαι σημείοις, ποτὲ δὲ πάλιν ἱεροῖς, ὄρεσι, [8] χώραις ἐπωνύμοις, τὸ δὲ τελευταῖον ταῖς ἐκ τοῦ περιέχοντος διαφοραῖς, ἐπειδὴ κοινόταται πᾶσιν ἀνθρώποις εἰσὶν αὗται: [9] μόνως γὰρ οὕτως δυνατὸν εἰς ἔννοιαν ἀγαγεῖν τῶν ἀγνοουμένων τοὺς ἀκούοντας, καθάπερ καὶ πρότερον εἰρήκαμεν. [10] ἔστι δ᾽ ἡ τῶν τόπων φύσις τοιαύτη [ὑπὲρ ὧν νῦν δὴ ὁ λό γος]. τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης καὶ κειμένης ἐν τόποις ἐπιπέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφόρους ἀνωμάλους καὶ βουνώδεις τόπους, [2] τοῦ δὲ ποταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος, [3] συμβαίνει τοὺς βουνοὺς ἐφ᾽ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερινὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ διαφερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι κυρίως, [4] δι᾽ οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρ᾽ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δ᾽ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων: [5] δι᾽ οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατ᾽ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ δὲ δεξιῶν τόν τε ποταμὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων ἐφεστῶτας. [6] ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι: φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, οὐχ οἷον τοὺς ἵππους, ἀλλ᾽ οὐδ᾽ ἂν τοὺς πεζοὺς δυνατὸν ἦν ἐμβαίνειν. [7] διόπερ ἀπελείπετο παρ᾽ αὐτὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι τοῖς πολεμίοις.

  [1] εἰς ἃ βλέπων ὁ Φίλιππος, [8] καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόντων τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦργον ἀπὸ τῶν κατὰ τὸ Μενελάιον τόπων. [9] ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους. [10] ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθ᾽ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δ᾽ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν. [11] οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατος τοὺς ἱππεῖς. ὁ δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους, [2] ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων. [3] ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς ὁ Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δ᾽ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον, [4] τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶ
ν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν. [5] ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους: οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετ᾽ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον. [6] Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δ᾽ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν. [7] Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως. [8] ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπ᾽ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας. [9] τῶν δ᾽ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων, [10] καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις

 

‹ Prev