Book Read Free

Delphi Complete Works of Polybius

Page 208

by Polybius


  [1] Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι. [2] τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρχουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆθος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν: [3] ἀναλαβὼν δὲ τὴν δύναμιν αὐτὸς μὲν ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ Φιλοτερίας, Διογνήτῳ δὲ συνέταξε τῷ ναυάρχῳ πάλιν ἔχοντι τὰς ναῦς ἀποπλεῖν εἰς Τύρον. [4] ἡ δὲ Φιλοτερία κεῖται παρ᾽ αὐτὴν τὴν λίμνην, εἰς ἣν ὁ καλούμενος Ἰορδάνης ποταμὸς εἰσβάλλων ἐξίησι πάλιν εἰς τὰ πεδία τὰ περὶ τὴν Σκυθῶν πόλιν προσαγορευομένην. [5] γενόμενος δὲ καθ᾽ ὁμολογίαν ἐγκρατὴς ἀμφοτέρων τῶν προειρημένων πόλεων, εὐθαρσῶς ἔσχε πρὸς τὰς μελλούσας ἐπιβολὰς διὰ τὸ τὴν ὑποτεταγμένην χώραν ταῖς πόλεσι ταύταις ῥᾳδίως δύνασθαι παντὶ τῷ στρατοπέδῳ χορηγεῖν καὶ δαψιλῆ παρασκευάζειν τὰ κατεπείγοντα πρὸς τὴν χρείαν. [6] ἀσφαλισάμενος δὲ φρουραῖς ταύτας ὑπερέβαλε τὴν ὀρεινὴν καὶ παρῆν ἐπ᾽ Ἀταβύριον, ὃ κεῖται μὲν ἐπὶ λόφου μαστοειδοῦς, τὴν δὲ πρόσβασιν ἔχει πλεῖον ἢ πεντεκαίδεκα σταδίων. [7] χρησάμενος δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐνέδρᾳ καὶ στρατηγήματι κατέσχε τὴν πόλιν: [8] προκαλεσάμενος γὰρ εἰς ἀκροβολισμὸν τοὺς ἀπὸ τῆς πόλεως καὶ συγκαταβιβάσας ἐπὶ πολὺ τοὺς προκινδυνεύοντας, κἄπειτα πάλιν ἐκ μεταβολῆς τῶν φευγόντων καὶ διαναστάσεως τῶν ἐγκαθημένων συμβαλών, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, [9] τέλος δ᾽ ἐπακολουθήσας καὶ προκαταπληξάμενος ἐξ ἐφόδου παρέλαβε καὶ ταύτην τὴν πόλιν. [10] κατὰ δὲ τὸν καιρὸν τοῦτον Κεραίας, εἷς τῶν: ὑπὸ Πτολεμαῖον ταττομένων ὑπάρχων, ἀπέστη πρὸς αὐτόν: ᾧ χρησάμενος μεγαλοπρεπῶς πολλοὺς ἐμετεώρισε τῶν παρὰ τοῖς ἐναντίοις ἡγεμόνων: [11] Ἱππόλοχος γοῦν ὁ Θετταλὸς οὐ μετὰ πολὺ τετρακοσίους ἱππεῖς ἧκεν ἔχων πρὸς αὐτὸν τῶν ὑπὸ Πτολεμαῖον ταττομένων. [12] ἀσφαλισάμενος δὲ καὶ τὸ Ἀταβύριον ἀνέζευξε, καὶ προάγων παρέλαβε Πέλλαν καὶ

  [1] Καμοῦν καὶ Γεφροῦν. τοιαύτης δὲ γενομένης τῆς εὐροίας, οἱ τὴν παρακειμένην Ἀραβίαν κατοικοῦντες, παρακαλέσαντες σφᾶς αὐτούς, ὁμοθυμαδὸν αὐτῷ προσέθεντο πάντες. [2] προσλαβὼν δὲ καὶ τὴν παρὰ τούτων ἐλπίδα καὶ χορηγίαν προῆγε, καὶ κατασχὼν *** εἰς τὴν Γαλᾶτιν *** γίνεται *** Ἀβίλων καὶ τῶν εἰς αὐτὰ παραβεβοηθηκότων, ὧν ἡγεῖτο Νικίας, ἀναγκαῖος ὢν καὶ συγγενὴς Μεννέου. [3] καταλειπομένων δ᾽ ἔτι τῶν Γαδάρων, ἃ δοκεῖ τῶν κατ᾽ ἐκείνους τοὺς τόπους ὀχυρότητι διαφέρειν, προσστρατοπεδεύσας αὐτοῖς καὶ συστησάμενος ἔργα ταχέως κατεπλήξατο καὶ παρέλαβε τὴν πόλιν. [4] μετὰ δὲ ταῦτα πυνθανόμενος εἰς τὰ Ῥαββατάμανα τῆς Ἀραβίας καὶ πλείους ἡθροισμένους τῶν πολεμίων πορθεῖν καὶ κατατρέχειν τὴν τῶν προσκεχωρηκότων Ἀράβων αὐτῷ χώραν, πάντ᾽ ἐν ἐλάττονι θέμενος ὥρμησε καὶ προσεστρατοπέδευσε τοῖς βουνοῖς, ἐφ᾽ ὧν κεῖσθαι συμβαίνει τὴν πόλιν. [5] περιελθὼν δὲ καὶ συνθεασάμενος τὸν λόφον κατὰ δύο τόπους μόνον ἔχοντα πρόσοδον, ταύτῃ προσέβαινε καὶ κατὰ τούτους συνίστατο τοὺς τόπους τὰς τῶν μηχανημάτων κατασκευάς. [6] ἀποδοὺς δὲ τὴν ἐπιμέλειαν τῶν ἔργων τῶν μὲν Νικάρχῳ, τῶν δὲ Θεοδότῳ, τὸ λοιπὸν αὐτὸς ἤδη κοινὸν αὑτὸν παρεσκεύαζε κατὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἐπίσκεψιν τῆς ἑκατέρου περὶ ταῦτα φιλοτιμίας. [7] πολλὴν δὲ ποιουμένων σπουδὴν τῶν περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον, καὶ συνεχῶς ἁμιλλωμένων πρὸς ἀλλήλους περὶ τοῦ πότερος αὐτῶν φθάσει καταβαλὼν τὸ προκείμενον τῶν ἔργων τεῖχος, ταχέως συνέβη καὶ παρὰ τὴν προσδοκίαν ἑκάτερον πεσεῖν τὸ μέρος. [8] οὗ συμβάντος ἐποιοῦντο καὶ νύκτωρ μὲν καὶ μεθ᾽ ἡμέραν προσβολὰς καὶ πᾶσαν προσέφερον βίαν, οὐδένα παραλείποντες καιρόν. [9] συνεχῶς δὲ καταπειράζοντες τῆς πόλεως οὐ μὴν ἤνυον τῆς ἐπιβολῆς οὐδὲν διὰ τὸ πλῆθος τῶν εἰς τὴν πόλιν συνδεδραμηκότων ἀνδρῶν, ἕως οὗ τῶν αἰχμαλώτων τινὸς ὑποδείξαντος τὸν ὑπόνομον, δι᾽ οὗ κατέβαινον ἐπὶ τὴν ὑδρείαν οἱ πολιορκούμενοι, τοῦτον ἀναρρήξαντες ἐνέφραξαν ὕλῃ καὶ λίθοις καὶ παντὶ τῷ τοιούτῳ γένει. [10] τότε δὲ συνείξαντες οἱ κατὰ τὴν πόλιν διὰ τὴν ἀνυδρίαν παρέδοσαν αὑτούς. [11] οὗ γενομένου κυριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης: Ἱππόλοχον δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντακισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπ᾽ αὐτὸν ταττομένοις, [12] ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολεμαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν.

  [1] κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν. [2] τοῦ δ᾽ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας, [3] ὁ δ᾽ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν. [4] οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένη
ν Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον. [5] ὁ δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλουμένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον. [6] ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους. οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, [7] ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δ᾽ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν. [8] ὁ δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς. καταλαβὼν δ᾽ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας, [9] αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν, [10] ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς

  [1] Πεδνηλισσεῦσιν. οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων. [2] οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύτης μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον ἢ πρὸ τοῦ προσεκαρτέρουν. [3] τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατοικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπένδιοι δὲ τοὺς ἡμίσεις: [4] Σιδῆται δὲ τὰ μὲν στοχαζόμενοι τῆς πρὸς Ἀντίοχον εὐνοίας, τὸ δὲ πλεῖον διὰ τὸ πρὸς Ἀσπενδίους μῖσος, οὐ μετέσχον τῆς βοηθείας. [5] ὁ δὲ Γαρσύηρις ἀναλαβὼν τάς τε τῶν βεβοηθηκότων καὶ τὰς ἰδίας δυνάμεις ἧκε πρὸς τὴν Πεδνηλισσόν, πεπεισμένος ἐξ ἐφόδου λύσειν τὴν πολιορκίαν: οὐ καταπληττομένων δὲ τῶν Σελγέων, λαβὼν σύμμετρον ἀπόστημα κατεστρατοπέδευσε. [6] τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, ὁ Γαρσύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοιμάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε. [7] τῶν δὲ Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθησάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς κυριεῦσαι τοὺς Σελγεῖς. [8] οἷς ἐπαρθέντες ἐνεχείρησαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν: ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς. [9] δι᾽ ἃ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναντίων παρεμβολῇ. [10] πανταχόθεν δὲ τοῦ κινδύνου παραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν ὁ Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυλακτούμενον: [11] οὓς νομίσαντες οἱ Σελγεῖς καταπεπληγμένους καὶ δεδιότας τὸ μέλλον ἀποχωρήσειν οὐ προσέσχον, ἀλλ᾽ ἁπλῶς ὠλιγώρησαν. [12] οἱ δὲ περιιππεύσαντες καὶ γενόμενοι κατὰ νώτου τοῖς πολεμίοις ἐνέβαλον, καὶ προσέφερον τὰς χεῖρας ἐρρωμένως. [13] οὗ συμβαίνοντος ἀναθαρρήσαντες οἱ τοῦ Γαρσυήριδος πεζοί, καίπερ ἤδη τετραμμένοι, πάλιν ἐκ μεταβολῆς ἠμύνοντο τοὺς εἰσπίπτοντας: [14] ἐξ οὗ περιεχόμενοι πανταχόθεν οἱ Σελγεῖς τέλος εἰς φυγὴν ὥρμησαν. [15] ἅμα δὲ τούτοις οἱ Πεδνηλισσεῖς ἐπιθέμενοι τοὺς ἐν τῷ χάρακι καταλειφθέντας ἐξέβαλον. [16] γενομένης δὲ τῆς φυγῆς ἐπὶ πολὺν τόπον, ἔπεσον μὲν οὐκ ἐλάττους μυρίων, τῶν δὲ λοιπῶν οἱ μὲν σύμμαχοι πάντες εἰς τὴν οἰκείαν, οἱ δὲ Σελγεῖς διὰ τῆς ὀρεινῆς εἰς τὴν αὑτῶν πατρίδα κατέφυγον.

  [1] ὁ δὲ Γαρσύηρις ἀναζεύξας ἐκ ποδὸς εἵπετο τοῖς φεύγουσι, σπεύδων διελθεῖν τὰς δυσχωρίας καὶ συνεγγίσαι τῇ πόλει πρὶν ἢ στῆναι καὶ βουλεύσασθαί τι τοὺς πεφευγότας ὑπὲρ τῆς αὑτοῦ παρουσίας. [2] οὗτος μὲν οὖν ἧκε μετὰ τῆς δυνάμεως πρὸς τὴν πόλιν: [3] οἱ δὲ Σελγεῖς δυσελπιστοῦντες μὲν ἐπὶ τοῖς συμμάχοις διὰ τὴν κοινὴν περιπέτειαν, ἐκπεπληγμένοι δὲ ταῖς ψυχαῖς διὰ τὸ γεγονὸς ἀτύχημα, περίφοβοι τελέως ἦσαν καὶ περὶ σφῶν αὐτῶν καὶ περὶ τῆς πατρίδος. [4] διὸ συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύσαντο πρεσβευτὴν ἐκπέμπειν ἕνα τῶν πολιτῶν Λόγβασιν, ὃς ἐγεγόνει μὲν ἐπὶ πολὺ συνήθης καὶ ξένος Ἀντιόχου τοῦ μεταλλάξαντος τὸν βίον ἐπὶ Θρᾴκης, [5] δοθείσης δ᾽ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον. [6] δι᾽ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν: [7] ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ �
�ατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν. [8] ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων, [9] πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δ᾽ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις

  [1] καὶ παρασκευὰς τῆς ἐπιβολῆς. κατὰ δὲ τὸν καιρὸν τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς τὴν πόλιν. [2] ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας. καί μοι δοκεῖ πάντων τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄνθρωπος, δοκοῦν εἶναι πανουργότατον. [3] πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται; [4] καὶ τούτων οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμβεβηκότων οὐκ οἶδ᾽ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν. [5] τούτου δ᾽ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων, [6] ὃ δ᾽ ἐστὶ ῥᾷστον μὲν τῶν ὄντων, μεγίστας δὲ παρέχεται χρείας ἐν τοῖς ἐπισφαλέσι καιροῖς, τούτου πάντες κατολιγωροῦμεν, καὶ ταῦτα δυνάμενοι μετ᾽ εὐσχήμονος ἀναπαύσεως ἅμα καὶ διαγωγῆς ἐκ τῆς ἱστορίας καὶ πολυπραγμοσύνης περιποιεῖσθαι τὴν τοιαύτην ἐμπειρίαν. [7] πλὴν ὁ μὲν Ἀχαιὸς ἧκε πρὸς τὸν καιρόν, οἱ δὲ Σελγεῖς συμμίξαντες αὐτῷ μεγάλας ἔσχον ἐλπίδας ὡς ὁλοσχεροῦς τινος τευξόμενοι φιλανθρωπίας. [8] ὁ δὲ Λόγβασις ἐν τούτῳ τῷ καιρῷ κατὰ βραχὺ συνηθροικὼς εἰς τὴν ἰδίαν οἰκίαν τῶν ἐκ τοῦ στρατοπέδου παρεισιόντων στρατιωτῶν, συνεβούλευε τοῖς πολίταις μὴ παρεῖναι τὸν καιρόν, [9] ἀλλὰ πράττειν βλέποντας εἰς τὴν ὑποδεικνυμένην φιλανθρωπίαν ὑπ᾽ Ἀχαιοῦ, καὶ τέλος ἐπιθεῖναι ταῖς συνθήκαις πανδημεὶ βουλευσαμένους ὑπὲρ τῶν ἐνεστώτων. [10] ταχὺ δὲ συναθροισθείσης τῆς ἐκκλησίας, οὗτοι μὲν ἐβουλεύοντο, καλέσαντες καὶ τοὺς ἀπὸ τῶν φυλακείων ἅπαντας, ὡς τέλος ἐπιθή

 

‹ Prev