Book Read Free

Delphi Complete Works of Polybius

Page 222

by Polybius


  [1] ὅταν δὲ κατὰ τὰς πορείας ἐγγίζωσι στρατοπεδεύειν, προπορεύονται χιλίαρχος καὶ τῶν ταξιάρχων οἱ πρὸς τοῦτο τὸ μέρος ἀεὶ προχειρισθέντες, [2] οἵτινες ἐπειδὰν συνθεάσωνται τὸν ὅλον τόπον, οὗ δεῖ στρατοπεδεύειν, ἐν αὐτῷ τούτῳ πρῶτον μὲν διέλαβον τὴν τοῦ στρατηγοῦ σκηνὴν οὗ δεήσει θεῖναι κατὰ τὸν ἄρτι λόγον, καὶ παρὰ ποίαν ἐπιφάνειαν καὶ πλευρὰν τῆς περὶ τὴν σκηνὴν περιστάσεως παρεμβαλεῖν τὰ στρατόπεδα: [3] τούτων δὲ προκριθέντων διαμετροῦνται τὴν περίστασιν τῆς σκηνῆς, μετὰ δὲ ταῦτα τὴν εὐθεῖαν, ἐφ᾽ ἧς αἱ σκηναὶ τίθενται τῶν χιλιάρχων, ἑξῆς δὲ τὴν ταύτης παράλληλον, ἀφ᾽ ἧς ἄρχεται τὰ στρατόπεδα παρεμβάλλειν. [4] ὁμοίως δὲ καὶ τὰ ἐπὶ θάτερα μέρη τῆς σκηνῆς κατεμετρήσαντο γραμμαῖς, περὶ ὧν ὑπεδείξαμεν ἄρτι διὰ πλειόνων κατὰ μέρος. [5] γενομένων δὲ τούτων ἐν βραχεῖ χρόνῳ διὰ τὸ ῥᾳδίαν εἶναι τὴν καταμέτρησιν, ὡς ἁπάντων ὡρισμένων καὶ συνήθων ὄντων διαστημάτων, [6] μετὰ δὲ ταῦτα σημαίαν ἔπηξαν μίαν μὲν καὶ πρώτην, ἐν ᾧ δεῖ τόπῳ τίθεσθαι τὴν τοῦ στρατηγοῦ σκηνήν, δευτέραν δὲ τὴν ἐπὶ τῆς προκριθείσης πλευρᾶς, τρίτην ἐπὶ μέσης τῆς γραμμῆς ἐφ᾽ ἧς οἱ χιλίαρχοι σκηνοῦσι, τετάρτην, παρ᾽ ἣν τίθενται τὰ στρατόπεδα. καὶ ταύτας μὲν ποιοῦσι φοινικιᾶς, [7] τὴν δὲ τοῦ στρατηγοῦ λευκήν. τὰ δ᾽ ἐπὶ θάτερα ποτὲ μὲν ψιλὰ δόρατα πηγνύουσι, ποτὲ δὲ σημαίας ἐκ τῶν ἄλλων χρωμάτων. [8] γενομένων δὲ τούτων ἑξῆς τὰς ῥύμας διεμέτρησαν καὶ δόρατα κατέπηξαν ἐφ᾽ ἑκάστης ῥύμης. [9] ἐξ ὧν εἰκότως, ὅταν ἐγγίσῃ τὰ στρατόπεδα κατὰ τὰς πορείας καὶ γένητ᾽ εὐσύνοπτος ὁ τόπος τῆς παρεμβολῆς, εὐθέως ἅπαντα γίνεται πᾶσι γνώριμα, τεκμαιρομένοις καὶ συλλογιζομένοις ἀπὸ τῆς τοῦ στρατηγοῦ σημαίας. [10] λοιπὸν ἑκάστου σαφῶς γινώσκοντος ἐν ποίᾳ ῥύμῃ καὶ ποίῳ τόπῳ τῆς ῥύμης σκηνοῖ διὰ τὸ πάντας ἀεὶ τὸν αὐτὸν ἐπέχειν τῆς στρατοπεδείας, γίνεταί τι παραπλήσιον, οἷον ὅταν εἰς πόλιν εἰσίῃ στρατόπεδον ἐγχώριον. [11] καὶ γὰρ ἐκεῖ διακλίναντες ἀπὸ τῶν πυλῶν εὐθέως ἕκαστοι προάγουσι καὶ παραγίνονται πρὸς τὰς ἰδίας οἰκήσεις ἀδιαπτώτως, διὰ τὸ καθόλου καὶ κατὰ μέρος γινώσκειν ποῦ τῆς πόλεώς ἐστιν αὐτοῖς ἡ κατάλυσις. [12] τὸ δὲ παραπλήσιον τούτοις καὶ περὶ τὰς Ῥωμαϊκὰς συμβαίνει στρατοπεδείας.

  [1] ἧι δοκοῦσι Ῥωμαῖοι καταδιώκοντες τὴν ἐν τούτοις εὐχέρειαν τὴν ἐναντίαν ὁδὸν πορεύεσθαι τοῖς Ἕλλησι κατὰ τοῦτο τὸ μέρος. [2] οἱ μὲν γὰρ Ἕλληνες ἐν τῷ στρατοπεδεύειν ἡγοῦνται κυριώτατον τὸ κατακολουθεῖν ταῖς ἐξ αὐτῶν τῶν τόπων ὀχυρότησιν, ἅμα μὲν ἐκκλίνοντες τὴν περὶ τὰς ταφρείας ταλαιπωρίαν, ἅμα δὲ νομίζοντες οὐχ ὁμοίας εἶναι τὰς χειροποιήτους ἀσφαλείας ταῖς ἐξ αὐτῆς τῆς φύσεως ἐπὶ τῶν τόπων ὑπαρχούσαις ὀχυρότησι. [3] διὸ καὶ κατά τε τὴν τῆς ὅλης παρεμβολῆς θέσιν πᾶν ἀναγκάζονται σχῆμα μεταλαμβάνειν, ἑπόμενοι τοῖς τόποις, τά τε μέρη μεταλλάττειν ἄλλοτε πρὸς ἄλλους καὶ ἀκαταλλήλους τόπους: [4] ἐξ ὧν ἄστατον ὑπάρχειν συμβαίνει καὶ τὸν κατ᾽ ἰδίαν καὶ τὸν κατὰ μέρος ἑκάστῳ τόπον τῆς στρατοπεδείας. [5] Ῥωμαῖοι δὲ τὴν περὶ τὰς τάφρους ταλαιπωρίαν καὶ τἄλλα τὰ παρεπόμενα τούτοις ὑπομένειν αἱροῦνται χάριν τῆς εὐχερείας καὶ τοῦ γνώριμον καὶ μίαν ἔχειν καὶ τὴν αὐτὴν αἰεὶ παρεμβολήν. [6]

  [1] τὰ μὲν οὖν ὁλοσχερέστερα μέρη τῆς περὶ τὰ στρατόπεδα θεωρίας, καὶ μάλιστα περὶ τὰς παρεμβολάς, ταῦτ᾽ ἔστιν. [Cod. Urb. v. p. 264, 17 habet haec cum antecedentibus arcte cohaerentia exc. ant. p. 180.] VII. Rei Publicae Romanae cum Aliis Collatio σχεδὸν δὴ πάντες οἱ συγγραφεῖς περὶ τούτων ἡμῖν τῶν πολιτευμάτων παραδεδώκασι τὴν ἐπ᾽ ἀρετῇ φήμην, περί τε τοῦ Λακεδαιμονίων καὶ Κρητῶν καὶ Μαντινέων, ἔτι δὲ Καρχηδονίων: ἔνιοι δὲ καὶ περὶ τῆς Ἀθηναίων καὶ Θηβαίων πολιτείας πεποίηνται μνήμην. [2] ἐγὼ δὲ ταύτας μὲν ἐῶ, τὴν γὰρ Ἀθηναίων καὶ Θηβαίων οὐ πάνυ τι πολλοῦ προσδεῖσθαι πέπεισμαι λόγου διὰ τὸ μήτε τὰς αὐξήσεις ἐσχηκέναι κατὰ λόγον μήτε τὰς ἀκμὰς ἐπιμόνους, μήτε τὰς μεταβολὰς ἐνηλλαχέναι μετρίως, [3] ἀλλ᾽ ὥσπερ ἐκ προσπαίου τινὸς τύχης σὺν καιρῷ λάμψαντας, τὸ δὴ λεγόμενον, ἔτι δοκοῦντας ἀκμὴν καὶ μέλλοντας εὐτυχεῖν, τῆς ἐναντίας πεῖραν εἰληφέναι μεταβολῆς. [4] Θηβαῖοι μὲν γὰρ τῇ Λακεδαιμονίων ἀγνοίᾳ καὶ τῷ τῶν συμμάχων πρὸς αὐτοὺς μίσει συνεπιθέμενοι, διὰ τὴν ἑνὸς ἀνδρὸς ἀρετὴν ἢ καὶ δευτέρου, τῶν τὰ προειρημένα συνιδόντων, περιεποιήσαντο παρὰ τοῖς Ἕλλησι τὴν ἐπ᾽ ἀρετῇ φήμην. [5] ὅτι γὰρ οὐχ ἡ τῆς πολιτείας σύστασις αἰτία τότ᾽ ἐγένετο Θηβαίοις τῶν εὐτυχημάτων, ἀλλ᾽ ἡ τῶν προεστώτων ἀνδρῶν ἀρετή, παρὰ πόδας ἡ τύχη τοῦτο πᾶσιν ἐποίησε δῆλον: [6] καὶ γὰρ συνηυξήθη καὶ συνήκμασε καὶ συγκατελύθη τὰ Θηβαίων ἔργα τῷ τ᾽ Ἐπαμινώνδου καὶ τῷ Πελοπίδου βίῳ προφανῶς. [7] ἐξ ὧν οὐ τὴν πολιτείαν αἰτίαν, ἀλλὰ τοὺς ἄνδρας ἡγητέον τῆς τότε

  [1] γενομένης περὶ τὴν Θηβαίων πόλιν ἐπιφανείας. τὸ δὲ παραπλήσιον καὶ περὶ τῆς Ἀθηναίων πολιτείας διαληπτέον. [2] καὶ γὰρ αὕτη πλεονάκις μὲν ἴσως, ἐκφανέστατα δὲ τῇ Θεμιστοκλέους ἀρετῇ συνανθήσασα ταχέως τῆς ἐναντίας μεταβολῆς ἔλαβε πεῖραν διὰ τὴν ἀνωμαλίαν τῆς φύσεως. [3] ἀεὶ γάρ ποτ�
� τὸν τῶν Ἀθηναίων δῆμον παραπλήσιον εἶναι συμβαίνει τοῖς ἀδεσπότοις σκάφεσι. [4] καὶ γὰρ ἐπ᾽ ἐκείνων, ὅταν μὲν ἢ διὰ πελαγῶν φόβον ἢ διὰ περίστασιν χειμῶνος ὁρμὴ παραστῇ τοῖς ἐπιβάταις συμφρονεῖν καὶ προσέχειν τὸν νοῦν τῷ κυβερνήτῃ, γίνεται τὸ δέον ἐξ αὐτῶν διαφερόντως: [5] ὅταν δὲ θαρρήσαντες ἄρξωνται καταφρονεῖν τῶν προεστώτων καὶ στασιάζειν πρὸς ἀλλήλους διὰ τὸ μηκέτι δοκεῖν πᾶσι ταὐτά, [6] τότε δὴ τῶν μὲν ἔτι πλεῖν προαιρουμένων, τῶν δὲ κατεπειγόντων ὁρμίζειν τὸν κυβερνήτην, καὶ τῶν μὲν ἐκσειόντων τοὺς κάλους, τῶν δ᾽ ἐπιλαμβανομένων καὶ στέλλεσθαι παρακελευομένων, αἰσχρὰ μὲν πρόσοψις γίνεται τοῖς ἔξωθεν θεωμένοις διὰ τὴν ἐν ἀλλήλοις διαφορὰν καὶ στάσιν, ἐπισφαλὴς δ᾽ ἡ διάθεσις τοῖς μετασχοῦσι καὶ κοινωνήσασι τοῦ πλοῦ: [7] διὸ καὶ πολλάκις διαφυγόντες τὰ μέγιστα πελάγη καὶ τοὺς ἐπιφανεστάτους χειμῶνας ἐν τοῖς λιμέσι καὶ πρὸς τῇ γῇ ναυαγοῦσιν. [8] ὃ δὴ καὶ τῇ τῶν Ἀθηναίων πολιτείᾳ πλεονάκις ἤδη συμβέβηκε: διωσαμένη γὰρ ἐνίοτε τὰς μεγίστας καὶ δεινοτάτας περιστάσεις διά τε τὴν τοῦ δήμου καὶ τὴν τῶν προεστώτων ἀρετὴν ἐν ταῖς ἀπεριστάτοις ῥᾳστώναις εἰκῇ πως καὶ ἀλόγως ἐνίοτε σφάλλεται. [9] διὸ καὶ περὶ μὲν ταύτης τε καὶ τῆς τῶν Θηβαίων οὐδὲν δεῖ πλείω λέγειν, ἐν αἷς ὄχλος χειρίζει τὰ ὅλα κατὰ τὴν ἰδίαν ὁρμήν, ὁ μὲν ὀξύτητι καὶ πικρίᾳ διαφέρων, ὁ δὲ βίᾳ καὶ θυμῷ συμπεπαιδευμένος.

  [1] ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος, Ξενοφῶν, Καλλισθένης, Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῇ Λακεδαιμονίων, δεύτερον δ᾽ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν: [2] ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ. [3] σκοπεῖν δ᾽ ἐκ τούτων πάρεστι. καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶτον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν δεῖ τῆς πολιτικῆς χώρας, [4] δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρ᾽ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνῃρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν. [5] τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βασιλεῖς ἀΐδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευόμενοι γέροντες διὰ βίου, δι᾽ ὧν καὶ μεθ᾽ ὧν πάντα

  [1] χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία: τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον, [2] εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκτετίμηται παρ᾽ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν. [3] καθόλου θ᾽ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρ᾽ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. [4] καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρ᾽ αὐτοῖς ἐστι καὶ δημοκρατικὴν ἔχει διάθεσιν. [5] ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι. [6] καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφορὰς καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρῳ διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι: [7] δυεῖν γὰρ ὄντων, δι᾽ ὧν σῴζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνῃρηκότα τὴν πλεονεξίαν ἅμα ταύτῃ συνανῃρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν: [8] ᾗ καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν ταὐτά. [9] ταῦτα δ᾽ ἀποφηνάμενοι, καὶ θεωροῦντες ἐκ παραθέσεως Κρηταιεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλείσταις ἰδίᾳ καὶ κατὰ κοινὸν στάσεσι καὶ φόνοις καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς ὁμοίων ὄντων τῶν πολιτευμάτων. [10] ὁ δ᾽ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστ᾽, εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσέχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν.

  [1] ἧι μὲν οὖν μοι δοκοῦσι διαφέρειν ἀλλήλων, [11] ταῦτ᾽ ἔστιν ᾗ δὲ πάλιν οὔτ᾽ ἐπαινετὴν οὔτε ζηλωτὴν ἡγούμεθ᾽ εἶναι τὴν Κρητικὴν πολιτείαν, νῦν ἤδη διέξιμεν. ἐγὼ γὰρ οἶμαι δύ᾽ ἀρχὰς εἶναι πάσης πολιτείας, δι᾽ ὧν αἱρετὰς ἢ φευκτὰς συμβαίνει γίνεσθαι τάς τε δυνάμεις αὐτῶν καὶ τὰς συστάσεις: αὗται δ᾽ εἰσὶν ἔθη καὶ νόμοι: [2] ὧν τὰ μὲν αἱρετὰ τούς τε κατ᾽ ἰδίαν βίους τῶν ἀνθρώπων ὁσίους ἀποτελεῖ καὶ σώφρονας τό τε κοινὸν ἦθος τῆς πόλεως ἥμερον ἀπεργάζεται καὶ δίκαιον, τὰ δὲ φευκτὰ τοὐναντίον. [3] ὥσπερ οὖν, ὅταν τοὺς ἐθισμοὺς καὶ νόμους κατίδωμεν παρά τισι σπουδαίους ὑπάρχοντας, θαρροῦντες ἀποφαινόμεθα καὶ τοὺς ἄνδρας ἐκ τούτων ἔσεσθαι καὶ τὴν τούτων πολιτείαν σπουδαίαν, [4] οὕτως, ὅταν τούς τε κατ᾽ ἰδίαν βίους τιν�
��ν πλεονεκτικοὺς τάς τε κοινὰς πράξεις ἀδίκους θεωρήσωμεν, δῆλον ὡς εἰκὸς λέγειν καὶ τοὺς νόμους καὶ τὰ κατὰ μέρος ἤθη καὶ τὴν ὅλην πολιτείαν αὐτῶν εἶναι φαύλην. [5] καὶ μὴν οὔτε κατ᾽ ἰδίαν ἤθη δολιώτερα Κρηταιέων εὕροι τις ἂν πλὴν τελείως ὀλίγων οὔτε κατὰ κοινὸν ἐπιβολὰς ἀδικωτέρας. [6] διόπερ οὔθ᾽ ὁμοίαν αὐτὴν ἡγούμενοι τῇ Λακεδαιμονίων οὔτε μὴν ἄλλως αἱρετὴν οὔτε ζηλωτὴν ἀποδοκιμάζομεν ἐκ τῆς προειρημένης συγκρίσεως. [7]

 

‹ Prev