Book Read Free

Delphi Complete Works of Polybius

Page 240

by Polybius


  [1] οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι: [6] τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν. [7] ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον. ὑμεῖς δ᾽ ἃ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δ᾽ ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε, [8] σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι. περὶ δὲ τῶν κατ᾽ Ἀντίγονον ἕως τούτου βούλομαι ποιήσασθαι τὴν μνήμην, [ἕως] τοῦ μὴ δόξαι καταφρονεῖν τῶν γεγονότων μηδ᾽ ἐν παρέργῳ τίθεσθαι τὴν τηλικαύτην πρᾶξιν. [2] ἔγωγ᾽ εὐεργεσίαν μείζω τῆς ὑπ᾽ Ἀντιγόνου γεγενημένης εἰς ὑμᾶς οὐδ᾽ ἱστορεῖσθαι νομίζω: δοκεῖ γὰρ ἔμοιγε μηδ᾽ ὑπερβολὴν ἐπιδέχεσθαι τὸ γεγονός. [3] γνοίη δ᾽ ἄν τις ἐκ τούτων. ἐπολέμησε πρὸς ὑμᾶς Ἀντίγονος, καὶ μετὰ ταῦτα παραταξάμενος ἐνίκησε: διὰ τῶν ὅπλων ἐγένετο κύριος τῆς χώρας ἅμα καὶ τῆς πόλεως. [4] ὤφειλε ποιεῖν τὰ τοῦ πολέμου: τοσοῦτον ἀπέσχε τοῦ πρᾶξαί τι καθ᾽ ὑμῶν δεινόν, ὡς πρὸς τοῖς ἄλλοις ἐκβαλὼν τὸν τύραννον καὶ τοὺς νόμους καὶ τὸ πάτριον ὑμῖν ἀποκατέστησε πολίτευμα. [5] ἀνθ᾽ ὧν ὑμεῖς ἐν ταῖς κοιναῖς πανηγύρεσι μάρτυρας ποιησάμενοι τοὺς Ἕλληνας εὐεργέτην ἑαυτῶν καὶ σωτῆρα τὸν Ἀντίγονον ἀνεκηρύξατε. [6] τί οὖν ἐχρῆν ποιεῖν ὑμᾶς; ἐρῶ γὰρ τὸ φαινόμενον, ἄνδρες. ὑμεῖς δ᾽ ἀνέξεσθε: ποιήσω γὰρ τοῦτο νῦν οὐκ ἀπροσλόγως ὀνειδίσαι βουλόμενος ὑμῖν, ἀλλ᾽ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως ἀναγκαζόμενος ἐπὶ τῷ κοινῇ συμφέροντι. [7] τί δὴ μέλλω λέγειν; ὅτι καὶ κατὰ τὸν προγεγονότα πόλεμον οὐκ Αἰτωλοῖς, ἀλλὰ Μακεδόσιν ἔδει συμμαχεῖν ὑμᾶς, καὶ νῦν παρακαλουμένους Φιλίππῳ μᾶλλον ἢ τούτοις ἑαυτοὺς προσνέμειν. [8] νὴ Δί᾽, ἀλλὰ παραβήσεσθε τὰς συνθήκας: [9] καὶ πότερα δεινότερον ἂν ποιήσαιτε, τὰ κατ᾽ ἰδίαν πρὸς Αἰτωλοὺς ὑμῖν συγκείμενα δίκαια παριδόντες ἢ τὰ πάντων τῶν Ἑλλήνων ἐναντίον ἐν στήλῃ γεγονότα καὶ καθιερωμένα; [10] πῶς δὲ τούτους ἀθετεῖν εὐλαβεῖσθε, παρ᾽ ὧν οὐδεμίαν προειλήφατε χάριν, Φίλιππον δὲ καὶ Μακεδόνας οὐκ ἐντρέπεσθε, δι᾽ οὓς ἔχετε καὶ τοῦ νῦν βουλεύεσθαι τὴν ἐξουσίαν; [11] ἢ τὸ μὲν τοῖς φίλοις τὰ δίκαια ποιεῖν ἀναγκαῖον ἡγεῖσθε; [12] καὶ μὴν οὐχ οὕτως ὅσιόν ἐστι τὸ τὰς ἐγγράπτους πίστεις βεβαιοῦν, ὡς ἀνόσιον τὸ τοῖς σώσασι πολεμεῖν: ὃ νῦν Αἰτωλοὶ πάρεισιν ὑμᾶς ἀξιοῦντες.

  [1] οὐ μὴν ἀλλ᾽ εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων. ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν. [2] τοῦτο δ᾽ ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθ᾽ οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων: ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι: [3] εἰ δ᾽ ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων. [4] ἐρωτῶ τοιγαροῦν ὑμᾶς, ὦ Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν; ἆρ᾽ οὐ πάντας Ἕλληνας; [5] τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπίδων, ἢ πρὸς ποίαν παρακαλεῖτε τούτους συμμαχίαν; [6] ἆρ᾽ οὐ πρὸς τὴν τῶν βαρβάρων; ὅμοιά γε δοκεῖ τὰ πράγμαθ᾽ ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, ἀλλ᾽ οὐ τἀναντία: [7] τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον: νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι πρὸς ἀλλοφύλους ἀνθρώπους, [8] οὓς ὑμεῖς δοκεῖτε μὲν ἐπισπᾶσθαι κατὰ Φιλίππου, λελήθατε δὲ κατὰ σφῶν αὐτῶν ἐπεσπασμένοι καὶ κατὰ πάσης Ἑλλάδος. [9] ὥσπερ γὰρ οἱ κατὰ τὰς πολεμικὰς περιστάσεις βαρυτέρας ἐπαγόμενοι φυλακὰς εἰς τὰς πόλεις τῆς αὑτῶν δυνάμεως χάριν τῆς ἀσφαλείας ἅμα τὸν ἀπὸ τῶν ἐχθρῶν ἀπωθοῦνται φόβον καὶ ποιοῦσιν ὑποχειρίους σφᾶς αὐτοὺς ταῖς τῶν φίλων ἐξουσίαις, τὸν αὐτὸν τρόπον καὶ νῦν Αἰτωλοὶ διανοοῦνται. [10] βουλόμενοι γὰρ περιγενέσθαι Φιλίππου καὶ ταπεινῶσαι Μακεδόνας, λελήθασιν αὑτοῖς ἐπισπασάμενοι τηλικοῦτο νέφος ἀπὸ τῆς ἑσπέρας, ὃ κατὰ μὲν τὸ παρὸν ἴσως πρώτοις ἐπισκοτήσει Μακεδόσι, κατὰ δὲ τὸ συνεχὲς πᾶσιν ἔσται τοῖς Ἕλλησι μεγάλων κακῶν αἴτιον.

  [1] ἅπαντας μὲν οὖν δεῖ τοὺς Ἕλληνας προϊδέσθαι τὸν ἐπιφερόμενον καιρόν, μάλιστα δὲ Λακεδαιμονίους. [2] ἐπεὶ τίνος χάριν ὑπολαμβάνετε τοὺς ὑμετέρους προγόνους, ἄνδρες Λακεδαιμόνιοι, καθ᾽ οὓς καιροὺς ὁ Ξέρξης ἀπέστειλε πρεσβευτὴν πρὸς ὑμᾶς, ὕδωρ καὶ γῆν αἰτούμενος, ἀπώσαντας εἰς τὸ φρέαρ τὸν παραγεγονότα καὶ προσεπιβαλόντας τῆς γῆς κελεύειν ἀπαγγεῖλαι τῷ Ξέρξῃ διότι παρὰ Λακεδαιμονίων ἔχει τὰ κατὰ τὴν ἐπαγγελίαν, ὕδωρ καὶ γῆν; [3] τίνος πάλιν ἐθελοντὴν καὶ προδήλως ἐξορμᾶν ἀποθανουμένους τοὺς περὶ Λεωνίδην; [4] ἆρ᾽ οὐχ ἵνα δόξωσι μὴ μόνον ὑπὲρ τῆς αὑτῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας προκινδυνεύειν; [5] ἄξιόν γε τοιού
των ἀνδρῶν ἀπογόνους ὑπάρχοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετ᾽ ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θετταλοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν. [6] τούτοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, οὐ μὴν ὑμῖν. [7] καὶ τί δήποτε προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλήφασι συμμαχίαν; [8] οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδραποδίσαντο δὲ τὴν Κυναιθέων. [9] καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περί τε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος.

  [1] ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας; [2] ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον: κατέσχον δὲ πρῴην τὴν τῶν ταλαιπώρων Ἀντικυρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐτήν. [3] καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον [ὅτι] ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας: τὰ δ᾽ ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκότων Αἰτωλοί. [4] καλόν γε ταύτης τῆς συμμαχίας μετασχεῖν κατὰ προαίρεσιν, ἄλλως τε καὶ Λακεδαιμονίους ὑπάρχοντας, [5] οἵ γε Θηβαίους τοὺς κατ᾽ ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν βαρβάρων.

  [1] καλὸν μὲν οὖν, [6] ὦ ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγόνων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων. [7] εἰ δ᾽ ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρ᾽ ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ μετάσχητε τῆς τούτων ἀδικίας.”2 τὸ γὰρ τοιοῦτον ἦθος αἰεὶ βούλεται διαφυλάττειν ἡ τῶν Ἀθηναίων πόλις. [2]

  [1] προθυμίαν γὰρ φίλων συμφόρως μὲν γινομένην μεγάλην παρέχεσθαι χρείαν, ἐφελκομένην δὲ καὶ καθυστεροῦσαν τελέως ἀνωφελῆ ποιεῖν τὴν ἐπικουρίαν. [3] εἴπερ οὖν βούλονται μὴ τοῖς γράμμασι μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις τηρεῖν τὴν πρὸς αὐτοὺς συμμαχίαν ... οἱ δὲ Ἀκαρνᾶνες, [4] πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες, ἐπί τινα παράστασιν κατήντησαν. εἰ δέ τις λειπόμενος μὴ θάνοι, [5] φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. [6] περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φευγόντων δέξασθαι τῇ χώρᾳ. προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώνας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλληλον τῷ τείχει. [2] τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος ἡ τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ τείχους διαθέσει: [3] τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων. [4] διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον ὅ τε κριὸς ἐξωθεῖτο. [5] τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις. [6] ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν. οὗτοι δ᾽ ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις. [7] ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον. [8] καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν ὁ μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους. [9] ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν. [10] ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας. [11] οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον. δι᾽ ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς. [12] οὐ μὴν ἀλλά, καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆγον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς.

  [1] Πόπλιος ὁ τῶν Ῥωμ
αίων στρατηγὸς καὶ Δωρίμαχος ὁ τῶν Αἰτωλῶν, τοῦ Φιλίππου πολιορκοῦντος τὴν Ἐχιναιῶν πόλιν, καὶ τὰ πρὸς τὸ τεῖχος καλῶς ἀσφαλισαμένου καὶ τὰ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ στρατοπέδου τάφρῳ καὶ τείχει ὀχυρωσαμένου, παραγενόμενοι αὐτοί, [2] ὁ μὲν Πόπλιος στόλῳ, ὁ δὲ Δωρίμαχος πεζικῇ καὶ ἱππικῇ δυνάμει, καὶ προσβαλόντες τῷ χάρακι καὶ ἀποκρουσθέντες, τοῦ Φιλίππου μᾶλλον ἰσχυρῶς ἀγωνισαμένου, [3] ἀπελπίσαντες οἱ Ἐχιναιεῖς παρέδοσαν ἑαυτοὺς τῷ Φιλίππῳ. [4] οὐ γὰρ οἷοί τε ἦσαν οἱ περὶ τὸν Δωρίμαχον τῇ τῶν δαπανημάτων ἐνδείᾳ ἀναγκάζειν τὸν Φίλιππον, ἐκ θαλάττης ταῦτα ποριζόμενον.

  [1] ὅτι τῆς Αἰγίνης ὑπὸ Ῥωμαίων ἁλούσης, [5] [οἱ] Αἰγινῆται συναθροισθέντες ἐπὶ τὰς ναῦς, ὅσοι μὴ διεκλάπησαν, ἐδέοντο τοῦ στρατηγοῦ συγχωρῆσαι σφίσι πρεσβευτὰς ἐκπέμψαι πρὸς τὰς συγγενεῖς πόλεις περὶ λύτρων: [6] ὁ δὲ Πόπλιος τὸ μὲν πρῶτον πικρῶς ἀντέφη, φάσκων, ὅτ᾽ ἦσαν αὑτῶν κύριοι, τότε δεῖν διαπρεσβεύεσθαι πρὸς τοὺς κρείττους περὶ σωτηρίας, μὴ νῦν δούλους γεγονότας: [7] τὸ δὲ μικρῷ πρότερον αὐτοὺς μηδὲ λόγου καταξιώσαντας τοὺς παρ᾽ αὐτοῦ πρεσβευτάς, νῦν ὑποχειρίους γεγονότας ἀξιοῦν πρεσβεύειν πρὸς τοὺς συγγενεῖς, πῶς οὐκ εὔηθες εἶναι; [8] καὶ τότε μὲν ἀπέπεμψε τοὺς ἐντυγχάνοντας ταῦτ᾽ εἰπών: τῇ δ᾽ ἐπαύριον συγκαλέσας ἅπαντας τοὺς αἰχμαλώτους, Αἰγινήταις μὲν οὐδὲν ὀφείλειν ἔφη ποιεῖν φιλάνθρωπον, τῶν δὲ λοιπῶν Ἑλλήνων ἕνεκα συγχωρεῖν ἔφη πρεσβεύειν περὶ τῶν λύτρων, ἐπεὶ τοῦτο παρ᾽ αὐτοῖς ἔθος ἐστίν. VIII. Res Asiae ὁ γὰρ Εὐφράτης τὴν μὲν ἀρχὴν λαμβάνει τῆς συστάσεως ἐξ Ἀρμενίας, διαρρεῖ δὲ [τὸν] διὰ Συρίας καὶ τῶν ἑξῆς τόπων ὡς ἐπὶ Βαβυλωνίαν. [2] καὶ δοκεῖ μὲν εἰς τὴν Ἐρυθρὰν ἐμβάλλειν θάλατταν, οὐ μὴν ἔστι γε τοῦτο: ταῖς γὰρ διώρυξι ταῖς ἐπὶ τὴν χώραν ἀγομέναις προεκδαπανᾶται πρὶν ἐκβολὴν εἰς θάλατταν πεποιῆσθαι. [3] διὸ καὶ συμβαίνει τὴν ὑπεναντίαν φύσιν ἔχειν τοῦτον τοῖς πλείστοις τῶν ποταμῶν. τοῖς μὲν γὰρ ἄλλοις αὔξεται τὸ ῥεῦμα, καθὼς ἂν πλείους διαφέρωνται τόπους, καὶ μέγιστοι μέν εἰσι κατὰ χειμῶνα, ταπεινότατοι δὲ κατὰ τὴν ἀκμὴν τοῦ θέρους: [4] οὗτος δὲ καὶ πλεῖστος γίνεται τῷ ῥεύματι κατὰ κυνὸς ἐπιτολὴν καὶ μέγιστος ἐν τοῖς κατὰ Συρίαν τόποις, αἰεὶ δὲ προϊὼν ἐλάττων. [5] αἴτιον δὲ τούτων ὅτι συμβαίνει τὴν μὲν αὔξησιν οὐκ ἐκ τῆς συρρύσεως τῶν χειμερινῶν ὄμβρων, ἀλλ᾽ ἐκ τῆς ἀνατήξεως τῶν χιόνων γίνεσθαι, τὴν δὲ μείωσιν διὰ τὰς ἐκτροπὰς τὰς ἐπὶ τὴν χώραν καὶ τὸν μερισμὸν αὐτοῦ τὸν ἐπὶ τὰς ἀρδεύσεις. [6] ᾗ καὶ τότε βραδεῖαν συνέβαινε γίνεσθαι τὴν κομιδὴν τῶν δυνάμεων, ἅτε καταγόμων μὲν ὄντων τῶν πλοίων, ταπεινοτάτου δὲ τοῦ ποταμοῦ καὶ τελέως βραχύ τι συνεργούσης τῆς τοῦ ῥεύματος βίας πρὸς τὸν πλοῦν.

 

‹ Prev