Book Read Free

Delphi Complete Works of Polybius

Page 280

by Polybius


  [1] οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν τὸν λόγον. ἡ δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν. [2] ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων. [3] πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, [καὶ] ὁ προειρημένος ἀνὴρ γέγονεν: [4] οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ᾽ ἰδίαν ἐντεύξεις, ὥσθ᾽ ὑπερβολὴν μὴ καταλιπεῖν. [5] καίτοι γε [καὶ] νέος ἦν κομιδῇ: πλείω γὰρ τῶν τριάκοντ᾽ ἐτῶν οὐκ εἶχε: καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων. —

  [1] ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δ᾽ ἐπὶ τῷ κατὰ τοὺς προδότας. [2] διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν. [3] καίτοι γ᾽ οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον: τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. [4] δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, [5] οὔτε τοὺς κατὰ τὰς περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. [6] πολλοῦ γε δεῖν: ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν. [7] ἵνα δὲ μὴ πόρρωθεν τὰ παραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν. [8] εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρίσταινος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος. [9] νῦν δὲ χωρὶς τῆς παρ᾽ αὐτὸν τὸν καιρὸν ἀσφαλείας ἑκάστοις περιγενομένης, αὐξήσεως τῶν Ἀχαιῶν ὁμολογουμένως ὁ προειρημένος ἀνὴρ κἀκεῖνο τὸ διαβούλιον αἴτιος ἐδόκει γεγονέναι: [10] διὸ καὶ πάντες αὐτὸν οὐχ ὡς προδότην, ἀλλ᾽ ὡς εὐεργέτην καὶ σωτῆρα τῆς χώρας ἐτίμων. [11] ὁ δ᾽ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῶν ἄλλων, ὅσοι κατὰ τὰς τῶν καιρῶν περιστάσεις τὰ παραπλήσια τούτοις πολιτεύονται καὶ πράττουσιν.

  [1] ἧι καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαινέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως προσέρριψε, [2] φήσας ἐν μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερκιδᾶν καὶ Ἱερώνυμον καὶ Εὐκαμπίδαν προδότας γενέσθαι τῆς Ἑλλάδος, [3] ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ Τελέδαμον καὶ Μνασέαν, [4] παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιωτοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν: [5] σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ τῶν καθ᾽ αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρκαδίας καὶ Μεσσήνης. [6] οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, [7] ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακεδαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων, Μεγαλοπολιτῶν, Τεγεατῶν, Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν πατρίδας ὁμολογουμένως: [8] ἀνθ᾽ ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν. [9] εἰ μὲν οὖν ταῦτ᾽ ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολιτῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι τῆς προσηγορίας ἦσαν ταύτης: [10] εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθένους. [11] ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρίδος συμφέρον, καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ παραπαίειν τῆς ἀληθείας [ὃ πεποίηκε Δημοσθένης], [12] ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων ὅτι καλῶς προυνοήθη τοῦ μέλλοντος, ἀλλ᾽ Εὐκαμπίδᾳ καὶ Ἱερωνύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν. [13] Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ τῇ περὶ Χαιρώνειαν: [14] εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν. [15] διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀ�
�ὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατ᾽ ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε.

  [1] τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον: [2] μάλιστα δ᾽ ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, [3] ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλεῖον δυναμένων ἐξουσίαν. [4] τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας. [5] οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ καλὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δ᾽ ἐναντία πᾶσιν ὁμολογουμένως. [6] ᾗ καὶ θαυμάζειν ἔστι πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν. [7] οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρ᾽ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γ᾽ ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας: [8] οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλ᾽ ὡς μὲν ἐπίπαν ὑπ᾽ αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας. [9] χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον: ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην, [10] μάλ᾽ εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτ᾽ ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν. [11] οὐ μὴν ἀλλ᾽ ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν. [12] ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρ᾽ ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δ᾽ ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατ᾽ ἐκείνων βουλευομένοις, [13] τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλ᾽ ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος. [14] ἀλλ᾽ ὅμως τούτων οὕτως ἐχόντων οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου πλὴν τελέως ὀλίγων τινῶν. [15] ἐξ ὧν εἰκότως εἴποι τις ἂν ὅτι τὸ τῶν ἀνθρώπων γένος, δοκοῦν πανουργότατον εἶναι τῶν ζῴων, πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν. [16] τὰ μὲν γὰρ ἄλλα ζῷα, ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα, διὰ μόνας ταύτας σφάλλεται: τὸ δὲ τῶν ἀνθρώπων γένος, καίπερ δεδοξοποιημένον, οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει. [17] καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. —

  [1] ὅτι ὁ βασιλεὺς Ἄτταλος ἐτιμᾶτο μὲν καὶ πρότερον ὑπὸ τῆς τῶν Σικυωνίων πόλεως διαφερόντως, ἐξ οὗ τὴν ἱερὰν χώραν τοῦ Ἀπόλλωνος ἐλυτρώσατο χρημάτων αὐτοῖς οὐκ ὀλίγων, [2] ἀνθ᾽ ὧν καὶ τὸν κολοσσὸν αὐτοῦ τὸν δεκάπηχυν ἔστησαν παρὰ τὸν Ἀπόλλωνα τὸν κατὰ τὴν ἀγοράν. [3] τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συντελεῖν κατ᾽ ἔτος ἐνομοθέτησαν. [4] Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχρεάς. —

  [1] ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, [2] δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων. [3] ἡ δ᾽ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο: [4] ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατ᾽ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, [5] μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον. —

  [1] ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, [6] ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. — ὁ δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους ᾗ στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθ᾽ αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας. [2] τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν τῶν Ῥωμαίων εὔκοπον. [3] οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον, [4] Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ χάρακος. [5] ἅμα δὲ καὶ μεγάλην εἶν
αι συμβαίνει τὴν διαφορὰν τούτων: [6] οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου, [7] παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες, ὁ δὲ πλείστας τέτταρας: καὶ ταύτας *** ἔχοντες λαμβάνονται * [8] ** οὐκ ἐναλλάξ. ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως — ὁ γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπ᾽ ἀλλήλους — [9] τήν τε χρείαν ἀσφαλῆ διαφερόντως. ὁ μὲν γὰρ τῶν Ἑλλήνων ὅταν τεθῇ πρὸ τῆς παρεμβολῆς, πρῶτον μέν ἐστιν εὐδιάσπαστος: [10] ὅταν γὰρ τὸ μὲν κρατοῦν καὶ πιεζούμενον ὑπὸ τῆς γῆς ἓν ὑπάρχῃ μόνον, αἱ δ᾽ ἀποφύσεις ἐκ τούτου πολλαὶ καὶ μεγάλαι, κἄπειτα δύο παραστάντες ἢ τρεῖς ἐκ τῶν ἀποφύσεων ἐπισπάσωνται τὸν αὐτὸν χάρακα, ῥᾳδίως ἐκσπᾶται. [11] τούτου δὲ συμβάντος εὐθέως πύλη γίνεται διὰ τὸ μέγεθος καὶ τὰ παρακείμενα λέλυται, τῷ βραχείας τὰς εἰς ἀλλήλους ἐμπλοκὰς καὶ τὰς ἐπαλλάξεις γίνεσθαι τοῦ τοιούτου χάρακος. [12] παρὰ δὲ Ῥωμαίοις συμβαίνει τοὐναντίον. τιθέασι γὰρ εὐθέως ἐμπλέκοντες εἰς ἀλλήλους οὕτως ὥστε μήτε τὰς κεραίας εὐχερῶς ἐπιγνῶναι, ποίας εἰσὶν ἐκφύσεως τῶν ἐν τῇ γῇ κατωρυγμένων, μήτε τὰς ἐκφύσεις, ποίων κεραιῶν. [13] λοιπὸν οὔτ᾽ ἐπιλαβέσθαι παρείραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν καὶ προσπιπτουσῶν αὑταῖς, ἔτι δὲ φιλοπόνως ἀπωξυμμένων τῶν κεραιῶν, [14] οὔτ᾽ ἐπιλαβόμενον ἐκσπάσαι ῥᾴδιον διὰ τὸ πρῶτον μὲν πάσας τὰς προσβολὰς σχεδὸν αὐτοκράτορα τὴν ἐκ τῆς γῆς δύναμιν ἔχειν, [15] δεύτερον δὲ τῷ τὸν μίαν ἐπισπώμενον κεραίαν πολλοὺς ἀναγκάζεσθαι πειθομένους ἅμα βαστάζειν διὰ τὴν εἰς ἀλλήλους ἐμπλοκήν: δύο δὲ καὶ τρεῖς ἐπιλαβέσθαι ταὐτοῦ χάρακος οὐδ᾽ ὅλως εἰκός. [16] ἐὰν δέ ποτε καὶ κατακρατήσας ἐκσπάσῃ τις ἕνα καὶ δεύτερον, ἀνεπιγνώστως γίνεται τὸ διάστημα. [17] διὸ καὶ μεγάλης οὔσης διαφορᾶς τῷ καὶ τὴν εὕρεσιν ἑτοίμην εἶναι τοῦ τοιούτου χάρακος καὶ τὴν κομιδὴν εὐχερῆ καὶ τὴν χρείαν ἀσφαλῆ καὶ μόνιμον, [18] φανερὸν ὡς εἰ καί τι τῶν ἄλλων πολεμικῶν ἔργων ἄξιον ζήλου καὶ μιμήσεως ὑπάρχει παρὰ Ῥωμαίοις, καὶ τοῦτο, κατά γε τὴν ἐμὴν γνώμην.

 

‹ Prev