Book Read Free

Delphi Complete Works of Polybius

Page 291

by Polybius


  [1] κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονίκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτ᾽ ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. [2] δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί. [3] καὶ γὰρ ἐκεῖνος, πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας, σχεδὸν πάντων τῶν [κατὰ] τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα νεμομένων, εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν, ἀλλὰ καὶ κατὰ τὰς πράξεις. [4] πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους: [5] τέλος δ᾽ εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον, παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. [6] ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα — ταύτην γὰρ οὐχ οἷόν τ᾽ ἦν ὑπερθέσθαι — τοῖς δὲ πράγμασιν ὑπερεθέμην. [7] οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ‘κείνῳ προσῆγον. [8] Ἀντιόχου γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφ᾽ ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, [9] τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν τῶν ἄλλων συμμάχων ἠγωνίσμεθα μεθ᾽ ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων. [10] τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν.

  [1] ὥσθ᾽ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν. [2] καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασαννάσαν μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν, ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετά τινων ἱππέων, τοῦτον, ὅτι καθ᾽ ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευρᾶτον δέ, [3] πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, [4] ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρ᾽ οὐδὲν ποιήσεσθε. [5] τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρ᾽ ὑμῶν; ἐρῶ μετὰ παρρησίας, [6] ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. [7] εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπ᾽ Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ᾽ ἂν ἰδεῖν γενόμενον: [8] καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας. [9] εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλ᾽ ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. [10] νὴ Δί᾽, ἀλλὰ κάλλιόν ἐστι τοὺς δουλεύοντας ἐλευθεροῦν. εἴγε μὴ μετ᾽ Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. [11] ἐπεὶ δὲ τοῦθ᾽ ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν.”

  [1] ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. [2] μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. [3] οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον: [4] οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθ᾽ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. [5] ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατ᾽ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον. [6] ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων. [7] τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεσ
τάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν: φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, [8] ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ᾽ ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν. [9] ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. [10] εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων: ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, [11] ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. [12] “εἰ δ᾽ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; [13] καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντ᾽ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν. [14] καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ᾽ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε * [15] ** προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης: πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο

  [1] τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν. [2] οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλ᾽ ἕτερον. [3] οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσιν πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις, χορηγίαν, ναῦς: [4] ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους οἱ θεοὶ πεποιήκασι, πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. [5] τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ἰσχυροτάτην; [6] δῆλον ὡς ἐπαίνου καὶ δόξης παρ᾽ ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. [7] γνοίητε δ᾽ ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας: τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθ᾽ ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δ᾽ ἁπλῶς οὐδέν. [8] ἀλλ᾽ ὅμως εὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις: καὶ μάλα δικαίως: [9] τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. [10] τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης. ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς. [11] ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν, [12] ἀλλ᾽ ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς.” [13]

  [1] οἱ μὲν οὖν Ῥόδιοι ταῦτ᾽ εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων. ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρ᾽ Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν. [2] ὧν μετ᾽ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, [3] καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον. [4] μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες: ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. [5] αὕτη δ᾽ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους. [6] δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν, [7] περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπ᾽ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, [8] τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δ᾽ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον. [9] δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν. [10] ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων: διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης. [11] εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους: ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους. [12] ὧν ἕνεκα δίκαιον
ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος. [13] ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρ᾽ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον: οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον. [14] φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις. [15] τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν. [16]

 

‹ Prev