Book Read Free

Delphi Complete Works of Polybius

Page 297

by Polybius


  [1] μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας, ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας ἧς ἐπρέσβευσε πρὸς Φίλιππον. [2] καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο, φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις, καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν. [3] ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν, δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν ὅτι δυσαρεστεῖται τοῖς ᾠκονομημένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις: [4] ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης, ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος, ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν. [5] ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην: [6] ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν. [7] ὅθεν ὁ Καικίλιος, δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ᾽ αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας. [8] τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δ᾽ εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, [9] μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν. [10] ὁ δὲ Καικίλιος ὁρῶν τὴν τούτων προαίρεσιν, ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν. [11] οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολάς, ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων. τοῦ δὲ παρασιωπῶντος, οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν: [12] τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν. [13] ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστ᾽ οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλ᾽ ἀναπόκριτος ἀπῆλθεν. [14] οἱ δ᾽ Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα: [15] καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν.

  [1] C. Olymp. 148, 2. I. Res Italiae ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας πρεσβευτάς. [2] εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρ᾽ Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνείας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, [3] ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν Θετταλίᾳ καὶ Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἀπόκρισιν, [4] εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνείας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων. [5] μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας. [6] οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, [7] ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν: οὗτοι δ᾽ ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν. [8] ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρ᾽ αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα.

  [1] ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, [2] τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ᾽ ἐν αὐτοῖς ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, [3] ἐπισφαλῆ μὲν ὀλίγοις οὖσιν καὶ τούτοις τῶν τει�
�ῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασιν τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατ᾽ ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρχουσιν, [4] διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν Μακεδονίαν καὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον. [5]

  [1] Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ᾽ ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν: [6] νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ τῆς συγκλήτου τις ἐνέγκῃ γράμματα. [7] διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ᾽ ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ τῆς συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν. [8] ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως. [9] ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους: [10] τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρ᾽ ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν. II. Res Macedoniae ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατ᾽ ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων, [2] πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνείτας. [3] μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως. [4] ὁ δ᾽ Ὀνόμαστος ἀναχωρήσας ἐξαπέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν, [5] ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις. [6] μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνειτῶν ἀπέθανον. [7] κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον]. [8] μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι, [9] φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλ᾽ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι τὴν ἀτυχίαν. [10] καλεῖν δ᾽ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ. [11] τοῦτο δ᾽ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι. [12] τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος. [13] καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού

 

‹ Prev