Book Read Free

Delphi Complete Works of Polybius

Page 334

by Polybius


  [1] παράδοξος αὐτῷ ἐφάνη ἡ ἀπάντησις τῶν πολεμίων. [11] ἀλλά μοι δοκεῖ κατὰ τὴν παροιμίαν κενὰ κενοὶ λογίζονται. λοιπὸν εἰκότως τοῖς τοιούτοις τὰ πρόδηλα παράδοξα φαίνεται. — καὶ ἐβουλεύετο περὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, [12] ὅμοιον ποιῶν ὡς εἴ τις ἄπειρος ὑπάρχων τοῦ νεῖν καὶ μέλλων αὑτὸν ῥίπτειν εἰς τὸ πέλαγος περὶ μὲν τοῦ ῥῖψαι μὴ βουλεύοιτο, ῥίψας δὲ διανοοῖτο περὶ τοῦ πῶς ἂν ἐκνήξαιτο πρὸς τὴν γῆν. — ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου: [2] καθ᾽ ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀπαχθῆναι δεδεμένους. [3] ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων: [4] ὧν ἀκούοντες συνέπραξάν τινες τῶν ἐκ τῆς χώρας, ἐν οἷς ἦν καὶ Στρατίος ἤδη γηραιὸς ὤν, ὃς ἐμπλεκόμενος καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις. [5] οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον: [6] οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλ᾽ αὐτοὺς κατ᾽ ἰδίαν τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. διὸ πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. [7] σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων. [8] τὸ δ᾽ ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ὅ,τι δέοι γενναίως οὐδ᾽ ἐν νῷ καθάπαξ ἐλάμβανον: ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος. [9] ἀλλὰ γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχὼς διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης. [10] ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων.

  [1] ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων. [2] παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος: [3] εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων. [4] τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δ᾽ Ἀρχίππου τετταράκοντα μνᾶς. [5] οὐδὲ γὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξαι τῆς περὶ τοῦτο τὸ μέρος ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. [6] παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον: προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς Μεναλκίδαν καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον. [7] τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδ᾽ ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες. [8] ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σῴζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ ἀγαθὸς παλαιστής. [9] τοῦτο δ᾽ ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας: ὅπερ ἐποίησε. [10] διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδ᾽ ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους. [11] τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων, ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος, δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον. [12] ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς “εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν.”

  [1] ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων, εὗρε τὴν διὰ μέσου θάλασσαν οὐ πάνυ βαθεῖαν οὖσαν, τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβαλεῖν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι, κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας, εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις. — ὅτι τοῦ Ἀσδρούβου τοῦ τῶν Καρ
χηδονίων στρατηγοῦ ἱκέτου παραγενομένου τοῖς τοῦ Σκιπίωνος γόνασιν, ὁ στρατηγὸς ἐμβλέψας εἰς τοὺς συνόντας “ὁρᾶτ᾽” ἔφη “τὴν τύχην, ὦ ἄνδρες, ὡς ἀγαθὴ παραδειγματίζειν ἐστὶ τοὺς ἀλογίστους τῶν ἀνθρώπων. [2] οὗτός ἐστιν Ἀσδρούβας ὁ νεωστὶ πολλῶν αὐτῷ καὶ φιλανθρώπων προτεινομένων ὑφ᾽ ἡμῶν ἀπαξιῶν, φάσκων δὲ κάλλιστον ἐντάφιον εἶναι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ, νῦν πάρεστι μετὰ στεμμάτων δεόμενος ἡμῶν τυχεῖν τῆς ζωῆς καὶ πάσας τὰς ἐλπίδας ἔχων ἐν ἡμῖν. [3] ἃ τίς οὐκ ἂν ὑπὸ τὴν ὄψιν θεασάμενος ἐν νῷ λάβοι διότι δεῖ μηδέποτε λέγειν μηδὲ πράττειν μηδὲν ὑπερήφανον ἄνθρωπον ὄντα; [4] “ καὶ προελθόντες τινὲς τῶν αὐτομόλων ἐπὶ τὸ πέρας τοῦ τέγους παρῃτοῦντο τοὺς προμαχομένους ἀνασχεῖν μικρόν: [5] τοῦ δὲ στρατηγοῦ κελεύσαντος ἐπισχεῖν, ἤρξαντο τὸν Ἀσδρούβαν λοιδορεῖν οἱ μὲν εἰς ἐπιορκίαν, φάσκοντες αὐτὸν πολλάκις ἐπὶ τῶν ἱερῶν ὀμωμοκέναι μὴ προλείψειν αὐτούς, οἱ δ᾽ εἰς ἀνανδρίαν καὶ καθόλου τὴν τῆς ψυχῆς ἀγεννίαν: [6] καὶ ταῦτ᾽ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς. [7]

  [1] κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων. [8] καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δ᾽ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ τὰ τέκνα σῴζεται: [9] βραχὺ δ᾽ ἐπισχοῦσα τὸν Ἀσδρούβαν ἤρετο πῶς αὐτῇ μὲν φάσκων οὐδὲν κατ᾽ ἰδίαν παρὰ τοῦ στρατηγοῦ πορίζοιτο τὴν σωτηρίαν αὐτομολήσας, πῶς δ᾽ οὕτως ἀναισχύντως ἐγκαταλιπὼν τὰ πράγματα καὶ τοὺς ἀστοὺς αὐτῷ πιστεύοντας ὑπέλθοι πρὸς τοὺς πολεμίους, [10] πῶς δὲ παρὰ τούτοις τολμᾷ καθῆσθαι νῦν θαλλοὺς ἔχων πρὸς οὓς ... πολλάκις οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν, ἐν ᾗ συμβήσεται τὸν ἥλιον ἅμα καθορᾶν Ἀσδρούβαν ζῶντα καὶ τὴν πατρίδα πυρπολουμένην: οὐ μὴν ἀλλ᾽ ... [11] ... γε το!εινε ... δ ... φυλα ... ο̣ι̣ ουσ̣α̣ν̣ συ πεποιηκας αισχρως δεγεπονειδιστως ηδε ... ρω ... και ... τα τεκνα πράξομεν ... κα ... τ̣α̣υ̣τ̣α̣ π̣α̣λ̣ι̣ν̣ ... εις αυτην ... επω λενων το ... ς̣ ν ... ον ... υ ... πο ... ου ... τει λασα του̣ς α̣υ̣ ... τοισα ... τε παντας ... συμπαθεις γενομενους τηι περπ̣ε̣τ̣εια και ... η ... ας της τυχης ... ν ... δοξαι διαμ̣ κα̣ι̣ ... χ ... ς επεισαγαγο ... δε ... σδ ... αυ ... της ... επειμιαν ... τι ... παρ ... καὶ δι ... νι ... τὸ δικ̣αιον ευ ... ρων φησιν ὁ πολυβιος εγων οτι και τιν〈ο〉 ... ραν επι ... α̣ν ... τούτου καλλιον ... ουτ ... και τοῦτ᾽ εἴρηται παρὰ τῷ ποιητῇ: καὶ ἐπιστρέψας ἐξ αὐτῆς καὶ λαβόμενός μου τῆς δεξιᾶς “ὦ Πολύβιε,” ἔφη “καλὸν μέν, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἐγὼ δέδια καὶ προορῶμαι μή ποτέ τις ἄλλος τοῦτο τὸ παράγγελμα δώσει περὶ τῆς ἡμετέρας πατρίδος:” [2] ταύτης δὲ δύναμιν πραγματικωτέραν καὶ νουνεχεστέραν οὐ ῥᾴδιον εἰπεῖν: [3] τὸ γὰρ ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ ταῖς τῶν ἐχθρῶν συμφοραῖς ἔννοιαν λαμβάνειν τῶν οἰκείων πραγμάτων καὶ τῆς ἐναντίας περιστάσεως καὶ καθόλου πρόχειρον ἔχειν ἐν ταῖς ἐπιτυχίαις τὴν τῆς τύχης ἐπισφάλειαν ἀνδρός ἐστι μεγάλου καὶ τελείου καὶ συλλήβδην ἀξίου μνήμης. —

  [1] ὁ δὲ Σκιπίων πόλιν ὁρῶν ... τότε ἄρδην τελευτῶσαν ἐς πανωλεθρίαν ἐσχάτην, λέγεται μὲν δακρῦσαι καὶ φανερὸς γενέσθαι κλαίων ὑπὲρ πολεμίων: [2] ἐπὶ πολὺ δ᾽ ἔννους ἐφ᾽ ἑαυτοῦ γενόμενός τε καὶ συνιδὼν ὅτι καὶ πόλεις καὶ ἔθνη καὶ ἀρχὰς ἁπάσας δεῖ μεταβαλεῖν ὥσπερ ἀνθρώπους δαίμονα, καὶ τοῦτ᾽ ἔπαθε μὲν Ἴλιον, εὐτυχής ποτε πόλις, ἔπαθε δὲ ἡ Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν ἐπ᾽ ἐκείνοις ἀρχὴ μεγίστη γενομένη καὶ ἡ μάλιστα ἔναγχος ἐκλάμψασα ἡ Μακεδόνων, εἴτε ἑκών, εἴτε προφυγόντος αὐτὸν τοῦδε τοῦ ἔπους εἰπεῖν,

  [1] ἔσσεται ἦμαρ ὅταν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο. Πολυβίου δ᾽ αὐτὸν ἐρομένου σὺν παρρησίᾳ: [3] καὶ γὰρ ἦν αὐτοῦ καὶ διδάσκαλος: ὅ τι βούλοιτο ὁ λόγος, φασὶν οὐ φυλαξάμενον ὀνομάσαι τὴν πατρίδα σαφῶς, ὑπὲρ ἧς ἄρα ἐς τἀνθρώπεια ἀφορῶν ἐδεδίει. καὶ τάδε μὲν Πολύβιος αὐτὸς ἀκούσας συγγράφει.

  BOOK 39

  [1] A. Olymp. 158, 3. I. Res Graeciae ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν. [2] οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως. [3] ἐπιθυμήσας δ᾽ εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι᾽ ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων, [4] τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας. [5] πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κ
άτων: θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν. [6] εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι: [7] μηδεμιᾶς δ᾽ ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ, [8] τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλησίως ἄχρηστον ὡσανεί τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. [9] δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν: ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος. [10] παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν: καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος. [11] τοῦτο δ᾽ ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων: ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθ᾽ ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου: [12] συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. —

 

‹ Prev