Book Read Free

Delphi Complete Works of Polybius

Page 397

by Polybius


  [1] οὐ μὴν ἀλλὰ Πόπλιος μὲν ὁ τῶν Ῥωμαίων στρατηγὸς ἡμέραις ὕστερον τρισὶ τῆς ἀναζυγῆς τῆς τῶν Καρχηδονίων παραγενόμενος ἐπὶ τὴν τοῦ ποταμοῦ διάβασιν καὶ καταλαβὼν ὡρμηκότας τοὺς ὑπεναντίους ἐξενίσθη μὲν ὡς ἐνδέχεται μάλιστα, [2] πεπεισμένος οὐδέποτ᾽ ἂν αὐτοὺς τολμῆσαι τῇδε ποιήσασθαι τὴν εἰς Ἰταλίαν πορείαν διὰ τὸ πλῆθος καὶ τὴν ἀθεσίαν τῶν κατοικούντων τοὺς τόπους βαρβάρων. [3] θεωρῶν δὲ τετολμηκότας αὖθις ἐπὶ τὰς ναῦς ἠπείγετο καὶ παραγενόμενος ἐνεβίβαζε τὰς δυνάμεις. [4] καὶ τὸν μὲν ἀδελφὸν ἐξέπεμπεν ἐπὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, αὐτὸς δὲ πάλιν ὑποστρέψας εἰς Ἰταλίαν ἐποιεῖτο τὸν πλοῦν, σπεύδων καταταχῆσαι τοὺς ὑπεναντίους διὰ Τυρρηνίας πρὸς τὴν τῶν Ἄλπεων ὑπερβολήν. [5] Ἀννίβας δὲ ποιησάμενος ἑξῆς ἐπὶ τέτταρας ἡμέρας τὴν πορείαν ἀπὸ τῆς διαβάσεως ἧκε πρὸς τὴν καλουμένην Νῆσον, χώραν πολύοχλον καὶ σιτοφόρον, ἔχουσαν δὲ τὴν προσηγορίαν ἀπ᾽ αὐτοῦ τοῦ συμπτώματος. [6] ᾗ μὲν γὰρ ὁ Ῥοδανός, ᾗ δ᾽ Ἰσάρας προσαγορευόμενος, ῥέοντες παρ᾽ ἑκατέραν τὴν πλευράν, ἀποκορυφοῦσιν αὐτῆς τὸ σχῆμα κατὰ τὴν πρὸς ἀλλήλους σύμπτωσιν. [7] ἔστι δὲ παραπλησία τῷ μεγέθει καὶ τῷ σχήματι τῷ κατ᾽ Αἴγυπτον καλουμένῳ Δέλτα, πλὴν ἐκείνου μὲν θάλαττα τὴν μίαν πλευρὰν καὶ τὰς τῶν ποταμῶν ῥύσεις ἐπιζεύγνυσι, ταύτης δ᾽ ὄρη δυσπρόσοδα καὶ δυσέμβολα καὶ σχεδὸν ὡς εἰπεῖν ἀπρόσιτα. [8] πρὸς ἣν ἀφικόμενος καὶ καταλαβὼν ἐν αὐτῇ δύ᾽ ἀδελφοὺς ὑπὲρ τῆς βασιλείας στασιάζοντας καὶ μετὰ στρατοπέδων ἀντικαθημένους ἀλλήλοις, [9] ἐπισπωμένου τοῦ πρεσβυτέρου καὶ παρακαλοῦντος εἰς τὸ συμπρᾶξαι καὶ συμπεριποιῆσαι τὴν ἀρχὴν αὐτῷ, *** ὑπήκουσε, προδήλου σχεδὸν ὑπαρχούσης τῆς πρὸς τὸ παρὸν ἐσομένης αὐτῷ χρείας. [10] διὸ καὶ συνεπιθέμενος καὶ συνεκβαλὼν τὸν ἕτερον πολλῆς ἐπικουρίας ἔτυχε παρὰ τοῦ κρατήσαντος: [11] οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, [12] ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς. [13] τὸ δὲ μέγιστον, εὐλαβῶς διακειμένοις πρὸς τὴν διὰ τῶν Ἀλλοβρίγων καλουμένων Γαλατῶν πορείαν ἀπουραγήσας μετὰ τῆς σφετέρας δυνάμεως ἀσφαλῆ παρεσκεύασε τὴν δίοδον αὐτοῖς, ἕως ἤγγισαν τῇ τῶν Ἄλπεων ὑπερβολῇ.

  49. Three days after Hannibal had resumed his march, the Consul Publius arrived at the passage of the river. He was in the highest degree astonished to find the enemy gone: for he had persuaded himself that they would never venture to take this route into Italy, on account of the numbers and fickleness of the barbarians who inhabited the country. But seeing that they had done so, he hurried back to his ships and at once embarked his forces. He then despatched his brother Gnaeus to conduct the campaign in Iberia, while he himself turned back again to Italy by sea, being anxious to anticipate the enemy by marching through Etruria to the foot of the pass of the Alps.

  Meanwhile, after four days’ march from the passage of the Rhone, Hannibal arrived at the place called the Island, a district thickly inhabited and exceedingly productive of corn. Its name is derived from its natural features: for the Rhone and Isara flowing on either side of it make the apex of a triangle where they meet, very nearly of the same size and shape as the delta of the Nile, except that the base of the latter is formed by the sea into which its various streams are discharged, while in the case of the former this base is formed by mountains difficult to approach or climb, and, so to speak, almost inaccessible. When Hannibal arrived in this district he found two brothers engaged in a dispute for the royal power, and confronting each other with their armies. The elder sought his alliance and invited his assistance in gaining the crown: and the advantage which such a circumstance might prove to him at that juncture of his affairs being manifest, he consented; and having joined him in his attack upon his brother, and aided in expelling him, he obtained valuable support from the victorious chieftain. For this prince not only liberally supplied his army with provisions, but exchanged all their old and damaged weapons for new ones, and thus at a very opportune time thoroughly restored the efficiency of the troops: he also gave most of the men new clothes and boots, which proved of great advantage during their passage of the mountains. But his most essential service was that, the Carthaginians being greatly alarmed at the prospect of marching through the territory of the Allobroges, he acted with his army as their rear-guard, and secured them a safe passage as far as the foot of the pass.

  [1] Ἀννίβας δ᾽ ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν περιπεσεῖν κινδύνοις. [2] ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέδοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ τοὺς παραπέμποντας βαρβάρους: ἐπειδὴ δ᾽ ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, [3] οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρίγων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο τοὺς εὐκαίρους τόπους, δι᾽ ὧν ἔδει τοὺς περὶ τὸν Ἀννίβαν κατ᾽ ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν. [4] εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν διέφθειραν τὸ στράτευμα τῶν Καρχηδονίων: νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δ᾽ ἑαυτούς. [5] γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, [6] προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναντίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν. [7] ὧν πραξάντων τὸ συνταχθέν, ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μ�
�ν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν τοιαύτην. [8] ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφανῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε. τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν, τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δ᾽ ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολεμίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν.

  50. Having in ten days’ march accomplished a distance of eight hundred stades along the river bank, Hannibal began the ascent of the Alps, and immediately found himself involved in the most serious dangers. For as long as the Carthaginians were on the plains, the various chiefs of the Allobroges refrained from attacking them from fear of their cavalry, as well as of the Gauls who were escorting them. But when these last departed back again to their own lands, and Hannibal began to enter the mountainous region, the chiefs of the Allobroges collected large numbers of their tribe and occupied the points of vantage in advance, on the route by which Hannibal’s troops were constrained to make their ascent. If they had only kept their design secret, the Carthaginian army would have been entirely destroyed: as it was, their plans became known, and though they did much damage to Hannibal’s army, they suffered as much themselves. For when that general learnt that the natives were occupying the points of vantage, he halted and pitched his camp at the foot of the pass, and sent forward some of his Gallic guides to reconnoitre the enemy and discover their plan of operations. The order was obeyed: and he ascertained that it was the enemy’s practice to keep under arms, and guard these posts carefully, during the day, but at night to retire to some town in the neighbourhood. Hannibal accordingly adapted his measures to this strategy of the enemy. He marched forward in broad daylight, and as soon as he came to the mountainous part of the road, pitched his camp only a little way from the enemy. At nightfall he gave orders for the watch-fires to be lit; and leaving the main body of his troops in the camp, and selecting the most suitable of his men, he had them armed lightly, and led them through the narrow parts of the road during the night, and seized on the spots which had been previously occupied by the enemy: they having, according to their regular custom, abandoned them for the nearest town.

  [1] οὗ συμβάντος καὶ τῆς ἡμέρας ἐπιγενομένης, οἱ βάρβαροι συνθεασάμενοι τὸ γεγονὸς τὰς μὲν ἀρχὰς ἀπέστησαν τῆς ἐπιβολῆς: [2] μετὰ δὲ ταῦτα θεωροῦντες τὸ τῶν ὑποζυγίων πλῆθος καὶ τοὺς ἱππεῖς δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας, ἐξεκλήθησαν ὑπὸ τοῦ συμβαίνοντος ἐξάπτεσθαι τῆς πορείας. [3] τούτου δὲ γενομένου, καὶ κατὰ πλείω μέρη προσπεσόντων τῶν βαρβάρων, οὐχ οὕτως ὑπὸ τῶν ἀνδρῶν ὡς ὑπὸ τῶν τόπων πολὺς ἐγίνετο φθόρος τῶν Καρχηδονίων, καὶ μάλιστα τῶν ἵππων καὶ τῶν ὑποζυγίων. [4] οὔσης γὰρ οὐ μόνον στενῆς καὶ τραχείας τῆς προσβολῆς ἀλλὰ καὶ κρημνώδους, ἀπὸ παντὸς κινήματος καὶ πάσης ταραχῆς ἐφέρετο κατὰ τῶν κρημνῶν ὁμόσε τοῖς φορτίοις πολλὰ τῶν ὑποζυγίων. [5] καὶ μάλιστα τὴν τοιαύτην ταραχὴν ἐποίουν οἱ τραυματιζόμενοι τῶν ἵππων: τούτων γὰρ οἱ μὲν ἀντίοι συμπίπτοντες τοῖς ὑποζυγίοις, ὁπότε διαπτοηθεῖεν ἐκ τῆς πληγῆς, οἱ δὲ κατὰ τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ἐξωθοῦντες πᾶν τὸ παραπῖπτον ἐν ταῖς δυσχωρίαις, μεγάλην ἀπειργάζοντο ταραχήν. [6] εἰς ἃ βλέπων Ἀννίβας καὶ συλλογιζόμενος ὡς οὐδὲ τοῖς διαφυγοῦσι τὸν κίνδυνον ἔστι σωτηρία τοῦ σκευοφόρου διαφθαρέντος, ἀναλαβὼν τοὺς προκατασχόντας τὴν νύκτα τὰς ὑπερβολὰς ὥρμησε παραβοηθήσων τοῖς τῇ πορείᾳ προλαβοῦσιν. [7] οὗ γενομένου πολλοὶ μὲν τῶν πολεμίων ἀπώλλυντο διὰ τὸ ποιεῖσθαι τὴν ἔφοδον ἐξ ὑπερδεξίων τὸν Ἀννίβαν, οὐκ ἐλάττους δὲ καὶ τῶν ἰδίων: [8] ὁ γὰρ κατὰ τὴν πορείαν θόρυβος ἐξ ἀμφοῖν ηὔξετο διὰ τὴν τῶν προειρημένων κραυγὴν καὶ συμπλοκήν. [9] ἐπεὶ δὲ τοὺς μὲν πλείστους τῶν Ἀλλοβρίγων ἀπέκτεινε, τοὺς δὲ λοιποὺς τρεψάμενος ἠνάγκασε φυγεῖν εἰς τὴν οἰκείαν, τότε δὴ τὸ μὲν ἔτι περιλειπόμενον πλῆθος τῶν ὑποζυγίων καὶ τῶν ἵππων μόλις καὶ ταλαιπώρως διήνυε τὰς δυσχωρίας, [10] αὐτὸς δὲ συναθροίσας ὅσους ἠδύνατο πλείστους ἐκ τοῦ κινδύνου προσέβαλε πρὸς τὴν πόλιν, ἐξ ἧς ἐποιήσαντο τὴν ὁρμὴν οἱ πολέμιοι. [11] καταλαβὼν δὲ σχεδὸν ἔρημον διὰ τὸ πάντας ἐκκληθῆναι πρὸς τὰς ὠφελείας ἐγκρατὴς ἐγένετο τῆς πόλεως. ἐκ δὲ τούτου πολλὰ συνέβη τῶν χρησίμων αὐτῷ πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον. [12] παραυτίκα μὲν γὰρ ἐκομίσατο πλῆθος ἵππων καὶ ὑποζυγίων καὶ τῶν ἅμα τούτοις ἑαλωκότων ἀνδρῶν, εἰς δὲ τὸ μέλλον ἔσχε μὲν καὶ σίτου καὶ θρεμμάτων ἐπὶ δυεῖν καὶ τρισὶν ἡμέραις εὐπορίαν, [13] τὸ δὲ συνέχον, φόβον ἐνειργάσατο τοῖς ἑξῆς πρὸς τὸ μὴ τολμᾶν αὐτῷ ῥᾳδίως ἐγχειρεῖν μηδένα τῶν παρακειμένων ταῖς ἀναβολαῖς.

  51. When day broke the natives saw what had taken place, and at first desisted from their attempts; but presently the sight of the immense string of beasts of burden, and of the cavalry, slowly and painfully making the ascent, tempted them to attack the advancing line. Accordingly they fell upon it at many points at once; and the Carthaginians sustained severe losses, not so much at the hands of the enemy, as from the dangerous nature of the ground, which proved especially fatal to the horses and beasts of burden. For as the ascent was not only narrow and rough, but flanked also with precipices, at every movement which tended to throw the line into disorder, large numbers of the beasts of burden were hurled down the precipices with their loads on their backs. And what added more than anything else to this sort of confusion were the wounded horses; for, maddened by their wounds, they either turned round and ran into the advancing beasts of burden, or, rushing furiously forward, dashed aside everything that came in their way on the narrow path, and so threw the whole line into disorder. Hannibal saw what was taking place, and knowing that, even if they escaped this attack, they could never survive the loss of all their baggage, he took with him the men who had seized the strongholds during the night and went to the relief of the adva
ncing line. Having the advantage of charging the enemy from the higher ground he inflicted a severe loss upon them, but suffered also as severe a one in his own army; for the commotion in the line now grew worse, and in both directions at once — thanks to the shouting and struggling of these combatants: and it was not until he had killed the greater number of the Allobroges, and forced the rest to fly to their own land, that the remainder of the beasts of burden and the horses got slowly, and with difficulty, over the dangerous ground. Hannibal himself rallied as many as he could after the fight, and assaulted the town from which the enemy had sallied; and finding it almost deserted, because its inhabitants had been all tempted out by the hope of booty, he got possession of it: from which he obtained many advantages for the future as well as for the present. The immediate gain consisted of a large number of horses and beasts of burden, and men taken with them; and for future use he got a supply of corn and cattle sufficient for two or three days: but the most important result of all was the terror inspired in the next tribes, which prevented any one of those who lived near the ascent from lightly venturing to meddle with him again.

  [1] τότε μὲν οὖν αὐτοῦ ποιησάμενος τὴν παρεμβολὴν καὶ μίαν ἐπιμείνας ἡμέραν αὖθις ὥρμα. [2] ταῖς δ᾽ ἑξῆς μέχρι μέν τινος ἀσφαλῶς διῆγε τὴν στρατιάν: ἤδη δὲ τεταρταῖος ὢν αὖθις εἰς κινδύνους παρεγένετο μεγάλους. [3] οἱ γὰρ περὶ τὴν δίοδον οἰκοῦντες συμφρονήσαντες ἐπὶ δόλῳ συνήντων αὐτῷ, θαλλοὺς ἔχοντες καὶ στεφάνους: τοῦτο γὰρ σχεδὸν πᾶσι τοῖς βαρβάροις ἐστὶ σύνθημα φιλίας, καθάπερ τὸ κηρύκειον τοῖς Ἕλλησιν. [4] εὐλαβῶς δὲ διακείμενος πρὸς τὴν τοιαύτην πίστιν Ἀννίβας ἐξήτασε φιλοτίμως τὴν ἐπίνοιαν αὐτῶν καὶ τὴν ὅλην ἐπιβολήν. [5] τῶν δὲ φασκόντων καλῶς εἰδέναι καὶ τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν τῶν ἐγχειρησάντων αὐτὸν ἀδικεῖν ἀπώλειαν, καὶ διασαφούντων ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν μηδὲν δυσχερές, ὑπισχνουμένων δὲ καὶ δώσειν ἐξ αὑτῶν ὅμηρα, [6] πολὺν μὲν χρόνον ηὐλαβεῖτο καὶ διηπίστει τοῖς λεγομένοις, συλλογιζόμενος δ᾽ Ἀννίβας ὡς δεξάμενος μὲν τὰ προτεινόμενα, τάχ᾽ ἂν ἴσως εὐλαβεστέρους καὶ πρᾳοτέρους ποιήσαι τοὺς παραγεγονότας, μὴ προσδεξάμενος δὲ προδήλους ἕξει πολεμίους αὐτούς, συγκατένευσε τοῖς λεγομένοις καὶ συνυπεκρίθη τίθεσθαι φιλίαν πρὸς αὐτούς. [7] τῶν δὲ βαρβάρων τὰ ὅμηρα παραδόντων καὶ θρέμμασι χορηγούντων ἀφθόνως καὶ καθόλου διδόντων σφᾶς αὐτοὺς εἰς τὰς χεῖρας ἀπαρατηρήτως, ἐπὶ ποσὸν ἐπίστευσαν οἱ περὶ τὸν Ἀννίβαν, ὥστε καὶ καθηγεμόσιν αὐτοῖς χρῆσθαι πρὸς τὰς ἑξῆς δυσχωρίας. προπορευομένων δ᾽ αὐτῶν ἐπὶ δύ᾽ ἡμέραις, [8] συναθροισθέντες οἱ προειρημένοι καὶ συνακολουθήσαντες ἐπιτίθενται, φάραγγά τινα δύσβατον καὶ κρημνώδη

 

‹ Prev