Delphi Complete Works of Lucian
Page 242
[15] ἐπεὶ δὲ τοῦ θαυμάζειν ὁ κόρος ἡμᾶς ἀπήλλαξεν, ἐπὶ θατέρου μηροῦ σπίλον εἴδομεν ὥσπερ ἐν ἐσθῆτι κηλῖδα· ἤλεγχε δ᾽ αὐτοῦ τὴν ἀμορφίαν ἡ περὶ τἆλλα τῆς λίθου λαμπρότης. ἐγὼ μὲν οὖν πιθανῇ τἀληθὲς εἰκασίᾳ τοπάζων φύσιν ᾤμην τοῦ λίθου τὸ βλεπόμενον εἶναι· πάθος γὰρ οὐδὲ τούτων ἔστιν ἔξω, πολλὰ δὲ τοῖς κατ᾽ ἄκρον εἶναι δυναμένοις καλοῖς ἡ τύχη παρεμποδίζει. μέλαιναν οὖν ἐσπιλῶσθαι φυσικήν τινα κηλῖδα νομίζων καὶ κατὰ τοῦτο τοῦ Πραξιτέλους ἐθαύμαζον, ὅτι τοῦ λίθου τὸ δύσμορφον ἐν τοῖς ἧττον ἐλέγχεσθαι δυναμένοις μέρεσιν ἀπέκρυψεν.
ἡ δὲ παρεστῶσα πλησίον ἡμῶν ζάκορος ἀπίστου λόγου καινὴν παρέδωκεν ἱστορίαν· ἔφη γὰρ οὐκ ἀσήμου γένους νεανίαν – ἡ δὲ πρᾶξις ἀνώνυμον αὐτὸν ἐσίγησεν – πολλάκις ἐπιφοιτῶντα τῷ τεμένει σὺν δειλαίῳ δαίμονι ἐρασθῆναι τῆς θεοῦ καὶ πανήμερον ἐν τῷ ναῷ διατρίβοντα κατ᾽ ἀρχὰς ἔχειν δεισιδαίμονος ἁγιστείας δόκησιν· ἔκ τε γὰρ τῆς ἑωθινῆς κοίτης πολὺ προλαμβάνων τὸν ὄρθρον ἐπεφοίτα καὶ μετὰ δύσιν ἄκων ἐβάδιζεν οἴκαδε τήν θ᾽ ὅλην ἡμέραν ἀπαντικρὺ τῆς θεοῦ καθεζόμενος ὀρθὰς ἐπ᾽ αὐτὴν διηνεκῶς τὰς τῶν ὀμμάτων βολὰς ἀπήρειδεν. ἄσημοι δ᾽ αὐτῷ ψιθυρισμοὶ καὶ κλεπτομένης λαλιᾶς ἐρωτικαὶ διεπεραίνοντο μέμψεις.
[16] ἐπειδὰν δὲ καὶ μικρὰ τοῦ πάθους ἑαυτὸν ἀποβουκολῆσαι θελήσειεν, προσειπὼν τῇ δὲ τραπέζῃ τέτταρας ἀστραγάλους Λιβυκῆς δορκὸς ἀπαριθμήσας διεπέττευε τὴν ἐλπίδα, καὶ βαλὼν μὲν ἐπίσκοπα, μάλιστα δ᾽ εἴ ποτε τὴν θεὸν αὐτὴν εὐβολήσειε, μηδενὸς ἀστραγάλου πεσόντος ἴσῳ σχήματι, προσεκύνει τῆς ἐπιθυμίας τεύξεσθαι νομίζων· εἰ δ᾽, ὁποῖα φιλεῖ, φαύλως κατὰ τῆς τραπέζης ῥίψειεν, οἱ δ᾽ ἐπὶ τὸ δυσφημότερον ἀνασταῖεν, ὅλῃ Κνίδῳ καταρώμενος ὡς ἐπ᾽ ἀνηκέστῳ συμφορᾷ [καὶ] κατήφει καὶ δι᾽ ὀλίγου συναρπάσας ἑτέρῳ βόλῳ τὴν πρὶν ἀστοχίαν ἐθεράπευεν.
ἤδη δὲ πλέον αὐτῷ τοῦ πάθους ἐρεθιζομένου τοῖχος ἅπας ἐχαράσσετο καὶ πᾶς μαλακοῦ δένδρου φλοιὸς Ἀφροδίτην καλὴν ἐκήρυσσεν· ἐτιμᾶτο δ᾽ ἐξ ἴσου Διὶ Πραξιτέλης καὶ πᾶν ὅ τι κειμήλιον εὐπρεπὲς οἴκοι φυλάττοιτο, τοῦτ᾽ ἦν ἀνάθημα τῆς θεοῦ. πέρας αἱ σφοδραὶ τῶν ἐν αὐτῷ πόθων ἐπιτάσεις ἀπενοήθησαν, εὑρέθη δὲ τόλμα τῆς ἐπιθυμίας μαστροπός· ἤδη γὰρ ἐπὶ δύσιν ἡλίου κλίνοντος ἠρέμα λαθὼν τοὺς παρόντας ὄπισθε τῆς θύρας παρεισερρύη καὶ στὰς ἀφανὴς ἐνδοτάτω σχεδὸν οὐδ᾽ ἀναπνέων ἠτρέμει, συνήθως δὲ τῶν ζακόρων ἔξωθεν τὴν θύραν ἐφελκυσαμένων ἔνδον ὁ καινὸς Ἀγχίσης καθεῖρκτο. καὶ τί γὰρ ἀρρήτου νυκτὸς ἐγὼ τόλμαν ἡ λάλος ἐπ᾽ ἀκριβὲς ὑμῖν διηγοῦμαι; τῶν ἐρωτικῶν περιπλοκῶν ἴχνη ταῦτα μεθ᾽ ἡμέραν ὤφθη καὶ τὸν σπίλον εἶχεν ἡ θεὸς ὧν ἔπαθεν ἔλεγχον. αὐτόν γε μὴν τὸν νεανίαν, ὡς ὁ δημώδης ἱστορεῖ λόγος, ἢ κατὰ πετρῶν φασιν ἢ κατὰ πελαγίου κύματος ἐνεχθέντα παντελῶς ἀφανῆ γενέσθαι.
[17] ταῦτα τῆς ζακόρου διηγουμένης μεταξὺ τοῦ λόγου διαβοήσας εἶπεν ὁ Χαρικλῆς, Οὐκοῦν τὸ θῆλυ, κἂν λίθινον ᾖ, φιλεῖται. τί δ᾽, εἴ τις ἔμψυχον εἶδε τοιοῦτο κάλλος; ἆρ᾽ οὐκ ἂν ἡ μία νὺξ τῶν τοῦ Διὸς σκήπτρων ἐτιμᾶτο;
μειδιάσας δὲ ὁ Καλλικρατίδας, Οὐδέπω, φησίν, ἴσμεν, ὦ Χαρίκλεις, εἰ πολλῶν ἀκουσόμεθα τοιούτων διηγημάτων, ὅταν ἐν Θεσπιαῖς γενώμεθα. καὶ νῦν δὲ τῆς ἀπὸ σοῦ ζηλουμένης Ἀφροδίτης ἐναργές ἐστι τοῦτο δεῖγμα
Πῶς; ἐρομένου τοῦ Χαρικλέους.
ἄγαν πιθανῶς ἔδοξέ μοι λέγειν ὁ Καλλικρατίδας· ἔφη γὰρ ὡς ὁ ἐρασθεὶς νεανίας παννύχου σχολῆς λαβόμενος, ὥσθ᾽ ὅλην τοῦ πάθους ἔχειν ἐξουσίαν κορεσθῆναι, παιδικῶς τῷ λίθῳ προσωμίλησεν βουληθεὶς οἶδ᾽ ὅτι μηδὲν πρόσθεν εἶναι τὸ θῆλυ.
πολλῶν οὖν ἀκρίτων ἀφυλακτουμένων λόγων τὸν συμμιγῆ καταπαύσας ἐγὼ θόρυβον, Ἄνδρες, εἶπον, ἑταῖροι, τῆς κατὰ κόσμον ἔχεσθε ζητήσεως, ὡς εὐπρεπὴς νόμος ἐστὶν παιδείας. ἀπαλλαγέντες οὖν τῆς ἀτάκτου καὶ πέρας οὐδὲν ἐχούσης φιλονεικίας ἐν μέρει ὑπὲρ τῆς αὐτὸς ἑαυτοῦ δόξης ἑκάτερος ἀποτείνασθε· καὶ γὰρ οὐδέπω καιρὸς ἐπὶ ναῦν ἀπιέναι· τῇ δὲ σχολῇ καταχρηστέον εἰς ἱλαρίαν καὶ μετὰ τέρψεως ὠφελῆσαι δυναμένην σπουδήν. ὑπεκστάντες οὖν τοῦ νεὼ – πολὺς γὰρ ὁ κατ᾽ εὐσέβειαν ἐπιφοιτῶν – εἰς ἕν τι τῶν συμποσίων ἀποκλίνωμεν, ὅπως δι᾽ ἠρεμίας ἀκούειν τε καὶ λέγειν ἅττ᾽ ἂν ᾖ βουλομένοις ἐξῇ. μέμνησθε δὲ ὡς ὁ τήμερον ἡττηθεὶς οὐκέτ᾽ αὖθις ἡμῖν περὶ τῶν ἴσων διοχλήσει.
[18] καλῶς δ᾽ ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς με πιεζούσης φροντίδος, οἱ δ᾽ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ᾽ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσιν τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ᾽ ἀμφοτέροις κλῆρον ὑπ�
��ρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην.
[19] ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πῃ,
Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σὲ βοηθὸν αἱ ἐμαὶ δεήσεις καλοῦσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ᾽ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη μήτηρ.
ἴθι δὴ γυναιξὶν συνήγορος ἡ θήλεια, χάρισαι δὲ καὶ τοῖς ἀνδράσι μένειν ἄρρεσιν, ὡς ἐγεννήθησαν. ἔγωγ᾽ οὖν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου τὴν προμήτορα καὶ πάσης γενέσεως πρωτόρριζον ὧν ἀξιῶ μάρτυρα ἐπικαλοῦμαι, λέγω δὲ τὴν ἱερὰν τῶν ὅλων φύσιν, ἣ τὰ πρῶτα πηξαμένη στοιχεῖα τοῦ κόσμου γῆν ἀέρα πῦρ ὕδωρ τῇ πρὸς ἄλληλα τούτων ἐπικράσει πᾶν ἐζῳογόνησεν ἔμψυχον. ἐπισταμένη δ᾽ ὅτι θνητῆς ἐσμὲν ὕλης δημιούργημα καὶ βραχὺς χρόνος ὁ τοῦ ζῆν ἑκάστῳ καθείμαρται, τὴν ἑτέρου φθορὰν ἄλλου γένεσιν ἐμηχανήσατο καὶ τῷ θνῄσκοντι τὸ τικτόμενον ἀντεμέτρησεν, ἵνα ταῖς παρ᾽ ἀλλήλων διαδοχαῖς εἰς τὸν ἀεὶ χρόνον ζῶμεν. ἐπεὶ δ᾽ ἦν ἄπορον ἐξ ἑνός τι γεννᾶσθαι, διπλῆν ἐν ἑκάστῳ φύσιν ἐμηχανήσατο· τοῖς μὲν γὰρ ἄρρεσιν ἰδίας καταβολὰς σπερμάτων χαρισαμένη, τὸ θῆλυ δ᾽ ὥσπερ γονῆς τι δοχεῖον [ἀγγεῖον] ἀποφήνασα, κοινὸν οὖν ἀμφοτέρῳ γένει πόθον ἐγκερασαμένη συνέζευξεν ἀλλήλοις, θεσμὸν ἀνάγκης ὅσιον καταγράψασα μένειν ἐπὶ τῆς ἰδίας φύσεως ἑκάτερον, καὶ μήτε τὸ θῆλυ παρὰ φύσιν ἀρρενοῦσθαι μήτε τἄρρεν ἀπρεπῶς μαλακίζεσθαι. διὰ τοῦθ᾽ αἱ σὺν γυναιξὶν ἀνδρῶν ὁμιλίαι μέχρι δεῦρο τὸν ἀνθρώπινον βίον ἀθανάτοις διαδοχαῖς φυλάττουσιν· οὐδεὶς δ᾽ ἀνὴρ ἀπ᾽ ἀνδρὸς αὐχεῖ γενέσθαι. δυοῖν δ᾽ ὀνομάτοιν σεβασμίοιν πᾶσαι τιμαὶ μένουσιν ἐξ ἴσου πατρὶ μητέρα προσκυνούντων.
[20] κατ᾽ ἀρχὰς μὲν οὖν ἔθ᾽ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ᾽ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίνοντο τέκνων· κατὰ μικρὸν δ᾽ ὁ χρόνος ἀπ᾽ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ᾽ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησεν· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθεν δ᾽ εἰς μίαν κοίτην μία φύσις· αὑτοὺς δ᾽ ἐν ἀλλήλοις ὁρῶντες οὔθ᾽ ἃ δρῶσιν οὔθ᾽ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείροντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.
[21] ἐνίοις γε μὴν εἰς τοσοῦτον τυραννικῆς βίας ἡ τόλμα προέκοψεν, ὡς μέχρι σιδήρῳ τὴν φύσιν ἱεροσυλῆσαι· τῶν δ᾽ ἀρρένων τὸ ἄρρεν ἐκκενώσαντες εὗρον ἡδονῆς παρέλκοντα μέτρα. οἱ δ᾽ ἄθλιοι καὶ δυστυχεῖς ἵν᾽ ἐπὶ πλέον ὦσι παῖδες, οὐδὲ ἔτι μένουσιν ἄνδρες, ἀμφίβολον αἴνιγμα διπλῆς φύσεως, οὔτ᾽ εἰς ὃ γεγέννηνται φυλαχθέντες οὔτ᾽ ἔχοντες ἐφ᾽ ὃ μετέβησαν· τὸ δ᾽ ἐν νεότητι παραμεῖναν ἄνθος εἰς γῆρας αὐτοὺς μαραίνειν πρόωρον. ἅμα γὰρ ἐν παισὶν ἀριθμοῦνται, καὶ γεγηράκασιν οὐδὲν ἀνδρῶν μεταίχμιον ἔχοντες. οὕτως ἡ μιαρὰ καὶ παντὸς κακοῦ διδάσκαλος τρυφὴ ἄλλην ἀπ᾽ ἄλλης ἡδονὰς ἀναισχύντους ἐπινοοῦσα μέχρι τῆς οὐδὲ ῥηθῆναι δυναμένης εὐπρεπῶς νόσου κατώλισθεν, ἵνα μηδὲν ἀγνοῇ μέρος ἀσελγείας.
[22] εἰ δὲ ἐφ᾽ ὧν ἡ πρόνοια θεσμῶν ἔταξεν ἡμᾶς, ἕκαστος ἵδρυτο, ταῖς μετὰ γυναικῶν ὁμιλίαις ἂν ἠρκούμεθα καὶ παντὸς ὀνείδους ὁ βίος ἐκαθάρευεν. ἀμέλει παρὰ τοῖς οὐδὲν ἐκ πονηρᾶς διαθέσεως παραχαράξαι δυναμένοις ζῴοις ἄχραντος ἡ τῆς φύσεως νομοθεσία φυλάττεται· λέοντες οὐκ ἐπιμαίνονται λέουσιν, ἀλλ᾽ ἡ κατὰ καιρὸν Ἀφροδίτη πρὸς τὸ θῆλυ τὴν ὄρεξιν αὐτῶν ἐκκαλεῖται· ταῦρος ἀγελάρχης βουσὶν ἐπιθόρνυται, καὶ κριὸς ὅλην τὴν ποίμνην ἄρρενος πληροῖ σπέρματος. τί δέ; οὐ συῶν μὲν εὐνὰς μεταδιώκουσιν κάπροι; λυκαίναις δ᾽ ἐπιμίγνυνται λύκοι; καθόλου δ᾽ εἰπεῖν, οὔθ᾽ οἱ ἀέρια ῥοιζοῦντες ὄρνεις οὔθ᾽ ὅσα τὴν ὑγρὰν καθ᾽ ὕδατος εἴληχεν λῆξιν, ἀλλ᾽ οὐδ᾽ ἐπὶ γῆς τι ζῷον ἄρρενος ὁμιλίας ἐπωρέχθη, μένει δὲ ἀκίνητα τῆς προνοίας τὰ δόγματα. ὑμεῖς δ᾽, ὦ μάτην ἐπὶ τῷ φρονεῖν εὐλογούμενοι, θηρίον ὡς ἀληθῶς φαῦλον, ἄνθρωποι, τίνι καινῇ νόσῳ παρανομήσαντες ἐπὶ τὴν κατ᾽ ἀλλήλων ὕβριν ἠρέθισθε; τίνα τῆς ψυχῆς τυφλὴν ἀναισθησίαν καταχέαντες ἀμφοῖν ἠστοχήκατε φεύγοντες ἃ διώκειν ἔδει καὶ διώκοντες ἀφ᾽ ὧν ἔδει φεύγειν; καὶ καθ᾽ ἕνα τοιαῦτα ζηλοῦν πάντων ἑλομένων οὐδὲ εἷς ἔσται.
[23] ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σωκρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ᾽ οὗ παιδικαὶ μὲν ἀκοαὶ τελείων ἐνδεεῖς λογισμῶν φενακίζονται· τὸ δ᾽ ἤδη κατὰ φρόνησιν ἐς ἄκρον ἔχον οὐκ ἂν ὑπαχθῆναι δύναιτο· ψυχῆς γὰρ ἔρωτα πλάττονται καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν αὑτοὺ
ς ἐραστάς. ἐφ᾽ οἷς μοι πολλάκις καγχάζειν ἐπέρχεται. τί γὰρ παθόντες, ὦ σεμνοὶ φιλόσοφοι, τὸ μὲν ἤδη μακρῷ χρόνῳ δεδωκὸς ἑαυτοῦ πεῖραν ὁποῖόν ἐστιν, ᾧ πολιὰ προσήκουσα καὶ γῆρας ἀρετὴν μαρτυρεῖ, δι᾽ ὀλιγωρίας παραπέμπετε, πᾶς δὲ ὁ σοφὸς ἔρως ἐπὶ τὸ νέον ἐπτόηται, μηδέπω τῶν λογισμῶν ἐν αὐτῷ πρὸς ἃ τραπήσονται κρίσιν ἐχόντων; ἢ νόμος ἐστίν, πᾶσαν μὲν ἀμορφίαν πονηρίας εἶναι κατάκριτον, εὐθὺ δ᾽ ὡς ἀγαθὸν ἐπαινεῖσθαι τὸν καλόν; ἀλλά τοι κατὰ τὸν μέγαν ἀληθείας προφήτην Ὅμηρον
εἶδός τις ἀκιδνότερος πέλει ἀνήρ,
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ᾽ ἐς αὐτὸν
τερπόμενοι λεύσσουσιν, ὁ δ᾽ ἀσφαλέως ἀγορεύει
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
ἐρχόμενον δ᾽ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.