Book Read Free

Delphi Complete Works of Lucian

Page 243

by Lucian Samosata

καὶ πάλιν εἶπέ που λέγων·

  οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.

  ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται.

  [24] πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσιν σύγκληρον εἰλήχασιν τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ᾽ ἐν παισὶ κάλλος ὀξυτάτας παθῶν ὁρμὰς ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων, ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν εἰκὸς ἦν Ἀλκιβιάδου φιλεῖν, διότι ἠκρωτηριάζετο τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξωρχοῦντο φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ᾽ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶσιν ἐπέραστος ἦν· μεταβὰς δ᾽ ἀπὸ τοῦ παιδὸς εἰς τὸν ἄνδρα, καθ᾽ ἣν ἡλικίαν ἡ τέως ἀτελὴς φρόνησις ὁλόκληρον εἶχε τὸν λογισμόν, ὑπὸ πάντων ἐμισεῖτο. τί δή; πάθεσιν αἰσχροῖς ὀνομάτων ἐπιγράφοντες αἰδῶ ψυχῆς ἀρετὴν λέγουσι τὴν σώματος εὐπρέπειαν οἱ φιλόνεοι μᾶλλον ἢ φιλόσοφοι. καὶ ταῦτα μὲν ἡμῖν ὑπὲρ τοῦ μὴ δοκεῖν ἐπισήμων ἀνδρῶν φιλαπεχθημόνως μνημονεύειν ἐπὶ τοσοῦτον εἰρήσθω.

  [25] Μικρὰ δ᾽ ἀπὸ τῆς ἄγαν σπουδῆς, ὦ Καλλικρατίδα, ἐπὶ τὴν ὑμετέραν καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τό γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ᾽ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσεν Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· ἑορτὴν γὰρ ἂν καὶ πανήγυριν τὸν ὅλον χρόνον ἤγομεν. ἀλλ᾽ ἐπεὶ τῶν μειζόνων ἀγαθῶν ὁ βάσκανος δαίμων ἐνεμέσησεν, ἔν γε τοῖς παροῦσιν ἥδιστα τὰ παρέλκοντα. γυνὴ μὲν οὖν ἀπὸ παρθένου μέχρι μέσης ἡλικίας, πρὶν ἢ τελέως τὴν ἐσχάτην ῥυτίδα τοῦ γήρως ἐπιδραμεῖν, εὐάγκαλον ἀνδράσιν ὁμίλημα, κἂν παρέλθῃ τὰ τῆς ὥρας, ὅμως

  ἡμπειρία

  ἔχει τι λέξαι τῶν νέων σοφώτερον.

  [26] εἰ δ᾽ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ᾽ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ᾽ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ᾽ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν, ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.

  [27] τί δ᾽ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ζῴοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεζα κοινή· καὶ φιλίας μεσῖτιν ἑστίαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ᾽ αὑτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑκάστῳ τὸ μετ᾽ ἄλλου, καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα. αἱ μὲν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντες ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ προσεκτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκτεῖ τὴν ἄρρενα. καλὸν δ᾽ οἶμαι, μὴ φιλαύτως ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν ἀποίσονται σκοπεῖν ὅλην παρά του λαμβάνοντας ἡδονήν, ἀλλ᾽ ἐκεῖνο μερισαμένους οὗ τυγχάνουσιν ἀντιπαρασχεῖν ὅμοια. τοῦτο δ᾽ οὐκ ἂν ἐπὶ παίδων εἴποι τις, οὐχ οὕτω μέμηνεν, ἀλλ᾽ ὁ μὲν διαθείς, ᾗ νομίζει ποτὲ ταῦτα, τὴν ἡδονὴν ἐξαίρετον λαβὼν ἀπέρχεται, τῷ δὲ ὑβρισμένῳ κατ᾽ ἀρχὰς μὲν ὀδύναι καὶ δάκρυα, μικρὸν δὲ ὑπὸ χρόνου τῆς ἀλγηδόνος χαλασάσης πλέον, ὥς φασιν, οὐδὲν ἂν ὀχλήσειας, ἡδονὴ δ᾽ οὐδ᾽ ἡτισοῦν. εἰ δὲ δεῖ τι καὶ περιεργότερον εἰπεῖν – δεῖ δὲ ἐν Ἀφροδίτης τεμένει – γυναικὶ μέν, ὦ Καλλικρατίδα, καὶ παιδικώτερον χρώμενον ἔξεστιν εὐφρανθῆναι διπλασίας ἀπολαύσεως ὁδοὺς ἀνύσαντα, τὸ δὲ ἄρρεν οὐδενὶ τρόπῳ χαρίζεται θήλειαν ἀπόλαυσιν.

  [28] ὥστ᾽ εἰ <ἡ> μὲν καὶ ὑμῖν ἀρέσκειν δύναται, πρὸς ἀλλήλους δὴ ἡμεῖς ἀποτειχισώμεθα, εἰ δὲ τοῖς ἄρρεσιν εὐπρεπεῖς αἱ μετὰ ἀρρένων ὁμιλίαι, πρὸς τὸ λοιπὸν ἐράτωσαν ἀλλήλων καὶ γυναῖκες. ἄγε νῦν, ὦ νεώτερε χρόνε καὶ τῶν ξένων ἡδονῶν νομοθέτα, και�
�ὰς ὁδοὺς ἄρρενος τρυφῆς ἐπινοήσας χάρισαι τὴν ἴσην ἐξουσίαν καὶ γυναιξίν, καὶ ἀλλήλαις ὁμιλησάτωσαν ὡς ἄνδρες· ἀσελγῶν δὲ ὀργάνων ὑποζυγωσάμεναι τέχνασμα, ἀσπόρων τεράστιον αἴνιγμα, κοιμάσθωσαν γυνὴ μετὰ γυναικὸς ὡς ἀνήρ· τὸ δὲ εἰς ἀκοὴν σπανίως ἧκον ὄνομα – αἰσχύνομαι καὶ λέγειν – τῆς τριβακῆς ἀσελγείας ἀνέδην πομπευέτω. πᾶσα δ᾽ ἡμῶν ἡ γυναικωνῖτις ἔστω Φιλαινὶς ἀνδρογύνους ἔρωτας ἀσχημονοῦσα. καὶ πόσῳ κρεῖττον εἰς ἄρρενα τρυφὴν βιάζεσθαι γυναῖκα ἢ τὸ γενναῖον ἀνδρῶν εἰς γυναῖκα θηλύνεσθαι;

  [29] Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών,

  Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι προσδοκήσας οὐκ οἶδ᾽ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περικλείαν δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας <ἐν> ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι.

  [30] Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας – ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι – λόγων ἀμοιβαίων ἐνάρχεται·

  Εἰ γυναιξὶν ἐκκλησία καὶ δικαστήρια καὶ πολιτικῶν πραγμάτων ἦν μετουσία, στρατηγὸς ἂν ἢ προστάτης ἐκεχειροτόνησο καί σε χαλκῶν ἀνδριάντων ἐν ταῖς ἀγοραῖς, ὦ Χαρίκλεις, ἐτίμων. σχεδὸν γὰρ οὐδὲ αὐταὶ περὶ αὑτῶν, ὁπόσαι προὔχειν κατὰ σοφίαν ἐδόκουν, εἴ τις αὐταῖς τὴν τοῦ λέγειν ἐξουσίαν ἐφῆκεν, οὕτω μετὰ σπουδῆς ἂν εἶπον, οὐχ ἡ Σπαρτιάταις ἀνθωπλισμένη Τελέσιλλα, δι᾽ ἣν ἐν Ἄργει θεὸς ἀριθμεῖται γυναικῶν Ἄρης· οὐχὶ τὸ μελιχρὸν αὔχημα Λεσβίων Σαπφὼ καὶ ἡ τῆς Πυθαγορείου σοφίας θυγάτηρ Θεανώ· τάχα δ᾽ οὐδὲ Περικλῆς οὕτως ἂν Ἀσπασίᾳ συνηγόρησεν. ἀλλ᾽ ἐπειδήπερ εὐπρεπὲς ἄρρενας ὑπὲρ θηλειῶν λέγειν, εἴπωμεν καὶ ἄνδρες ὑπὲρ ἀνδρῶν. σὺ δὲ ἵλεως, Ἀφροδίτη, γενοῦ· καὶ γὰρ ἡμεῖς τὸν σὸν Ἔρωτα τιμῶμεν.

  [31] Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἡδονῆς καὶ ἀρετῆς ἐστιν ἔργον. εὐξαίμην γάρ, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἔνθ᾽ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ᾽ ἀμήχανον,

  ἦ γὰρ πολλὰ μεταξὺ

  οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα,

  ξένοι τε ἐπ᾽ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος, ὅμως τἀληθὲς οὐ προδώσομεν νικηθέντες ὄκνῳ.

  [32] μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε, καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ᾽ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθὺ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους Ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς

  σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,

  ὅπως ὑπ᾽ ἀρρήκτου δεθὲν φρουρᾶς τῆς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός· ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν᾽ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.

  [33] γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντῃ τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ἀμαθὴς ὁ βίος ἦν οὐδέπω τῆς καθ᾽ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ᾽ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ᾽ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ᾽ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τιν�
�ς ἄνθρωποι γενόμενοι τοῦ καθ᾽ ἡμέραν λιμοῦ φάρμακον ἐξήτουν, εἶθ᾽ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἑλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ᾽ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ᾽ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μανεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων.

  [34] τί δ᾽; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄνθρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπήλυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μίμησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυτοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ ταῦτα τέχναι τὸν χρόνον λαβοῦσαι διδάσκαλον ἀντὶ μὲν λιτῆς ὑφῆς τὸ κάλλιον ἐποίκιλαν, ἀντὶ δὲ εὐτελῶν δωματίων ὑψηλὰ τέρεμνα καὶ λίθων πολυτέλειαν ἐμηχανήσαντο καὶ γυμνὴν τοίχων ἀμορφίαν εὐανθέσι βαφαῖς χρωμάτων κατέγραψαν. πλὴν ἑκάστη γε τούτων τῶν τεχνῶν καὶ ἐπιστημῶν ἄφωνος οὖσα καὶ βαθεῖαν ἐπιτεθειμένη λήθην ὡς ἀπὸ μακρᾶς δύσεως κατὰ μικρὸν εἰς τὰς ἰδίας ἀνέτειλεν ἀκτῖνας. ἕκαστος γὰρ εὑρών τι παρεδίδου τῷ μετ᾽ αὐτόν· εἶθ᾽ ἡ διαδοχὴ τῶν λαμβανόντων οἷς ἔμαθεν ἤδη προστιθεῖσα, τὸ ἐνδέον ἐπλήρωσεν.

 

‹ Prev