Book Read Free

Complete Works of Homer

Page 672

by Homer


  οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,

  ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρῃ:

  ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,

  καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ: 135

  τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων

  οἷον ἐπ' ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.

  καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,

  πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,

  πατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. 140

  τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,

  ἀλλ' ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.

  οἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,

  κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν

  ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης 145

  δηρὸν ἀπέσσεσθαι: μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων

  οἴκαδ' ὑπεξαγάγοι, μηδ' ἀντιάσειας ἐκείνῳ,

  ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν:

  οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀί̈ω

  μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ." 150

  ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,

  ἂψ δ' ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.

  αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,

  νευστάζων κεφαλῇ: δὴ γὰρ κακὸν ὄσσετο θυμός.

  ἀλλ' οὐδ' ὣς φύγε κῆρα: πέδησε δὲ καὶ τὸν Ἀθήνη 155

  Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.

  ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

  τῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,

  μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα 160

  θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο

  μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.

  ἀχρεῖον δ' ἐγέλασσεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,

  μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης: 165

  παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,

  μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,

  οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσι."

  τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:

  "ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. 170

  ἀλλ' ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,

  χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς:

  μηδ' οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα

  ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.

  ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα 175

  ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι."

  τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,

  χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ:

  ἀγλαί̈ην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, 180

  ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.

  ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι

  ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν:

  οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας: αἰδέομαι γάρ."

  "ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει 185

  ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.

  ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:

  κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,

  εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα

  αὐτοῦ ἐνὶ κλιντῆρι: τέως δ' ἄρα δῖα θεάων 190

  ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ' Ἀχαιοί.

  κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν

  ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια

  χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα:

  καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, 195

  λευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.

  ἡ μὲν ἄρ' ὣς ἔρξασ' ἀπεβήσετο δῖα θεάων,

  ἦλθον δ' ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο

  φθόγγῳ ἐπερχόμεναι: τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,

  καί ῥ' ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε: 200

  "ἦ με μάλ' αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν.

  αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ

  αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν

  αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο

  παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν." 205

  ὣς φαμένη κατέβαιν' ὑπερώϊα σιγαλόεντα,

  οὐκ οἴη: ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.

  ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα: 210

  ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

  τῶν δ' αὐτοῦ λύτο γούνατ', ἔρῳ δ' ἄρα θυμὸν ἔθελχθεν,

  πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.

  ἡ δ' αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν:

  "Τηλέμαχ', οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ ν�
�ημα: 215

  παῖς ἔτ' ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας:

  νῦν δ', ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,

  καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,

  ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,

  οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. 220

  οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,

  ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.

  πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν

  ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;

  σοί κ' αἶσχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο." 225

  τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι:

  αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,

  ἐσθλά τε καὶ τὰ χέρεια: πάρος δ' ἔτι νήπιος ἦα.

  ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι: 230

  ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος

  οἵδε κακὰ φρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί.

  οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη

  μνηστήρων ἰότητι, βίῃ δ' ὅ γε φέρτερος ἦεν.

  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, 235

  οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι

  νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,

  οἱ δ' ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,

  ὡς νῦν Ἶρος κεῖνος ἐπ' αὐλείῃσι θύρῃσιν

  ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, 240

  οὐδ' ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι

  οἴκαδ', ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:

  Εὐρύμαχος δ' ἐπέεσσι προσηύδα Πηνελόπειαν:

  "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, 245

  εἰ πάντες σε ἴδοιεν ἀν' Ἴασον Ἄργος Ἀχαιοί,

  πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν

  ἠῶθεν δαινύατ', ἐπεὶ περίεσσι γυναικῶν

  εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐί̈σας."

  τὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια: 250

  "Εὐρύμαχ', ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε

  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον

  Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.

  εἰ κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,

  μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. 255

  νῦν δ' ἄχομαι: τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.

  ἦ μὲν δὴ ὅτε τ' ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,

  δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα:

  "ὦ γύναι, οὐ γὰρ ὀί̈ω ἐϋκνήμιδας Ἀχαιοὺς

  ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι: 260

  καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,

  ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν

  ἵππων τ' ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα

  ἔκριναν μέγα νεῖκος ὁμοιί̈ου πολέμοιο.

  τῷ οὐκ οἶδ' ἤ κέν μ' ἀνέσει θεός, ἦ κεν ἁλώω 265

  αὐτοῦ ἐνὶ Τροίῃ: σοὶ δ' ἐνθάδε πάντα μελόντων.

  μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν

  ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος:

  αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,

  γήμασθ' ᾧ κ' ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. 270

  "κεῖνος τὼς ἀγόρευε: τὰ δὴ νῦν πάντα τελεῖται.

  νὺξ δ' ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει

  οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.

  ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:

  μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο: 275

  οἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα

  μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,

  αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα,

  κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν:

  ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν." 280

  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

  οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν

  μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.

  τὴν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,

  "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, 285

  δῶρα μὲν ὅς κ' ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ' ἐνεῖκαι,

  δέξασθ'. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν:

  ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ,

  πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος."

  ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος: 290

  δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.

  Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,

  ποικίλον: ἐν δ' ἀρ' ἔσαν περόναι δυοκαίδεκα πᾶσαι

  χρύσειαι, κληῖ̈σιν ἐϋγνάμπτοις ἀραρυῖαι.

  ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ' ἔνεικε. 295

  χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.

  ἕρματα δ' Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,

  τρίγληνα μορόεντα: χάρις δ' ἀπελάμπετο πολλή.

  ἐκ δ' ἄρα �
�εισάνδροιο Πολυκτορίδαο ἄνακτος

  ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. 300

  ἄλλο δ' ἄρ' ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.

  ἡ μὲν ἔπειτ' ἀνέβαιν' ὑπερώϊα δῖα γυναικῶν,

  τῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα

  οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν

  τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν. 305

  τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.

  αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,

  ὄφρα φαείνοιεν: περὶ δὲ ξύλα κάγκανα θῆκαν,

  αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,

  καὶ δαί̈δας μετέμισγον: ἀμοιβηδὶς δ' ἀνέφαινον 310

  δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν

  αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς:

  "δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,

  ἔρχεσθε πρὸς δώμαθ', ἵν' αἰδοίη βασίλεια:

  τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν 315

  ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν:

  αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.

  ἤν περ γάρ κ' ἐθέλωσιν ἐύ̈θρονον Ἠῶ μίμνειν,

  οὔ τί με νικήσουσι: πολυτλήμων δὲ μάλ' εἰμί."

  ὣς ἔφαθ', αἱ δ' ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο. 320

  τὸν δ' αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,

 

‹ Prev