Book Read Free

Complete Works of Homer

Page 673

by Homer


  τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,

  παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἄρ' ἀθύρματα θυμῷ:

  ἀλλ' οὐδ' ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,

  ἀλλ' ἥ γ' Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν. 325

  ἥ ῥ' Ὀδυσῆ' ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν:

  "ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,

  οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,

  ἠέ που ἐς λέσχην, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις,

  θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ 330

  ταρβεῖς: ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ

  τοιοῦτος νόος ἐστίν: ὃ καὶ μεταμώνια βάζεις.

  ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;

  μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,

  ὅς τίς σ' ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι 335

  δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ."

  τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

  "ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷ' ἀγορεύεις,

  κεῖσ' ἐλθών, ἵνα σ' αὖθι διὰ μελεϊστὶ τάμῃσιν."

  ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας. 340

  βὰν δ' ἴμεναι διὰ δῶμα, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης

  ταρβοσύνῃ: φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.

  αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν

  ἑστήκειν ἐς πάντας ὁρώμενος: ἄλλα δέ οἱ κῆρ

  ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥ' οὐκ ἀτέλεστα γένοντο. 345

  μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη

  λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ' ἔτι μᾶλλον

  δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.

  τοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν,

  κερτομέων Ὀδυσῆα: γέλω δ' ἑτάροισιν ἔτευχε. 350

  "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  οὐκ ἀθεεὶ ὅδ' ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει:

  ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ

  κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί." 355

  ἦ ῥ', ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον:

  "ξεῖν', ἦ ἄρ κ' ἐθέλοις θητευέμεν, εἴ σ' ἀνελοίμην,

  ἀγροῦ ἐπ' ἐσχατιῆς--μισθὸς δέ τοι ἄρκιος ἔσται--

  αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;

  ἔνθα κ' ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, 360

  εἵματα δ' ἀμφιέσαιμι ποσίν θ' ὑποδήματα δοίην.

  ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαθες, οὐκ ἐθελήσεις

  ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον

  βούλεαι, ὄφρ' ἄν ἔχῃς βόσκειν σὴν γαστέρ' ἄναλτον."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 365

  "Εὐρύμαχ', εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο

  ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται,

  ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,

  καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου

  νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. 370

  εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,

  αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,

  ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,

  τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ:

  τῷ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. 375

  εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων

  σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε

  καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,

  τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,

  οὐδ' ἄν μοι τὴν γαστέρ' ὀνειδίζων ἀγορεύοις. 380

  ἀλλὰ μάλ' ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής:

  καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,

  οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.

  εἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,

  αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλ' ἐόντα, 385

  φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε."

  ὣς ἔφατ', Εὐρύμαχος δ' ἐχολώσατο κηρόθι μᾶλλον,

  καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:

  "ἆ δείλ', ἦ τάχα τοι τελέω κακόν, οἷ' ἀγορεύεις

  θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ 390

  ταρβεῖς: ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ

  τοιοῦτος νόος ἐστίν: ὃ καὶ μεταμώνια βάζεις.

  ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;"

  ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν: αὐτὰρ Ὀδυσσεὺς

  Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, 395

  Εὐρύμαχον δείσας: ὁ δ' ἄρ' οἰνοχόον βάλε χεῖρα

  δεξιτερήν: πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,

  αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.

  μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: 400

  "αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι

  πρὶν ἐλθεῖν: τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.

  νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸςr />
  ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ."

  τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο 405

  "δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ

  βρωτὺν οὐδὲ ποτῆτα: θεῶν νύ τις ὔμμ' ὀροθύνει.

  ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,

  ὁππότε θυμὸς ἄνωγε: διώκω δ' οὔ τιν' ἐγώ γε."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες 410

  Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.

  τοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε

  Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος:

  "ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ

  ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι: 415

  μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν' ἄλλον

  δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.

  ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

  ὄφρα σπείσαντες κατακείομεν οἴκαδ' ἰόντες:

  τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος 420

  Τηλεμάχῳ μελέμεν: τοῦ γὰρ φίλον ἵκετο δῶμα."

  ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.

  τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,

  κῆρυξ Δουλιχιεύς: θεράπων δ' ἦν Ἀμφινόμοιο:

  νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσι 425

  σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.

  αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,

  βάν ῥ' ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ' ἕκαστος.

  Ῥαψωδία τ

  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

  μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων:

  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:

  "Τηλέμαχε, χρὴ τεύχε' ἀρήϊα κατθέμεν εἴσω

  πάντα μάλ': αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι 5

  παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:

  'ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει

  οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

  ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.

  πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων 10

  μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,

  ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα

  καὶ μνηστύν: αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.'"

  ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,

  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν: 15

  "μαῖ', ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,

  ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς

  καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει

  πατρὸς ἀποιχομένοιο: ἐγὼ δ' ἔτι νήπιος ἦα.

  νῦν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀϋτμή." 20

  τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:

  "αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο

  οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.

  ἀλλ' ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;

  δμῳὰς δ' οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον." 25

  τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "ξεῖνος ὅδ': οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε

  χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς."

  ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.

  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. 30

  τὼ δ' ἄρ' ἀναί̈ξαντ' Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς

  ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας

  ἔγχεά τ' ὀξυόεντα: πάροιθε δὲ Παλλὰς Ἀθήνη,

  χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.

  δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα: 35

  "ὦ πάτερ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.

  ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,

  εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσ' ἔχοντες

  φαίνοντ' ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.

  ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι." 40

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε:

  αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.

  ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ,

  ὄφρα κ' ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω: 45

  ἡ δέ μ' ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα."

  ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει

  κείων ἐς θάλαμον, δαί̈δων ὕπο λαμπομενάων,

  ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι:

  ἔνθ' ἄρα καὶ τότ' ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν. 50

  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,

  μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.

  ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

  Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.

  τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ' ἄρ' ἐφῖζε, 55

  δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ: ἥν ποτε τέκτων

  ποίησ' Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε

  προσφυέ' ἐξ αὐτῆς, ὅθ' ἐπὶ μέγα βάλλετο κῶ�
�ς.

  ἔνθα καθέζετ' ἔπειτα περίφρων Πηνελόπεια.

  ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο. 60

  αἱ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας

  καὶ δέπα, ἔνθεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον:

  πῦρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτῶν

  νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.

  ἡ δ' Ὀδυσῆ' ἐνένιπε Μελανθὼ δεύτερον αὖτις: 65

  "ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα

  δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;

  ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο:

  ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε."

  τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 70

  "δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ;

  ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροὶ̈ εἵματα εἷμαι,

  πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.

  τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι

  καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον 75

  ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,

  τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:

  ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ

  οἷσίν τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.

 

‹ Prev