Delphi Complete Works of Quintus Smyrnaeus
Page 54
30 εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδ᾽ ἀμέλησεν
αἰνῶς τειρομένοιο: κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δ᾽ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
35 οἷο κασιγνήτοιο: περιστενάχοντο δ᾽ ἄνακτα
δμῶες ὁμῶς ἑτάροισι: κακὴ δ᾽ ἔχε πάντας ὀϊζύς.
καί ῥ᾽ ὅγε μειλιχίοισι μέγ᾽ ἀχνύμενον προσέειπεν:
‘ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος: οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
40 μύρεσθ᾽ οἷα γυναῖκα παρ᾽ οὐκέτ᾽ ἐόντι πεσόντα:
οὐ γὰρ ἀναστήσεις μιν ἔτ᾽ ἐς φάος, οὕνεκ᾽ ἄϊστος
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δ᾽ ἄνευθεν
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα:
αὕτως δ᾽, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δ᾽ ἄλγος
45 ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
παῖδ᾽ ὀλέσας δηίοισιν ὑπ᾽ ἀνδράσιν εὖ μὲν ἄκοντι
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρ᾽ ὡς ἐμὲ κεῖνος,
κάτθανε δ᾽ εἵνεκ᾽ ἐμεῖο σαωσέμεναι μενεαίνων
50 ὃν πατέρ᾽: ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
σῖτον ἔτλην καὶ ζωὸς ἔτ᾽ Ἠριγένειαν ἰδέσθαι,
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
νισσόμεθ᾽ ἄνθρωποι, πᾶσίν τ᾽ ἐπὶ τέρματα κεῖται
λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
55 πάντα φέρειν, ὁπόσ᾽ ἐσθλὰ διδοῖ θεὸς ἠδ᾽ ἀλεγεινά.’
ὣς φάθ᾽: ὁ δ᾽ ἀχνύμενός μιν ἀμείβετο: τοῦ δ᾽ ἀλεγεινὸν
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια:
‘ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μ᾽ ἀτίταλλεν
60 οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
ἐκ θυμοῖο δίδαξε: μιῇ δ᾽ ἐνὶ δαιτὶ καὶ εὐνῇ
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι:
τῷ μοι πένθος ἄλαστον ἐποίχεται: οὐδ᾽ ἔτι κείνου
65 τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.’
ὣς φάτο: τὸν δ᾽ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
‘πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
οὐ μὲν ἄρ᾽ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
70 οὐδ᾽ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχ᾽ ὕπερθεν
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
μυρία, εἰς ἓν πάντα μεμιγμένα: καὶ τὰ μὲν οὔτις
δέρκεται ἀθανάτων, ἀλλ᾽ ἀπροτίοπτα τέτυκται
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα: τοῖς δ᾽ ἐπὶ χεῖρας
75 οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσ᾽ ἀπ᾽ Ὀλύμπου
ἐς γαῖαν προΐησι: τὰ δ᾽ ἄλλυδις ἄλλα φέρονται
πνοιῇς ὡς ἀνέμοιο: καὶ ἀνέρι πολλάκις ἐσθλῷ
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δ᾽ ἐπικάππεσεν ὄλβος
οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο:
80 τοὔνεκ᾽ ἄρ᾽ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
πυκνὰ ποτιπταίει: τρέπεται δέ οἱ αἰόλος οἶμος
ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δ᾽ αὖτε
εἰς ἀγαθόν: μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
ἐς τέλος ἐξ ἀρχῆς: ἑτέρῳ δ᾽ ἕτερ᾽ ἀντιόωσι.
85 παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
ζωέμεν. ἔλπεο δ᾽ αἰὲν ἀρείονα, μηδ᾽ ἐπὶ λυγρῷ
θυμὸν ἔχειν: καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον: ἔπλετο δ᾽ ἄμφω
90 σεῖο κασιγνήτῳ: καὶ μείλιχος ἔσκε βροτοῖσι,
καὶ πάϊς ἀθανάτοιο: θεῶν δ᾽ ἐς φῦλον ὀΐω
κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.’
ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
παρφάμενος μύθοισιν, ἄγεν δ᾽ ἀπὸ σήματος αἰνοῦ
95 ἐντροπαλιζόμενον καὶ ἔτ᾽ ἀργαλέα στενάχοντα:
ἐς δ᾽ ἄρα νῆας ἵκοντο: πόνον δ᾽ ἔχον ἄλλοι Ἀχαιοὶ
ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
Εὐρύπυλος δ᾽ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
χερσὶν ὑπ᾽ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
100 δάμνατο δήϊα φῦλα: νεκρῶν δ᾽ ἐστείνετο γαῖα
κτεινομένων ἑκάτερθεν. ὁ δ᾽ ἐν νεκύεσσι βεβηκὼς
μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
καὶ πόδας: οὐδ᾽ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ:
ἀλλ᾽ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
105 ἀντιόωντ᾽ ἀνὰ δῆριν ἀμείλιχον: ἀμφὶ δὲ πολλοὺς
ἔκτανεν: οὐδ᾽ ὅ γε χεῖρας ἀπέτρεπε δηϊοτῆτος,
ἀλλ᾽ ἕπετ᾽ Ἀργείοισι χολούμενος, εὖτε πάροιθεν
ὄβριμος Ἡρακλέης Φολόης ἀνὰ μακρὰ κάρηνα
Κενταύροις ἐπόρουσεν ἑῷ μέγα κάρτεϊ θύων,
110 τοὺς ἅμα πάντας ἔπεφνε καὶ ὠκυτάτους περ ἐόντας
καὶ κρατεροὺς ὀλοοῦ τε δαήμονας ἰωχμοῖο:
ὣς ὅ γ᾽ ἐπασσύτερον Δαναῶν στρατὸν αἰχμητά�
�ν
δάμνατ᾽ ἐπεσσύμενος: τοὶ δ᾽ ἰλαδὸν ἄλλοθεν ἄλλος
ἀθρόοι ἐν κονίῃσι δεδουπότες ἐξεχέοντο.
115 ὣς δ᾽ ὅτ᾽ ἐπιβρίσαντος ἀπειρεσίου ποταμοῖο
ὄχθαι ἀποτμήγονται ἐπὶ ψαμαθώδεϊ χώρῳ
μυρίαι ἀμφροτέρωθεν, ὁ δ᾽ εἰς ἁλὸς ἔσσυται οἶδμα
παφλάζων ἀλεγεινὸν ἀνὰ ῥόον, ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ἐπικτυπέουσι, βρέμει δ᾽ ἄρα μακρὰ ῥέεθρα
120 αἰὲν ἐρειπομένων, εἴκει δέ οἱ ἕρκεα πάντα:
ὥς ἄρα κύδιμοι υἷες ἑϋπτολέμων Ἀργείων
πολλοὶ ὑπ᾽ Εὐρυπύλοιο κατήριπον ἐν κονίῃσι,
τοὺς κίχεν αἱματόεντα κατὰ μόθον: οἱ δ᾽ ὑπάλυξαν,
ὅσσους ἐξεσάωσε ποδῶν μένος: ἀλλ᾽ ἄρα καὶ ὥς
125 Πηνέλεων ἐρύσαντο δυσηχέος ἐξ ὁμάδοιο
νῆας ἐπὶ σφετέρας, καίπερ ποσὶ καρπαλίμοισι
κῆρας ἀλευόμενοι στυγερὰς καὶ ἀνηλέα πότμον.
πανσυδίῃ ἔντοσθε νεῶν φύγον: οὐδέ τι θυμῷ
ἔσθενον Εὐρυπύλοιο καταντία δηριάασθαι,
130 οὕνεκ᾽ ἄρα σφίσι φύζαν ὀϊζυρὴν ἐφέηκεν
Ἡρακλέης υἱωνὸν ἀτειρέα πάμπαν ἀέξων.
οἱ δ᾽ ἄρα τείχεος ἐντὸς ὑποπτώσσοντες ἔμιμνον,
αἶγες ὅπως ὑπὸ πρῶνα φοβεύμεναι αὶνὸν ἀήτην,
ὅς τε φέρει νιφετόν τε πολὺν κρυερήν τε χάλαζαν
135 ψυχρὸς ἐπαΐσσων, ταὶ δ᾽ ἐς νομὸν ἐσσύμεναί περ
ῥιπῆς οὔτι κατιθὺς ὑπερκύπτουσι κολώνης,
ἀλλ᾽ ἄρα χεῖμα μένουσιν ὑπὸ σκέπας ἠδὲ φάραγγας
ἀγρόμεναι, θάμνοισι δ᾽ ὑπὸ σκιεροῖσι νέμονται
ἰλαδόν, ὄφρ᾽ ἀνέμοιο κακαὶ λήξωσιν ἄελλαι:
140 ὣς Δαναοὶ πύργοισιν ὑπὸ σφετέροισιν ἔμιμνον
Τηλέφου ὄβριμον υἷα μετεσσύμενον τρομέοντες.
αὐτὰρ ὁ νῆας ἔμελλε θοὰς καὶ λαὸν ὀλέσσειν,
εἰ μὴ Τριτογένεια θράσος βάλεν Ἀργείοισιν
ὀψέ περ: οἱ δ᾽ ἄλληκτον ἀφ᾽ ἕρκεος αἰπεινοῖο
145 δυσμενέας βάλλοντες ἀνιηροῖς βελέεσσι
κτεῖνον ἐπασσυτέρους: δεύοντο δὲ τείχεα λύθρῳ
λευγαλέῳ: στοναχὴ δὲ δαϊκταμένων πέλε φωτῶν.
αὕτως δ᾽ αὖ νύκτας τε καὶ ἤματα δηριόωντο
Κήτειοι Τρῶές τε καὶ Ἀργεῖοι μενεχάρμαι,
150 ἄλλοτε μὲν προπάροιθε νεῶν, ὁτὲ δ᾽ ἀμφὶ μακεδνὸν
τεῖχος, ἐπεὶ πέλε μῶλος ἀάσχετος: ἀλλ᾽ ἄρα καὶ ὥς
ἤματα δοιὰ φόνοιο καὶ ἀργαλέης ὑσμίνης
παύσανθ᾽, οὕνεχ᾽ ἵκανεν ἐς Εὐρύπυλον βασιλῆα
ἀγγελίη Δαναῶν, ὥς κεν πολέμοιο μεθέντες
155 πυρκαϊῇ δώωσι δαϊκταμένους ἐνὶ χάρμῃ:
αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἐπίθησε, καὶ ἀργαλέοιο κυδοιμοῦ
παυσάμενοι ἑκάτερθε νεκροὺς περιταρχύσαντο
ἐν κονίῃς ἐριπόντας: Ἀχαιοὶ δ᾽ ἔξοχα πάντων
Πηνέλεων μύροντο: βάλον δ᾽ ἐπὶ σῆμα θανόντι
160 εὐρὺ μάλ᾽ ὑψηλόν τε καὶ ἐσσομένοις ἀρίδηλον:
πληθὺν δ᾽ αὖτ᾽ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
165 τάρχυσαν κταμένους. ὀλοὴ δ᾽ Ἔρις οὐκ ἀπέληγεν,
ἀλλ᾽ ἔτ᾽ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν: ὁ δ᾽ οὔπω χάζετο νηῶν,
ἀλλ᾽ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
τοὶ δ᾽ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες:
170 εὗρον δ᾽ υἰ̔̂ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δ᾽ αὖθ᾽ ἵπποισι πονεύμενον ὠκυπόδεσσι:
γήθησαν δ᾽ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
175 ἀμφὶ πατρὸς κταμένοιο: τὸ γὰρ τὸ πάροιθε πέπυστο.
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχ᾽ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον:
τοὺς δ᾽ ἄρ᾽ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν:
‘ὦ ξεῖνοι, μέγα χαίρετ᾽ ἐμὸν ποτὶ δῶμα κιόντες:
180 εἴπατε δ᾽ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδ᾽ ὅ τι χρειὼ
ἤλθετ᾽ ἔχοντες ἐμεῖο δι᾽ οἴδματος ἀτρυγέτοιο.’
ὣς ἔφατ᾽ εἰρόμενος: ὁ δ᾽ ἀμείβετο δῖος Ὀδυσσεύς:
‘ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν:
185 καὶ δ᾽ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
πάμπαν: ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δ᾽ ἐγὼν Ἰθάκηθεν, ὁ δ᾽ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομ᾽ ἄκουσας,
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
190 αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκ᾽ ἐλθών:
ἀλλ᾽ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην: ὣς γὰρ τέλος ἔσσετ᾽ Ἄρηι.
καί τοι δῶρ᾽ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί:
τεύχεα δ᾽ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
195 δώσω, ἅπερ φορέων μέγα τέρψεαι: οὐ γὰρ ἔοικε
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει: πουλὺς δὲ �
�ερί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
200 τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τ᾽ ἐνὶ κύκλῳ
ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
θαῦμα καὶ ἀθανάτοισι: βροτῶν δ᾽ οὐπώποτε τοῖα
205 οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτ᾽ ἐφόρησεν,
εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον:
καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας:
210 τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε
δῖα Θέτις: τὰ δ᾽ ἄρ᾽ αὖθις ἐελδόμενός περ ἔγωγε
δώσω προφρονέως, ὁπότ᾽ Ἴλιον εἰσαφίκηαι.
καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
215 αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα,
ἀμφ᾽ εὐεργεσίης: δώσει δέ τοι ἄσπετ᾽ ἄγεσθαι
κτήματά τε χρυσόν τε μετ᾽ ἠϋκόμοιο θυγατρός,
ὅσσ᾽ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:
220 ‘εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
αὔριον αἶψα νεώμεθ᾽ ἐπ᾽ εὐρέα βένθεα πόντου,