Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 55

by Quintus Smyrnaeus

ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι:

  νῦν δ᾽ ἴομεν ποτὶ δώματ᾽ ἐΰξεινόν τε τράπεζαν,

  οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι:

  225 ἀμφὶ δ᾽ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.’

  ὣς εἰπὼν ἡγεῖθ: οἱ δ᾽ ἑσπόμενοι μέγα χαῖρον:

  καί ῥ᾽ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,

  εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ

  τηκομένην δ᾽ , ὡσεί τε χιὼν κατατήκετ᾽ ὄρεσσιν

  230 Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο:

  ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ:

  καί μιν ἔτ᾽ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες

  ἠσπάζοντ᾽ ἐπέεσσι: πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν

  μυθεῖτ᾽ ἀτρεκέως γενεὴν καὶ οὔνομ᾽ ἑκάστου:

  235 χρειὼ δ᾽, ἥντιν᾽ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,

  ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,

  καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.

  αἶψα δὲ δαῖτ᾽ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν

  πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον

  240 εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης

  κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο:

  ἀλλ᾽ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν

  οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος

  ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω

  245 εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος

  παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρ᾽ ἀφίκηται

  δήϊον εἰς ἐνοπήν: τῷ δ᾽ ἄτροπος ἤντετο Μοῖρα,

  ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δ᾽ ἄρα πένθος

  πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.

  250 τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα

  παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,

  μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.

  Ἠὼς δ᾽ εἰσανέβη μέγαν οὐρανόν: οἱ δ᾽ ἀπὸ λέκτρων

  καρπαλίμως ὤρνυντο: νόησε δὲ Δηιδάμεια:

  255 αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα

  ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα:

  ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα

  πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ

  οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι:

  260 ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον

  πάντοθεν ἐκ μυχάτων, μέγα δ᾽ ἀσχαλόωσ᾽ ἀγόρευε:

  ‘τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται

  Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,

  ᾗχι πολεῖς ὀλέκονται ὑπ᾽ ἀργαλέης ὑσμίνης,

  265 καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;

  νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα

  οἶδας, ἅ τ᾽ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ:

  ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δ᾽ ἐνὶ μίμνε δόμοισι,

  μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθ᾽ ἵκηται

  270 σεῖο καταφθιμένοιο κατὰ μόθον: οὐ γὰρ ὀΐω

  ἐλθέμεναί σ᾽ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο:

  οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρ᾽ ἀΐδηλον,

  ἀλλ᾽ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων

  ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,

  275 τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν

  δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι:

  τοὔνεκ᾽ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,

  μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται

  εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν:

  280 οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,

  ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,

  χηρωθῇ δὲ μέλαθρον ὑπ᾽ ἀργαλέου θανάτοιο:

  αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,

  κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας:

  285 τοὔνεκ᾽ ἄρ᾽ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο

  χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.’

  ἦ μέγα κωκύουσα: πάϊς δέ μιν ἀντίον ηὔδα:

  ‘θάρσει, μῆτερ ἐμεῖο, κακὴν δ᾽ ἀποπέμπεο φήμην:

  οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπ᾽ ἄρεϊ δάμναται ἀνήρ:

  290 εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκ᾽ Ἀχαιῶν,

  τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.’

  ὣς φάτο: τῷ δ᾽ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,

  καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν:

  ‘ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,

  295 οἶδ᾽ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος: ἀλλ᾽ ἄρα καὶ ὣς

  καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης

  λευγαλέον: ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.

  ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι

  ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ

  πλαζόμεθ᾽ ἄνθρωποι ἐπ᾽ ἀπείριτα νῶτα θαλάσσης

  300 τῆμος, ὅτ᾽ αἰγοκερῆι συνέρχεται ἠερόεντι

  ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων

  τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,

  ἢ ὁπότ᾽ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται

  ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος:

  305 δείδιε δ᾽ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
r />   ᾗ ἔνι συμφορέονται ἀν᾽ εὐρέα βένθεα πόντου

  ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,

  ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν

  δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα

  310 ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι

  δυόμεν᾽ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.’

  ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου

  ἱμείροντα μόθοιο δυσηχέος: ὃς δ᾽ ἐρατεινὸν

  μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.

  315 ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε

  δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.

  ὡς δ᾽ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα

  εἴργει ἐφεζόμενος, ὁ δ᾽ ἐρυκανόωντα χαλινὸν

  δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος

  320 δεύεται, οὐδ᾽ ἵστανται ἐελδόμενοι πόδες οἴμης,

  πουλὺς δ᾽ ἀμφ᾽ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ

  ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται

  ῥώοντ᾽ ἐσσυμένοιο, κάρη δ᾽ εἰς ὕψος ἀείρει

  φυσιόων μάλα πολλά, νόος δ᾽ ἐπιτέρπετ᾽ ἄνακτος:

  325 ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος

  μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον:

  ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.

  ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην

  μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός:

  330 οἵη δ᾽ ἀμφὶ μέλαθρα μέγ᾽ ἀσχαλόωσα χελιδὼν

  μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα

  αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν,

  ἡ δ᾽ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν,

  ἄλλοτε δ᾽ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται

  335 αἰνὰ κινυρομένη τεκέων ὕτερ: ὣς ἄρα κείνου

  μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που

  εὐνὴν ἀμφιχυθεῖσα μέγ᾽ ἴαχεν, ἄλλοτε δ᾽ αὖτε

  κλαῖεν ἐπὶ φλιῇσι: φίλῳ δ᾽ ἐγκάτθετο κόλπῳ,

  εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα,

  340 ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν:

  ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο,

  ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα

  ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδ᾽ ὅ γε μητρὸς

  ἄσπετ᾽ ὀδυρομένης ἔτ᾽ ἐπέκλυεν, ἀλλ᾽ ἀπάτερθε

  345 βαῖνε θοὴν ἐπὶ νῆα: φέρον δέ μιν ὠκέα γυῖα

  ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  ἕσπετ᾽ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός,

  ἄλλοι τ᾽ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν,

  τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια,

  350 καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας.

  οἱ τότ᾽ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον

  ἐσσύμενον ποτὶ νῆα δι᾽ ἄστεος: ὅς δ᾽ ἐνὶ μέσσοις

  ἤιε καγχαλόων: κεχάροντο δὲ Νηρηῖναι

  ἀμφὶ Θέτιν: καὶ δ᾽ αὐτὸς ἐγήθεε Κυανοχαίτης

  355 εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα,

  ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος

  καίπερ ἐὼν ἔτι παιδνός, ἔτ᾽ ἄχνοος: ἀλλά μιν ἀλκὴ

  καὶ μένος ὀτρύνεσκεν: ἑῆς δ᾽ ἐξέσσυτο πάτρης,

  οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα

  360 χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός,

  καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ

  κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ

  φαίνοντ᾽ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί:

  365 τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς: οἱ δ᾽ ἀνὰ ἄστυ

  εὔχοντ᾽ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα

  ἀργαλέου παλίνορσον ἀπ᾽ Ἄρεος: οἱ δ᾽ ἐσάκουσαν

  εὐχομένων: ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.

  ἐλθόντες δ᾽ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης

  370 εὗρον ἔπειτ᾽ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς

  ἱστία τ᾽ ἐντύνοντας ἐπειγομένους τ᾽ ἀνὰ νῆα:

  αἶψα δ᾽ ἐν αὐτοὶ ἔβαν: τοὶ δ᾽ ἔκτοθι πείσματ᾽ ἔλυσαν

  εὐνάς θ᾽, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται.

  τοῖσι δ᾽ ἄρ᾽ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης

  375 προφρονέως: μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετ᾽ Ἀχαιῶν

  ]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.

  οἱ δ᾽ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε

  τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργ᾽ ἐνέποντες,

  ὅσσα τ᾽ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ

  380 Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν

  ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι:

  τοῦ δ᾽ ἄρ᾽ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ

  πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι

  ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ

  385 ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,

  καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπ᾽ ἀργαλέῃσιν ἀνίῃς

  τήκεθ᾽ ὅπως ἀλαπαδνὸς ἐπ᾽ ἀνθρακίῃσι μόλιβδος

  ἠὲ τρύφος κηροῖο: γόος δέ μιν οὔποτ᾽ ἔλειπε

  δερκομένην ἐπὶ πόντον ἀπείριτον: οὕνεκα μήτηρ


  390 ἄχνυθ᾽ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτ᾽ ἄφίκηται

  τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.

  καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης

  ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθ᾽ ὁμοῖα:

  ἀλλ᾽ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.

  νηῦς δ᾽ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο

  395 τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης:

  πορφύρεον δ᾽ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα:

  αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.

  ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας: ἡ δ᾽ ὑπ᾽ ἀήτῃ

  πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης

  400 βένθεα: θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.

  τοῖσι δ᾽ ἄρ᾽ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι

  Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη

  τύμβος τ᾽ Αἰακίδαο δαΐφρονος: ἀλλά μιν οὔτι

  υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ

  405 δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ

  θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους

  αἶψα Καλυδναίας: Τένεδος δ᾽ ἀπελείπετ᾽ ὀπίσσω:

  φαίνετο δ᾽ αὖτ᾽ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου

  σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,

  410 αἵ ῥ᾽ ὁπότ᾽ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο

  Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.

  νῆα δ᾽ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης:

  ἵκετο δ᾽ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες

 

‹ Prev